- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:96.32-97.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗引入亚里士多德《范畴篇》第7章关于关系的开端(6a36),提出了有关关系的五个探究论点,并讨论了其中的前两个:论述次序变动的原因(与最初的列举不同,在此将关系先于性质进行传授的四个理由)以及标题问题(评估单数与复数标题的优劣)。
Περὶ τῶν πρός τι.
论关系。
"Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον." Ἐπειδὴ πέντε παρακολουθήματα ἕπεται τοῖς πρός τι, τὸ λέγεσθαι, τὸ διδάσκεσθαι, τὸ εἶναι, τὸ γένος εἶναι, τὸ συναριθμεῖσθαι ταῖς κατηγορίαις, ἰσάριθμον καὶ ἡμεῖς τὴν ζήτησιν ποιησώμεθα· διότι μὲν λέγονται, ζητήσωμεν τὴν αἰτίαν τῆς ἐπιγραφῆς, διότι δὲ διδάσκονται,1 ζητήσωμεν τὴν διασκευὴν τῶν πρός τι, διότι δὲ εἰσίν, τὴν τούτων ὑπόστασιν πολυπραγμονήσωμεν, διότι δὲ γένη εἰσίν, ἀναγκαῖον τὰ τούτων εἴδη μαθεῖν, διότι δὲ συναριθμοῦνται ταῖς κατηγορίαις, τὴν τάξιν ζητήσωμεν. ἀφ’ ἧς καὶ τὴν ἀρχὴν ποιησώμεθα. διαφωνεῖ τοίνυν ὁ Ἀριστοτέλης ἑαυτῷ· ἐν μὲν γὰρ τῇ ἀπαριθμήσει τῶν κατηγοριῶν τὸ ποιὸν τοῦ πρός τι προέταξεν, νυνὶ δὲ ἐν τῇ διδασκαλίᾳ τὸ πρός τι τοῦ ποιοῦ. πόθεν οὖν; φαμὲν ὡς οὐδὲν ἄτοπον· ὅπου μὲν γὰρ ἀπαρίθμησις ψιλὴ ἦν, εἰκὸς ἦν προηγεῖσθαι τὰ καθ’ αὑτὰ τῶν ἐν σχέσει, καὶ διὰ τοῦτο προηγεῖται τὸ ποιὸν τοῦ πρός τι· ὅπου δὲ διδασκαλία ὑπῆρχεν, διὰ τέσσαρας αἰτίας ἠναγκάσθη τὸ πρός τι προτάξαι τοῦ ποιοῦ. καὶ πρώτη μέν ἐστιν αἰτία αὕτη· ἐπειδὴ περὶ τοῦ ποσοῦ διαλεγόμενος τοῦ ἴσου καὶ ἀνίσου ἐμνήσθη, τὸ δὲ ἴσον καὶ ἄνισον τῶν πρός τι, τούτου χάριν μετὰ τὸ ποσὸν τὸ πρός τι ἐπήγαγεν. δευτέρα αἰτία· ἐπειδὴ πολὺς ἦν ὁ λόγος ἐν τῷ ποσῷ, 〈ὅτε〉 τῶν πρός τι ἐμνήσθη, ἵνα μὴ ἐπὶ πολὺ ἀνηκόους ἡμᾶς τούτων ἐάσῃ, τούτου χάριν εὐθέως μετὰ τὸ ποσὸν πρὸ τοῦ ποσοῦ2 τὴν 〈τῶν〉 πρός τι διδασκαλίαν προέθετο λέγειν. τρίτη αἰτία· ἐπειδὴ τὰ πρός τι οὐδεμίαν ἔχουσιν ὕλην καὶ ἐν πάσαις φαίνονται ταῖς κατηγορίαις, καὶ ὅτι ἐμπεσὼν ἐν τῷ ποσῷ ταῦτα ἐδίδαξεν, ἵνα μὴ ῥᾳδίως καὶ ἐν τῷ ποιῷ παραπεσὼν τὰ αὐτὰ διδάξῃ ἡμᾶς, τούτου χάριν τοῦ ποιοῦ 〈τὰ〉 πρός τι προέταξεν. τετάρτη αἰτία· ἐπειδὴ Πρωταγόρειος ἦν δόξα καὶ τὴν ποιότητα τῶν πρός τι εἶναι, ἵνα μὴ κἀκεῖσε γενόμενοι καὶ τὴν τῶν πρός τι φύσιν ἀγνοοῦντες μὴ δυνηθῶμεν τὴν τούτων δόξαν γνῶναι εἴτε ἀληθὴς εἴτε ψευδὴς ὑπάρχει, προέταξε τὰ πρός τι ὁ φιλόσοφος, ἵνα μὴ τῇ ἀγνοίᾳ συμβῇ ἀπατηθῆναι ἡμᾶς. ἐν τούτοις τὸ πρῶτόν ἐστι κεφάλαιον, ἐν ᾧ τὴν τάξιν ἐζητήσαμεν. φέρε δὲ λοιπὸν ἐπὶ τὴν ἐπιγραφὴν ἀναδράμωμεν. ἰστέον ὅτι τὰ μὲν τῶν ἀρχαιοτέρων βιβλία Περὶ τοῦ πρός τι ἐπιγράφουσι, τὰ δὲ τῶν νεωτέρων Περὶ τῶν πρός τι. καὶ αἱ δύο ἐπιγραφαὶ ἔχονται λόγου· ἐπειδὴ γὰρ ἐν τοῖς πρός τι μία ἐστὶν ἡ σχέσις καὶ διάφορα τὰ δεξάμενα τὴν σχέσιν, τούτου χάριν καὶ διάφορός ἐστιν ἡ τούτων ἐπιγραφή, καὶ διὰ μὲν τὴν σχέσιν μίαν οὖσαν ἐπιγέγραπται Περὶ τοῦ πρός τι, διὰ δὲ τὸ διάφορα εἶναι τὰ δεξάμενα τὴν σχέσιν ἐπιγέγραπται Περὶ τῶν πρός τι. ἡμεῖς δὲ τῇ ἑνικῇ ἐπιγραφῇ πεισθῶμεν, διότι ἀναλογεῖ ἡ μὲν σχέσις αἰτίῳ τὰ δὲ ὑποδεξάμενα τὴν σχέσιν αἰτιατῷ. εἰ οὖν ἐν τῷ αἰτίῳ καὶ αἰτιατῷ τὸ αἴτιον μᾶλλον ἐντιμότερόν ἐστιν, εἰκότως ἀκολουθοῦντες τῷ ἐντιμοτέρῳ οὕτω καὶ τὴν ἐπιγραφὴν ποιησώμεθα. ἐν τούτοις τὸ δεύτερόν ἐστι κεφάλαιον.
“凡是自身恰好作为属于他物者而被言说,或以任何其他方式与他物相关的这样一切事物,都被称为关系。” 既然五种附随事项伴随着关系——被言说、被传授、存在、作为属、与诸范畴一同被列举——那么我们也使探究在数量上与之一致:因为它们被言说,让我们探究标题的原因;因为它们被传授,让我们探究关系的布置;因为它们存在,让我们细致探究它们的实在;因为它们是属,便有必要明了它们的种;因为它们与诸范畴一同被列举,让我们探究它们的次序。我们就从这[次序]开始。 那么,亚里士多德与自身并不一致:因为在诸范畴的列举中他将性质置于关系之前,而如今在传授中却将关系置于性质之前。那么这源于何处呢?我们说这绝非荒谬:因为在纯粹列举的地方,依其自身者先于处于关系中的事物是合乎情理的,因此性质先于关系;但在传授存在的地方,由于四个原因,他被迫将关系置于性质之前。第一个原因是:既然在讨论数量时他提到了相等与不相等,而相等与不相等属于关系,因此在数量之后他引入了关系。第二个原因:既然在数量中的讨论颇为冗长,当他提到关系时,为了不让我们长期对这些茫无所知,因此紧接在数量之后、在[性质]之前,他打算陈述关于关系的传授。第三个原因:既然关系不具有任何质料,且显现于所有范畴之中,又因为深入数量时他传授了这些,为了不至于在性质中随意顺带涉足时又向我们传授同样的内容,因此他将关系置于性质之前。第四个原因:既然普罗泰戈拉派的主张认为性质也属于关系,为了不让我们在进展到那里时由于对关系的本性一无所知而无法判明他们的主张究竟是真还是假,哲学家先置了关系,免得我们因无知而受骗。 在这些之中是第一要点,在其中我们探究了次序。那么接下来让我们回头考察标题。应当知道,较古之人的著作题为《论关系》[单数],而较晚之人的著作题为《论诸关系者》[复数]。这两种标题都是言之成理的:因为在关系中,关联是一,而接受关联者是多样的,因此它们的标题也是多样的;由于关联是一,它被题为《论关系》,而由于接受关联者是多样的,它被题为《论诸关系者》。但我们当赞同单数的标题,因为关联相应于原因,而接受了关联者相应于结果。因此,如果在原因与结果中,原因更为尊贵,那么合乎情理地追随更尊贵者,我们也应当这样拟定标题。在这些之中是第二要点。
- 19.1διότι μὲν λέγονται... διότι δὲ διδάσκονται...
连词 διότι 在此并非单纯作解释性的“因为”,而是引出理由前提(“由于它们被言说……”),与前述五个带冠词不定词(τὸ λέγεσθαι, τὸ διδάσκεσθαι 等)逐一对应,构成推导出各探究论题的排比并列结构。
- 19.1πρὸ τοῦ ποσοῦ
校订文本作 πρὸ τοῦ ποσοῦ(“在数量之前”),但鉴于紧接前文的 μετὰ τὸ ποσόν(“在数量之后”),以及全段讨论的核心乃是“为何在性质之前(πρὸ τοῦ ποιοῦ)讨论关系”,在此处境下显然意指“在性质之前”。虽保留原文字面,但在逻辑上应理解为 τοῦ ποιοῦ 之意。
