← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§98.39-99.38

驳关系非本性说与关系的十个种

注疏者反驳了认为关系仅源于人类构想而非依本性存在的观点,以身体器官、创造者以及因果关系的实在性为据,确立了有些事物是关系而有些不是的中道立场,随后列举并例示了关系的十个种,以此结束关于关系的导论性考查。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1#3

καὶ οὕτως μὲν οἱ λέγοντες πάντα εἶναι τῶν πρός τι. οἱ δὲ βουλόμενοι μηδὲν εἶναι πρός τι λέγουσιν ὅτι φύσει οὐδέν ἐστιν πρός τι, ἀλλ’ ἐκ τῆς ἡμετέρας ἐπινοίας γίνονται τὰ πρός τι· ἡμεῖς γὰρ ἐπενοήσαμεν δεξιὸν καὶ ἀριστερόν, καὶ οὐ φύσει ἐστίν. πρὸς οὕς φαμεν ὅτι οὐ μόνον κατὰ τὴν ἡμετέραν ἐπίνοιαν γίνονται τὰ πρός τι, ἀλλὰ καὶ φύσει εἰσίν· ἰδοὺ γὰρ ὁ μὲν σπλὴν καὶ τὸ ἧπαρ φύσει εἰσὶν δεξιὰ καὶ ἀριστερά· ὡς γὰρ ὁ μὲν σπλὴν δεξιός ἐστι τὸ δὲ ἧπαρ ἀριστερόν, οὕτως εἰ συμβῇ1 ταῦτα μετενεχθῆναι ἢ μὴ οὕτως ἔχειν, τὸ σύμπαν διέφθαρται ζῷον. δῆλον οὖν ἐντεῦθεν ὅτι οὐ μόνον κατὰ τὴν ἡμετέραν ἐπίνοιάν ἐστι τὰ πρός τι ἀλλὰ καὶ φύσει. ἄλλως τε δὲ εἰ δοῖμεν μὴ εἶναι πρός τι, οὐκ ἔστιν οὐδὲ ὁ δημιουργός· ὁ γὰρ δημιουργῶν δεδημιουργημένων ἐστὶ δημιουργός· ταῦτα δὲ τῶν πρός τι. εἰ οὖν ἀναιρεθήσεται τὸ πρός τι, οἰχήσεται εἰλικρινῶς ἡ πρόνοια, καὶ πάντα ἔσται ἐκ ταυτομάτου. καὶ αὐτὸ δὲ τὸ ἐκ ταυτομάτου κινδυνεύει ἀπολέσθαι, εἴ γε καὶ ἐν τοῖς ἐκ ταυτομάτου γινομένοις ἔστι καὶ αἴτιον καὶ αἰτιατόν· ταῦτα δὲ πάλιν τῶν πρός τι· τὸ γὰρ αἴτιον αἰτιατοῦ ἐστιν αἴτιον. εἰ οὖν ἠλέγξαμεν κἀκείνους ὡς ἀδύνατον ἅπαντα εἶναι τῶν πρός τι,2 καὶ τούτους πάλιν ὁμοίως ἠλέγξαμεν ὡς ἀδύνατον μηδὲν εἶναι τῶν πρός τι, ἐπιδειχθήσεται πάντα τὰ ὄντα καὶ εὑρεθησόμεθα μηκέτι περὶ τῶν πρός τι ζητοῦντες ἢ εἰσὶν ἢ οὐκ εἰσίν, ἀλλὰ περὶ πάντων τῶν ὄντων δῆλον ὅτι ἡ ἡμετέρα εἰσάγεται δόξα ἀληθὴς οὖσα καὶ βέβαιος, ἡ λέγουσα τῶν ὄντων τὰ μὲν εἶναι τῶν πρός τι τὰ δὲ μὴ εἶναι πρός τι. Πέμπτον καὶ τελευταῖον κεφάλαιον τὰ εἴδη τῶν πρός τι. δέκα τοίνυν εἰσὶ τὰ εἴδη τῶν πρός τι, ταυτότης, ἀνισότης, ὕφεσις, κρίσις, πῆσις,3 γένεσις, μέθεξις, θέσις, ἀσυμμετρία καὶ ἡ πρὸς τὸ γένος ἀναφορά. καὶ ἔστι ταυτότης μέν, ὡς ὅτε εἴπωμεν ‘τὸ ἴσον ἴσῳ ἐστὶν ἴσον’. ταυτότης δὲ λέγεται, διότι μὴ πρὸς ἑτερώνυμον λέγεται ἀλλὰ πρὸς αὐτὸ τὸ ὄνομα. ἀνισότης δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘τὸ διπλάσιον ἡμίσεώς ἐστι διπλάσιον’. ὕφεσις δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘ὁ ἄρχων ἀρχομένων ἐστὶν ἄρχων’· δεῖ γὰρ ὑποβεβηκέναι τοὺς ἀρχομένους τῷ ἄρχοντι. κρίσις δέ ἐστιν, ὡς ὅτε εἴπαμεν ‘ἡ ἐπιστήμη τοῦ ἐπιστητοῦ ἐστιν ἐπιστήμη’. πῆσις δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘τὸ ποιοῦν εἰς τὸ πάσχον ποιεῖ’. μέθεξις δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘τὸ μετέχον μετεχομένου μετέχει’. γένεσις, ὡς ὅτε εἴπωμεν ‘ὁ πατὴρ υἱοῦ πατήρ’. θέσις δέ, ὡς ὅτε εἴπωμεν ‘τὸ δεξιὸν ἀριστεροῦ δεξιόν’. ἀσυμμετρία δέ ἐστιν, ὡς ὅτε εἴπωμεν ‘τὸ ἀδύνατον εἰς τὸ εἶναι ἀδύνατον εἰς τὸ ὁραθῆναι’. ἡ δὲ πρὸς τὸ γένος ἀναφορά, ὡς ὅτε εἴπωμεν ὅτι ἡ μὲν γραμματικὴ αὐτὴ καθ’ ἑαυτὴν οὐκ ἔστι τῶν πρός τι, ἀλλὰ ποιότης ψυχῆς, πρὸς δὲ τὴν ἐπιστήμην, τοῦτ’ ἔστι τὸ γένος αὐτῆς, παραβαλλομένη τῶν πρός τί ἐστιν· ἡ γὰρ γραμματικὴ ἐπιστήμης ἐστὶν γραμματική. τοῦτο πέρας τῆς προκειμένης θεωρίας.

主张一切皆属于关系的人便如上述那样。然而,企图主张没有任何事物是关系的人则说,在自然本性上没有任何事物是关系,而是关系出于我们的构想而产生;因为是我们构想出了右和左,而它们并非由本性而存在。对此我们说,关系不仅顺应我们的构想而产生,而且在自然本性上也存在。看啊,脾脏和肝脏在自然本性上就是右和左;因为正如脾脏是右而肝脏是左,同样,如果发生这些器官被移位或不处于如此状态,整个动物就会毁坏。由此显而易见,关系不仅顺应我们的构想而存在,而且在自然本性上也存在。此外,如果我们承认关系不存在,那么创造者也就不存在了;因为创造者是被造之物的创造者,而这些属于关系。因此,如果关系被取消,护佑就将荡然无存,一切都将出于偶然。甚至连偶然本身也冒着被废除的危险,如果连在出于偶然发生的事物中也存在原因和结果的话;而这些又属于关系,因为原因乃是结果的原因。因此,如果我们既反驳了前者,指出一切事物皆属于关系是不可能的,又同样反驳了后者,指出没有任何事物属于关系是不可能的,那么一切存在的事物都将得到显明,我们也将被发现不再探究关系是否存在,而是对于一切存在的事物而言,显然我们那真实而确固的观点得以被确立,即认为存在的事物中有些属于关系,而有些不属于关系。 第五个也是最后的要点是关系的诸种。那么,关系的种有十个:同一性、不等性、从属、判定、作用、生成、分有、位置、不相对称,以及对属的关涉。同一性,就如当我们说“相等者与相等者相等”时那样。它被称为同一性,是因为它不是相对于异名而言,而是相对于同一个名称而言。不等性,就如当我们说“两倍者是半数的两倍”时那样。从属,就如当我们说“统治者是被统治者的统治者”时那样;因为被统治者必须从属于统治者。判定,就如当我们说“知识是可知者的知识”时那样。作用,就如当我们说“主动者作用于受动者”时那样。分有,就如当我们说“分有者分有被分有者”时那样。生成,就如当我们说“父亲是儿子的父亲”时那样。位置,就如当我们说“右是左的右”时那样。不相对称,就如当我们说“就存在而言不可能者,就可见而言也是不可能的”时那样。而对属的关涉,就如当我们说语法自身固然不是关系,而是灵魂的一种性质,但当它与知识——即它的属——相比时,它就是关系;因为语法是知识的语法。这是当前考察的终结。

语法注3 条
  1. 19.1ὡς γὰρ ὁ μὲν σπλὴν δεξιός ἐστι τὸ δὲ ἧπαρ ἀριστερόν, οὕτως εἰ συμβῇ

    这里的 ὡς... οὕτως... 构成关联结构,前半句 ὡς 从句陈述脾脏与肝脏左右配置的自然事实(“正如脾脏在右而肝脏在左”),后半句通过 οὕτως 引出假设条件从句(“同样,如果这些[处于如此状态的器官]被移位或不处于这种状态”)。

  2. 19.1εἰ οὖν ἠλέγξαμεν κἀκείνους ὡς ἀδύνατον ἅπαντα εἶναι τῶν πρός τι

    这一由连词 εἰ 引出的长条件从句(“因此,如果我们既反驳了前者……又反驳了后者……”)之后,主句的核心是由 καὶ 连接的两个将来时动词 ἐπιδειχθήσεται 与 εὑρεθησόμεθα。后者带有主格补足分词 ζητοῦντες,并通过 ἀλλὰ... 引出对比分句 δῆλον ὅτι ἡ ἡμετέρα εἰσάγεται δόξα,构成了层层嵌套的复合结构。

  3. 19.1πῆσις

    此处拼写 πῆσις 是 ποίησις(作用)或 πεῖσις(受动)的异形。正如紧随其后的例句“主动者作用于受动者”(τὸ ποιοῦν εἰς τὸ πάσχον ποιεῖ)所示,它表示主动与受动相互作用(作用)的关系种。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:98.39-99.38