- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:97.37-98.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯阐明了关于关系的第三个要点即整体布置(分为不完备描述、固有属性、完备描述三阶段),随后探讨第四个要点即其实在性,列举并驳斥了主张万物皆为关系的两条论据(三段论式论据与知觉相对性论据)。
τρίτον ἐστὶν 〈ἡ〉 τῶν πρός τι διασκευή. καί φαμεν ὡς τρισὶ κεφαλαίοις καὶ μόνοις ἀπαρτίζει τὸν περὶ τῶν πρός τι λόγον ὁ φιλόσοφος. καὶ πρῶτον μὲν ἐντίθησι ψευδῆ ὑπογραφήν, δεύτερον δὲ τὰ ἴδια τῶν πρός τι, καὶ τρίτον τὴν τελείαν καὶ δεδοκιμασμένην ὑπογραφήν. καὶ τοῦτο εἰκότως· οὐ γὰρ βούλεται ἡμᾶς ἢ ἀπονητὶ ἤτοι ἀκονιτὶ ἐπὶ τὰ ἀληθέστερα ἀναγαγεῖν, ἀλλὰ προγυμνάζει ἡμᾶς ψευδέσι σοφίσμασι, καὶ προκαθάρας τὰ ψευδῆ οὕτως ἐπὶ τὴν ἀληθῆ διδασκαλίαν ἡμᾶς ἀναφέρει. ἐν τούτοις τὸ τρίτον κεφάλαιον. Τέταρτον δὲ ζητήσωμεν τὴν τούτων ὑπόστασιν. ἰστέον ὅτι διάφορος γέγονε δόξα περὶ τῶν πρός τι, καὶ οἱ μὲν πάντα πρός τι εἶναι ἐδόξαζον, ἄλλοι δὲ οὐδὲν εἶναι πρός τι ἐνόμιζον. ἡμεῖς δὲ ἑκάτερον ἐλέγχοντες τὴν ἡμετέραν δόξαν εἰσάγωμεν ἀληθῆ ὑπάρχουσαν τοῦ τῶν ὄντων τὰ μὲν εἶναι πρός τι τὰ δὲ μὴ εἶναι πρός τι.1 καὶ οἱ μὲν λέγοντες πάντα εἶναι τῶν πρός τι κέχρηνται δύο τισὶ λόγοις, ὧν ὁ μέν ἐστιν συλλογιστικὸς ὁ δὲ ἀπὸ τῆς ἐνεργείας λαμβανόμενος. καὶ ὁ μὲν συλλογιστικός ἐστι τοιοῦτος· φασὶν ὅτι πάντα τὰ ὄντα αἱ κατηγορίαι, αἱ κατηγορίαι γένη, τὰ γένη πρός τι, πάντα ἄρα τὰ ὄντα πρός τι. πρὸς τοῦτό φαμεν ἡμεῖς ὅτι κακῶς εἰρήκασιν τὰς κατηγορίας γένη εἶναι· πῶς γὰρ βούλεσθε ταύτας γένη εἶναι; ἆρα ὡς γενικὰς σχέσεις οὔσας; ἀλλὰ τοῦτο ἄτοπον, ἀλλὰ γένη λέγονται ὡς γενικὴν ἀναδεξάμενοι σχέσιν,2 καὶ οὐκ ἔτι ὡς αὐταὶ καθ’ αὑτὰς γενικαὶ οὖσαι σχέσεις. συνάγεται οὖν ἐκ τούτου λόγος ὅτι πᾶσαι αἱ κατηγορίαι γενικῆς μετέχουσι σχέσεως, καὶ οὐκ εἰσὶ τῶν πρός τι, ἀλλὰ τὴν τῶν πρός τι σχέσιν ἔχουσιν, ὅπερ καὶ ἡμεῖς ἐλέγομεν τὴν ὕλην τῶν κατηγοριῶν ὑποκεῖσθαι τοῖς πρός τι. καὶ οὗτος μέν ἐστιν ὁ συλλογιστικὸς λόγος τῶν βουλομένων πάντα εἶναι τῶν πρός τι. ὁ δὲ ἀπὸ τῆς ἐνεργείας λαμβανόμενος τοιοῦτος· φασὶν ὅτι τὸ μέλι τοῖς μὲν γλυκύ ἐστι τοῖς δὲ πικρόν· τοῖς μὲν γὰρ ὑγιαίνουσιν γλυκὺ τοῖς δὲ ἰκτεριῶσι πικρόν. ὁμοίως καὶ τράχηλος περιστερᾶς τοῖς μὲν φαίνεται λευκὸς τοῖς δὲ φαιὸς τοῖς δὲ μέλας. καὶ δῆλον ἐντεῦθεν ὅτι οὔτε τὸ μέλι ἰδίαν ἔχει φύσιν καὶ χυμὸν οὔτε ὁ τράχηλος τῆς περιστερᾶς μίαν ἔχει χροιάν. φαμὲν οὖν πρὸς τούτους ὅτι πρῶτον μὲν οὐδεὶς ἐκ τῶν παρὰ φύσιν κρίνει, ἀλλ’ ἐκ τῶν κατὰ φύσιν. ἄλλως τε δὲ καὶ ἐν αὐτοῖς τοῖς παρὰ φύσιν ἔστι τις αἰτία ἀναγκάζουσα τὸ μέλι τοῖς μὲν γλυκὺ φαίνεσθαι τοῖς δὲ πικρόν· τοῖς μὲν γὰρ κατὰ φύσιν ἔχουσιν γλυκύ ἐστι τὸ μέλι τοῖς δὲ ἰκτεριῶσι πικρόν ἐστιν, διότι ἡ θερμασία τοῦ μέλιτος ἀναλύουσα τὴν ἀναπεμπομένην τοῖς ἀγγείοις χολὴν ποιεῖ τὸ μέλι φαίνεσθαι πικρόν. καὶ ὁ τράχηλος δὲ τῆς περιστερᾶς αὐτὸς μὲν μίαν ἔχει χροιὰν πρὸς δὲ διαφόρους αἰτίας δοκεῖ πᾶσιν μὴ τὴν αὐτὴν ἔχειν χροιάν· τοῖς μὲν γὰρ κατ’ εὐθυωρίαν ὁρῶσιν ὁ αὐτὸς ἀεὶ φαίνεται, τοῖς δὲ κατὰ ἀντανάκλασιν ἄλλως ἄλλοτε δοκεῖ ἔχειν χρῶμα· ἐν ἡλίῳ γὰρ φαινόμενος ἑτέροις ἑτέρως φαίνεται ἢ διὰ τὴν τῶν ὁρώντων διάφορον θέσιν ἢ διὰ τὰς τοῦ ἡλίου ἀκτῖνας ἢ δι’ ἄλλας τοιαύτας αἰτίας.
第三是关系的布置。我们说,哲学家仅用三个要点便完成了关于关系的讨论:首先他提出不真实的粗略描述,其次是关系的固有属性,第三则是完备且经受检验的粗略描述。这也是合乎情理的;因为他不希望毫不费力或不劳而获地将我们引向更真实的事物,而是预先用错误的诡辩训练我们,在预先涤除错误之后,才这样将我们引向真实的传授。在这些之中是第三要点。 第四,让我们探究它们的实在。应当知道,关于关系产生了不同的观点:一些人认为一切事物都是关系,而另一些人则认为没有任何事物是关系。但让我们通过驳斥双方,引入我们自身那真实的观点,即在存在的事物中,有些是关系,而有些则不是关系。那些主张一切事物皆属于关系的人使用了两条论据,其中一条是三段论式的,另一条则是取自实际现象的。三段论式的论据如下:他们说,一切存在的事物都是范畴,诸范畴是属,诸属是关系,因此一切存在的事物都是关系。对此我们说,他们错误地主张诸范畴是属;因为你们希望它们在何种意义上是属呢?是作为属的关联吗?但这实属荒谬;相反,它们被称为属,是因为它们接受了属的关联,而不再是因为它们依其自身就是属的关联。因此,由此推导出的论点是:一切范畴分有属的关联,并且它们不是关系本身,而是具有关系的关联,这恰恰就是我们所说的范畴的质料作为底层承受着关系。这就是那些企图主张一切皆属于关系之人的三段论式论据。 而取自实际现象的论据则如下:他们说蜂蜜对某些人是甜的,对另一些人则是苦的;因为对健康的人来说是甜的,对患黄疸的人来说则是苦的。同样,鸽子的颈部对某些人显得是白的,对另一些人显得是灰的,对其他人则显得是黑的。由此显而易见,蜂蜜既不具有固有的本性和滋味,鸽子的颈部也不具有单一的颜色。那么我们对这些人说:首先,没有人根据反常态的情况作判断,而是根据顺应自然本态的情况作判断。此外,即使在那些反常态的情况本身之中,也存在某种原因,迫使蜂蜜对某些人显得甜而对另一些人显得苦;因为对处于顺应自然本态的人来说蜂蜜是甜的,但对患黄疸的人来说则是苦的,因为蜂蜜的热性分解了被输送到脉管中的胆汁,使蜂蜜显得发苦。而且鸽子的颈部自身固然具有单一的颜色,但鉴于各种不同的原因,对所有人而言它似乎并不具有相同的颜色;因为对正面直视的人来说它始终显得相同,但对顺应反光观看的人来说,它在不同时候似乎具有不同的颜色;因为当在阳光下显现时,它对不同的人显现得各不相同,或由于观看者不同的位置,或由于太阳的光线,或由于其他类似的原因。
- 19.1τοῦ τῶν ὄντων τὰ μὲν εἶναι πρός τι τὰ δὲ μὴ εἶναι πρός τι
由中性单数属格冠词 τοῦ 引出的不定式结构(τὰ μὲν εἶναι...)充当同位属格(解释性属格),具体阐明前置名词短语 τὴν ἡμετέραν δόξαν(“我们的观点”)的具体内容。
- 19.1ὡς γενικὴν ἀναδεξάμενοι σχέσιν
虽然该分句的语法主语是 αἱ κατηγορίαι(阴性复数),但分词 ἀναδεξάμενοι 却作阳性复数主格。这是依意义一致(constructio ad sensum)的构拟,着眼于承受属之关联的具体事物或受容者,而非范畴这一词本身的语法性。
