- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:100.2-101.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解了亚里士多德所引用的关系的第一个描述性界说(6a36–6b2),阐释了关系的本质相关性与附加短语的意旨,并讨论了为何状态、知识和位置等被作为例证提出——或是因为它们兼具性质与关系,或是如阿摩尼奥斯所指出的,亚里士多德借此揭露后代人界说的缺陷,指出依照该界说性质之物亦会被划归于关系之下。
" Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.1" Ἐντεῦθεν ἡ ψευδὴς ὑπογραφὴ τῶν πρός τι. ἀλλ’ ἵνα ταύτην νοήσωμεν, εἴπωμεν οὕτως· διττὸν τὸ πρὸς ἕτερον2 λέγεσθαι· ἢ γὰρ αὐτὸ ὅπερ ἐστὶν πρὸς ἕτερον λέγεται, ἢ ἄλλο μέν ἐστιν, πρὸς ἄλλο δὲ ἕτερον λέγεται, οἷον τὸ λευκὸν λέγεται πρὸς τὸ μέλαν· τὸ γὰρ λευκὸν οὐ καθὸ λευκόν ἐστιν λευκὸν λέγεται πρὸς τὸ μέλαν, ἀλλὰ καθὸ πολεμικώτατον ἢ ἐναντίον αὐτοῦ ἐστιν. τὸ δὲ πρός τι οὐκ ἄλλο μὲν ἔστιν ἄλλο δὲ λέγεται, ἀλλὰ καθ’ ὃ μὲν ἔστι, κατὰ τοῦτο λέγεται· τὸ γὰρ δεξιὸν πρὸς τὸ ἀριστερὸν λέγεται, οὐ κατ’ ἄλλο τι, οἷον καθὸ ἐναντίον ἐστίν, ἀλλὰ καθὸ δεξιόν· τὰ γὰρ πρός τι οὐ κατὰ τὸ πρῶτον σημαινόμενον, ἀλλὰ κατὰ τὸ δεύτερον λέγονται, τοῦτ’ ἔστι τὰ μὴ ἄλλως μὲν ὄντα ἄλλως δὲ λεγόμενα, ἀλλὰ τὰ κατὰ τὴν ἰδίαν φύσιν λεγόμενα πρὸς ἕτερον. κατὰ τοῦτο γοῦν ὁ φιλόσοφος τὸ εἶδος εἶπεν πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἵνα μὴ λάβωμεν τὰ ἄλλως μὲν ὄντα ἄλλως δὲ πρὸς ἕτερον λεγόμενα. ζητήσωμεν δὲ τίνος χάριν εἶπε λέγεται καὶ μὴ ‘ἐστί’. καί φαμεν ὅτι ἐπειδὴ ἐκτίθεται ὑπογραφὴν μήτε ἀληθῆ οὖσαν μήτε ἀρέσκουσαν αὐτῷ, ὡς (δείξει δὲ ὁ λόγος προϊών) πολλὰ ἄτοπά ἐστιν ἑπόμενα ταύτῃ τῇ ὑπογραφῇ.
“凡是自身现其所是即被说为属于他物的事物,都被称为关系。” 从这里开始是对关系的虚假描述性界说。但为了让我们理解这一界说,让我们这样说:相对于另一事物而被说有两种方式;因为或者一事物自身现其所是即相对于另一事物而被说,或者它自身是一回事,却相对于另一不同的事物而被说,例如白色相对于黑色而被说;因为白色并非就其为白色而言相对于黑色被说为白色,而是就其为黑色的死敌或相反者而言被说的。然而关系并非自身是一回事而被说为另一回事,而是按照其所是,根据这一点而被说;因为右相对于左而被说,并非根据某种别的东西,例如就其为相反者而言,而是就其为右而言。因为关系不是按照第一种含义,而是按照第二种含义被说的,即不是自身处于一种状态而以另一种方式被说的事物,而是按照其特有本性相对于另一事物而被说的事物。因此,根据这一形式,哲学家说“凡是自身现其所是即被说为属于他物的事物,都被称为关系”,以免我们把那些自身处于一种状态而以另一种方式相对于另一事物被说的事物包括进来。让我们探究,为了什么缘故他说“被称为”而不是“是”。我们说,这是因为他正在提出一个既非真实亦非他所赞同的描述性界说,因为(如接下来的论证将表明的)有许多荒谬之处随这一描述性界说而来。
"Ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον." Καλῶς καὶ τοῦτο προσέθηκεν ὁ φιλόσοφος· ἐπεὶ γὰρ εἴρηκεν ὡς αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἵνα μὴ διὰ τὸ ἑτέρων νομίσῃς ὅτι πρὸς γενικὴν μόνην τὰ πρός τι συντάττεται, τούτου χάριν εἶπεν ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον· ἔστιν γὰρ τὰ πρός τι συντάττειν καὶ πρὸς δοτικὴν καὶ πρὸς αἰτιατικήν. καὶ πρὸς μὲν δοτικήν, ὡς ὅταν εἴπωμεν ‘ὁ φίλος φίλῳ φίλος’, πρὸς δὲ αἰτιατικήν, ὡς ὅταν εἴπωμεν ‘ὁ τύπτων τυπτόμενον τύπτει’.
“或者以无论何种其他方式相对于另一事物。” 哲学家极好地补充了这一点;因为既然他说了“自身现其所是即被说为属于他物”,为了让人不至于因“属于他物”而以为关系仅仅与属格相搭配,为此缘故他说了“或者以无论何种其他方式相对于另一事物”;因为关系既可以与与格搭配,也可以与宾格搭配。与与格搭配,如当我们说“朋友对朋友是朋友”时;与宾格搭配,如当我们说“击打者击打被打者”时。
"Οἷον τὸ μεῖζον τοῦτο ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γὰρ μεῖζον λέγεται." Παράδειγμα λαβὼν τῆς ὑπογραφῆς ὁ φιλόσοφος καλῶς ἀπὸ τοῦ μείζονος ἤρξατο, ἐπειδὴ ἐν τοῖς περὶ τοῦ ποσοῦ λόγοις μνήμην ἐποιήσατο τοῦ μείζονος, καὶ τούτου χάριν τοῦτο ἔλαβεν πρὸς παράδειγμα, ἵνα μὴ ἐξ ἀγνώστων, ἀλλ’ ἐκ φανερῶν τὴν διδασκαλίαν ποιήσῃ.
“例如较大者自身现其所是即被说为属于他物;因为它是被说为某物的较大者。” 在为描述性界说选取例证时,哲学家极好地从较大者开始,因为他在关于数量的讨论中提到了较大者,为此缘故他以此为例,以便不从未知之物,而是从显明之物进行施教。
"Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι οἷον ἕξις καὶ διάθεσις, αἴσθησις, ἐπιστήμη, θέσις." Ζητοῦμεν ἐνταῦθα ὅτι τίνος χάριν παράδειγμα βουλόμενος λαβεῖν τῶν πρός τι ὁ φιλόσοφος μεμερισμένως εἴρηκεν ταῦτα, ἀποκεχωρισμένον τὸ διπλάσιον καὶ τὸ μέγα τάξας· ἐπήνεγκεν γὰρ λέγων ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι. φαμὲν ὅτι διὰ δύο αἰτίας· πρῶτον μὲν ὅτι τὸ μεῖζον καὶ τὸ διπλάσιον τῶν πρός τί ἐστι καὶ μόνον, ἡ δὲ ἕξις καὶ ἡ διάθεσις καὶ ἐπιστήμη οὐ μόνον πρός τί εἰσιν, ἀλλὰ καὶ ποιότητες, καὶ ποιότητες μὲν ὡς ἐν ψυχῇ θεωρούμενα, πρός τι δὲ ὡς πρὸς ἃ λέγονται παραβαλλόμενα. ἢ διὰ ταύτην οὖν τὴν αἰτίαν ἐχώρισεν ταῦτα, ἢ ὅτι ἐκεῖνα πρὸς γενικὴν καὶ μόνον λέγονται (τὸ γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ διπλάσιον ἡμίσεώς ἐστι διπλάσιον), ταῦτα δὲ οὐ μόνον πρὸς γενικὴν ἀλλὰ καὶ πρὸς δοτικὴν ἀντιστρέφονται, οἷον λέγομεν ὅτι ‘ἡ ἐπιστήμη ἐπιστητοῦ ἐστιν ἐπιστήμη’, καὶ ἀντιστρέφοντες λέγομεν ‘καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐστὶν ἐπιστητόν’. ὁμοίως δὲ καὶ ἡ διάθεσις διαθετοῦ ἐστι διάθεσις καὶ τὸ διαθετὸν διαθέσει διαθετόν. ἰστέον δὲ ὅτι καὶ ταῦτα καὶ τὰ ἑξῆς λεγόμενα, οἷον ἀνάκλισιν καὶ καθέδραν καὶ στάσιν, ἔφασκεν ὁ ἡμέτερος διδάσκαλος μὴ βούλεσθαι τὸν Ἀριστοτέλην ὡς πρός τι λαβεῖν, ἀλλ’ ὡς ποιά (θεωρεῖται γὰρ καὶ ὡς ποιὰ καὶ ὡς πρός τι· αὐτὰ μὲν γὰρ καθ’ αὑτά, ὡς εἴρηται, ποιά ἐστιν, πρός τι δὲ ὡς ἔχοντα σχέσιν πρὸς τὰ μετέχοντα αὐτῶν ὡς πρός τι), ὅτι νῦν Ἀριστοτέλης βουλόμενος κακίσαι τὸν ὑπὸ τῶν νεωτέρων ἀποδιδόμενον ὁρισμόν, οὐ μόνον τὰ πρός τι ὁρίζεται, ἀλλὰ καί τινα τῶν ὑπὸ τὴν ποιότητα ἀναγομένων, ὡς ποιὰ αὐτὰ λαμβάνων.3 δηλοῖ δὲ καὶ τὸ τὴν θέσιν αὐτοῖς συναριθμήσασθαι, ἥπερ ἐστὶ ποιόν· οὐδὲν γὰρ ἕτερόν ἐστιν θέσις ἢ τὸ τοιόνδε σχῆμα τοῦ κινουμένου. τὸ δὲ σχῆμα ποιότης. ἄλλως τε, φησίν, ἡ ἀνάκλισις καὶ ἡ καθέδρα καὶ ἡ στάσις ἄντικρυς ποιότητές εἰσιν, εἴδη ὄντα τῆς θέσεως. πῶς οὖν ἐνῆν τὸ μὲν γένος ὑπὸ τὸ πρός τι ἀνάγεσθαι τὰ δὲ εἴδη ὑπὸ τὴν ποιότητα;
“而诸如状态、性向、感觉、知识、位置这类事物也属于关系。” 我们在此探究,哲学家既然企图为关系选取例证,为何分开叙述这些事物,把两倍者和大者单独列出;因为他接着说“而这类事物也属于关系”。我们说这是出于两个原因:第一,因为较大者和两倍者仅仅属于关系,而状态、性向和知识不仅是关系,而且也是性质,作为在灵魂中被考察的事物是性质,而作为与它们所针对而被说的事物相比则是关系。那么,或者由于这个原因他将它们分开,或者是因为前者仅仅相对于属格而被说(因为较大者是较小者的较大者,两倍者是半数的两倍),而后者不仅相对于属格,而且也相对于与格可换位,例如我们说“知识是可知者的知识”,换位而言我们说“可知者也因知识而是可知者”。同样地,性向也是受性向支配者的性向,受性向支配者也因性向而受性向支配。但必须知晓的是,我们的老师曾说,亚里士多德并不希望将这些以及其后所说的事物,例如斜倚、坐着、站立,作为关系来取,而是作为具有某种性质的事物来取(因为它们既作为性质之物又作为关系被考察;因为它们自身而言,如前所述,是性质之物,但作为与分有它们的事物具有关系之联系而言则是关系),因为亚里士多德此刻意图指责晚近之人所给出的定义,不仅定义了关系,而且还定义了某些归属于性质之下的事物,把它们作为性质之物来取。将位置与它们一同列出也表明了这一点,而位置本身正是一种性质之物;因为位置无非是被运动之物的某种形状。而形状是一种性质。此外,他说,斜倚、坐着和站立完全是性质,是位置的种。那么,属归于关系之下,而种归于性质之下,这怎么可能是可行的呢?
- 20.1αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται
关系代词 ἅπερ 为主格中性复数,作为说明主句主语 αὐτά 的表语性同位成分(“自身现其所是”)。ἑτέρων 作为 εἶναι 的表语,充当领属属格(“属于他物”),整体构成带不定式的主格句结构。
- 20.1τὰ μὴ ἄλλως μὲν ὄντα ἄλλως δὲ λεγόμενα, ἀλλὰ τὰ κατὰ τὴν ἰδίαν φύσιν λεγόμενα πρὸς ἕτερον
在对比的两个分词短语中,前半部分的 ἄλλως μέν ... ἄλλως δέ 采用副词的相关用法,表示“处于一种状态却以另一种方式被说”的不一致性。后半部分的 κατὰ τὴν ἰδίαν φύσιν 修饰 λεγόμενα πρὸς ἕτερον,作为副词短语表示其特有本性本身即在与他物的关联中被言说。
- 20.4ὅτι νῦν Ἀριστοτέλης βουλόμενος κακίσαι τὸν ὑπὸ τῶν νεωτέρων ἀποδιδόμενον ὁρισμόν, οὐ μόνον τὰ πρός τι ὁρίζεται, ἀλλὰ καί τινα τῶν ὑπὸ τὴν ποιότητα ἀναγομένων, ὡς ποιὰ αὐτὰ λαμβάνων
连词 ὅτι 既可理解为重述老师言论(ἔφασκεν)的内容从句,亦可理解为引出原因(“因为……”)。在上下文中,将其理解为原因从句最为自然,用以说明阿摩尼奥斯为何主张亚里士多德并未意图将这些视为关系。从句的主动词为 ὁρίζεται(中动态作主动义,“定义”),分词 λαμβάνων 与主语 Ἀριστοτέλης 一致。
