- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:101.25-103.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁梳理了亚里士多德关于风的诸原因及质料存在方式的提问,接着注解了针对地下储水池说的三条反驳论证(出水量与大地比例、空气冷凝水、类似出汗的毛细现象),并辨析了文本异读(渗出与出汗)。
" Τί τ’ ἐστὶν ἄνεμος καὶ γεγένηται πῶς, καὶ τί τὸ κινοῦν, καὶ ἡ ἀρχὴ πόθεν αὐτῶν, καὶ πότερον ὥσπερ ἐξ ἀγγείου δεῖ λαβεῖν ῥέοντα τὸν ἄνεμον καὶ τὰ ἑξῆς." Τί μέν ἐστιν ἄνεμος, ὅτι κίνησις τῆς καπνώδους ἀναθυμιάσεως1 καὶ οὐ τοῦ ἀέρος· καὶ πῶς γίνεται, ὅτι τῆς ἀναθυμιάσεως ταύτης ἐκδιδομένης καὶ μὴ ἐκπυρουμένης· καὶ τί τὸ κινοῦν αὐτοὺς λοξὴν κίνησιν, ὅτι οὐ τὸ γεῶδες καὶ τὸ πυρῶδες τὴν ἐναντίαν κινούμενα κίνησιν, ὡς Ἐμπεδοκλῆς ᾤετο, ἀλλ’ ὁ κύκλῳ κινούμενος ἀήρ· καὶ πόθεν αὐτῶν ἡ ἀρχή, ὅτι οὐκ ἀπὸ τῆς γῆς, ἀλλ’ ἄνωθεν ἀπὸ τοῦ ἀέρος. ἔτι δὲ πρὸς τούτοις, εἰ ἐνεργείᾳ ἐστὶν ἡ ὕλη αὐτῶν, κατὰ τὸν ποιητὴν ὡς ἐν ἀσκῷ, ἢ οὐ τοῦτο, ἀλλ’ ἐκ διαφόρων τόπων πνέουσι μὴ ἐν ἑνὶ τόπῳ τῆς ὕλης σωρευομένης μηδὲ ἐνεργείᾳ οὔσης, ἀλλὰ δυνάμει καὶ λοιπὸν εἰς τὸ ἐνεργείᾳ ἀγομένης.
“风是什么,以及如何生成,推动它的是什么,它们的始基源自何处,以及是否应当把风视为宛如从容器中流出,等等。” 关于风是什么,[他的回答是]它是烟状蒸发的运动,而不是空气的运动;关于它如何生成,乃是由于这种蒸发被挤出而未被点燃;关于推动它们作斜向运动的是什么,不是如恩培多克勒所认为的作相反运动的土性物和火性物,而是作圆周运动的空气;关于它们的始基源自何处,不是来自大地,而是来自上方,来自空气。此外,除了这些之外,还有它们的质料是否如诗人[荷马]所说宛如在皮囊中那样现实地存在,或者并非如此,而是质料既未积聚在单一地点,也非现实地存在,而是在潜能中存在并随后被引向现实,它们因而从不同的地点吹来。
"Ὁμοίως δὲ καὶ περὶ τῆς τῶν ποταμῶν γενέσεως δοκεῖ τισιν ἔχειν." Καὶ γὰρ καὶ τὴν τούτων ὕλην ἐνεργείᾳ νομίζουσιν εἶναι ἐν τῇ γῇ σωρευθεῖσαν, ὅπερ οὐκ ἀληθές φησι· καὶ λοιπὸν εἰς τὸν περὶ ποταμῶν εἰσβάλλει λόγον.
“同样,关于河流的生成,有些人也持有类似的看法。” 因为他们也认为河流的质料是积聚在大地中现实地存在的,[亚里士多德]说这并非实情;随后他便着手展开关于河流的论述。
"Διὸ καὶ μείζους ἀεὶ τοῦ χειμῶνος ῥεῖν ἢ τοῦ θέρους." Δι’ ἣν αἰτίαν; ἐπειδὴ ἕκαστον πρὸς τῇ οἰκείᾳ ἀρχῇ δραστικώτερόν ἐστιν. ἐπειδὴ οὖν τὸ συναχθὲν ἄρχεται ἐκδίδοσθαι ἐν χειμῶνι, διὰ τοῦτο πολλοῦ ὄντος τοῦ ἐκδιδομένου καὶ οἱ ποταμοὶ μείζονες. εἰσὶ δὲ οἱ μὲν ἀέναοι, οἱ δὲ χείμαρροι πρὸς τὴν πηγήν,2 ἐξ ἧς ἐκφύονται. εἰ γὰρ πλέον εἴη τὸ ἐξαγόμενον τοῦ ἐπιφερομένου, χείμαρροι, εἰ δὲ ἴσον ἢ πλέον, ἀέναοι. διηγεῖται δὲ καὶ περὶ τοῦ Νείλου, διὰ τί αὔξεται θέρους.
“因此冬季流动总比夏季更大。” 由于什么原因呢?因为每一事物在其固有的始基旁都更为活跃。既然汇集的水在冬季开始排出,因此由于排出的水量巨大,河流也就更为壮大。在河流中,根据它们发源的泉水而言,有些是常流河,有些则是季候河。因为如果排出的水量多于补充的水量,就是季候河;如果〔补充的水量〕相等或更多,则是常流河。他还叙述了关于尼罗河的事,说明它为何在夏季水位上涨。
"Καίτοι φανερόν, εἴ τις βούλεται ποιῆσαι οἷον ὑποδοχὴν πρὸ ὀμμάτων." Ἐντεῦθεν λοιπὸν ἐνίσταται πρὸς τὴν δόξαν τὴν λέγουσαν ἐνεργείᾳ τὸ ὕδωρ εἶναι σωρευθὲν ἐν τῇ γῇ καὶ ἐκ τούτου ῥεῖν τοὺς ποταμούς. καί φησι τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας τοῦ ἐκρέοντος πρὸς τὴν γῆν οὕτως· εἴ τις νοήσει τῇ φαντασίᾳ, πόσον ἐστὶν τὸ ἐκρέον ὕδωρ, εὑρήσει αὐτὸ ὑπὲρ τὴν ἀναλογίαν ὂν τῆς γῆς.3 πρὸ ὀμμάτων γὰρ ἐκάλεσε τὴν φαντασίαν, διότι πολλὴν συγγένειαν ἔχει ἡ ὄψις πρὸς τὴν φαντασίαν, ὅθεν καὶ ἐκ τῶν ὑποκειμένων τῇ ὄψει ἐκλήθη. πολλὴν δὲ συγγένειαν ἔχει διὰ τὸ τὴν φαντασίαν περὶ ἀπόντα ἐνεργεῖν, ἡ μέντοι ὄψις περὶ τὰ πόρρω ὄντα. πλησίον δέ ἐστι τὸ πόρρω τοῦ ἀπόντος καὶ ὁ ἐπὶ πολὺν χρόνον ἀποδημῶν τοῦ θανόντος.
“然而显而易见的是,如果有人愿意在眼前设想一个储水池的话。” 从这里开始,他反驳声称水是积聚在大地中现实地存在、河流由此流出的看法。他提出了基于流出的水相对于大地的比例的第一个论证,内容如下:如果有人在想象中构想流出的水有多少,他就会发现它超出了大地的比例。因为他把想象称为“眼前”,是因为视觉与想象有着极大的亲缘性,由此想象也是根据属于视觉底层的对象命名的。视觉与想象有极大亲缘性,还因为想象针对缺席之物起作用,而视觉则针对遥远之物起作用。遥远之物接近于缺席之物,正如长久离乡之人接近于死者。
"Οὐ μὴν ἀλλὰ ἄτοπον, εἴ τις μὴ νομίζει διὰ τὴν αὐτὴν αἰτίαν ὕδωρ ἐξ ἀέρος γίνεσθαι." Ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα ἀποδίδοται.
“不仅如此,如果不认为水出于同样的原因从空气中生成,那是荒谬的。” 从这里给出了第二个论证。
"Ἔτι δὲ τοῦ μὴ γινομένου, ἀλλ’ ὑπάρχοντος καθ’ ἡμέραν." Ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. προάγει δὲ αὐτὸ οὕτως· οὐ δεῖ νομίζειν, ὅτι ὑποκάτω τῆς γῆς λίμναι εἰσὶν ὕδατος, ἐξ ὧν ἀπορρεῖ τὸ ὕδωρ, ἀλλ’ ὥσπερ ἐν τῷ ἄνω τόπῳ γίνονται ψεκάδες καὶ αὗται συνεργόμεναι ποιοῦσι ῥανίδα, οὕτω δὲ καὶ ἐπὶ τῆς γῆς καὶ οἱονεὶ ἱδρῶσίν τινα γενέσθαι. ἐξ οὗ καὶ οἱ ὑδροφάνται τεκμαίρονται, ποῦ δεῖ ὀρύττειν τῆς γῆς καὶ ἐξευρίσκειν πηγάς.
“此外,至于那并非[逐渐]生成、而是每日既存之物。” 从这里展开第三个论证。他这样推进该论证:不应当认为在大地下方存在积水的湖泊,水从其中流出;而是正如在上方的区域形成微小水滴,它们聚结在一起构成大雨滴那样,在大地上也是如此,发生了一种宛如出汗的过程。水文探测者也是由此推断应当在大地的何处挖掘并找到泉眼。
"Καὶ εἶναι οἷον πιδώσης εἰς ἓν τῆς γῆς." Τινὰ τῶν βιβλίων οὕτως ἔχει, ἕτερα ‘ἰδιώσης’. ἀλλ’ εἰ μὲν ‘ἰδιώσης’, ἀντὶ τοῦ ‘ἱδρώσης’, ὥς φησι καὶ Ὅμηρος· ἴδιον, ὡς ἐνόησα, δεδάκρυντο δέ μοι ὄσσε. ὥσπερ γὰρ ἐπὶ τοῦ ἡμετέρου σώματος διεξιὼν ὁ ἀτμὸς ἱδρὼς γίνεται, οὕτως ἔχει κἀπὶ τῆς γῆς. εἰ δὲ ἔχει ‘πιδώσης’, ἀντὶ τοῦ ‘ὀργώσης πίδακας ἐκβάλλειν’.4 τί δέ ἐστι ‘πίδακας’, * * * καὶ ὁ ποιητὴς λέγει ‘πολυπίδακας’.
“并且大地宛如渗水汇聚于一处。” 某些版本作如此读法,另一些则作“出汗”。但若是作“出汗”,它代替的是“流汗”,正如荷马所说:“我一察觉便渗出冷汗,双眼泪流满面。”因为正如在我们的身体上,蒸气散逸而出变成汗水一样,在大地上也是如此。而若是作“渗水”,它代替的是“充盈着喷涌出泉水”。什么是“泉水”,[……]诗人也说“多泉的”。
- 1.15.10Τί μέν ἐστιν ἄνεμος, ὅτι κίνησις τῆς καπνώδους ἀναθυμιάσεως
这是注解中典型的问答式句法:提出间接疑问句(Τί μέν ἐστιν ἄνεμος)之后,紧接着由引导名词性从句的 ὅτι 引出回答内容,省略了主句谓语动词(如“他指出……”或“答案是……”)。
- 1.15.12πρὸς τὴν πηγήν
介词短语 πρὸς τὴν πηγήν 修饰句首的谓语 εἰσὶ δὲ οἱ μὲν ἀέναοι, οἱ δὲ χείμαρροι,表示“依据/相对于它们发源的泉水”之意。
- 1.15.13ὑπὲρ τὴν ἀναλογίαν ὂν τῆς γῆς
分词 ὂν 用作 εὑρήσει 后的补充宾语分词(间接陈述用法)。介词 ὑπέρ 带宾格表示“超越”,τῆς γῆς 是依附于 ἀναλογίαν 的客体属格,整句意为“超出了大地的比例”。
- 1.15.16ὀργώσης πίδακας ἐκβάλλειν
动词 ὀργάω(充满、成熟、渴望)后接不定词 ἐκβάλλειν 的构词用法。奥林匹奥多鲁借此转述并解释异读 πιδώσης,意为“充盈着喷出泉水”。
