- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:95.24-96.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯解决了关于处所中相反性的疑难(天与地之间的间隔),论述了作为数量固有属性的“相等与不相等”的引入与定位,并通过解决有关单元、点和“现在”的疑难,结束了关于数量范畴的讲论。
πρὸς τοῦτό φαμεν ὅτι οὐκ αὐτοὶ ἐναντίοι εἰσίν, ἀλλ’ ἡ διάστασις ἡ μεταξὺ τούτων· οὗτοι γὰρ ὡς τόποι οὐκ εἰσὶν ἐναντίοι, ἀλλ’ ἡ μεταξὺ τούτων, ὡς εἴρηται, διάστασίς ἐστιν ἐναντία. ἡ δὲ διάστασις οὐκ ἔστι ποσόν, ἀλλὰ ποιόν. ἐν ποιοῖς ἄρα ἡ ἐναντιότης, ὥσπερ ἐλέγομεν καὶ ἐπὶ τοῦ μικροῦ καὶ τοῦ μεγάλου μὴ ταῦτα τὰ μεγέθη ἐναντία εἶναι,1 ἀλλὰ τὴν ποιότητα τὴν ἐν αὐτοῖς, τοῦτ’ ἔστι τὴν αὔξησιν καὶ τὴν μείωσιν. καὶ ἐπὶ τοῦ ἀριθμοῦ ὡσαύτως. ἐπειδὴ δὲ τὰ τῇ φύσει πλεῖστον διεστηκότα ἐναντία εἶναι ἐλέγομεν, οἷον οὐρανὸν καὶ γῆν, ἐνταῦθά τινες γενόμενοι βούλονται δεῖξαι ὡς οὐ πλεῖστον διέστηκεν ἀλλήλων ὁ οὐρανὸς καὶ ἡ γῆ. καὶ οὗτοι κέχρηνται λόγῳ τοιούτῳ καί φασιν ὅτι τὸ πλεῖστον διεστηκὸς ἐπίτασιν οὐ δέχεται· εἰ οὖν ἡ γῆ τοῦ οὐρανοῦ πλεῖστον διέστηκεν, πῶς λέγομεν ἔτι μᾶλλον ἀπέχειν τοῦ οὐρανοῦ τὸ ἡμισφαίριον τὸ ὑπὸ γῆν; πρὸς τούτους φαμὲν ὅτι οὐ δεῖ τεμαχίζειν τὸν οὐρανόν, ἀλλ’ ὅλον ὡς ὅλον θεωρεῖν αὐτόν· ὅλος γὰρ ὁ οὐρανὸς ἐπὶ πλεῖστον διέστηκε τῆς γῆς, καὶ οὐ τὸ μὲν αὐτοῦ μᾶλλον διέστηκε τὸ δὲ ἧττον. Εἰπὼν γοῦν ὁ φιλόσοφος πάντα τὰ ἐν τούτῳ ἰδίῳ ζητούμενα, μέτεισιν ἐπὶ τὸ τελευταῖον ἴδιον, τοῦτ’ ἔστι τὸ ἴσον τε καὶ τὸ ἄνισον, ἐφ’ ᾧ τὸν περὶ τοῦ ποσοῦ καταπαύει λόγον. τριῶν οὖν οὐσῶν ἀντιθέσεων, ταὐτοῦ — θατέρου, ἴσου — ἀνίσου, ὁμοίου — ἀνομοίου, τὸ μὲν ταὐτὸν καὶ θάτερον ἐπὶ οὐσίας φέρεται, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐπὶ τοῦ ποιοῦ, τὸ δὲ ἴσον καὶ ἄνισον ἐπὶ τοῦ ποσοῦ. ἔσχεν οὖν πάροδον τοῦτο, τοῦτ’ ἔστι τὸ ἴσον καὶ ἄνισον, ἀπὸ τοῦ πρώτου ἰδίου, τοῦ καταμετρεῖσθαι· τὰ γὰρ μετρούμενα ἢ ἴσως μετροῦνται καὶ λέγονται εἶναι ἴσα, ἢ ἀνίσως καὶ λέγονται ἄνισα. πῶς οὖν τοῦτο τὸ ἴδιον, τὸ ἴσον καὶ ἄνισον, ἴδιον ἀποδέδωκε τοῦ ποσοῦ; * * * τὰ γὰρ πρός τι οὐκ ἔχει ἰδίαν ὕλην, ἀλλ’ εὑρίσκεται καὶ ἐν οὐσίαις καὶ ἐν ποιοῖς· ἐν μὲν οὖν οὐσίαις ὡς ὁ πατὴρ καὶ ὁ υἱός, ἐν ποιῷ δὲ ὡς ὅτε εἴπωμεν ὅμοιον καὶ ἀνόμοιον, ἐν ποσῷ δὲ ὡς ὅτε εἴπωμεν ἴσον 〈καὶ〉 ἄνισον. εἰ γοῦν ἐν πάσαις ταῖς κατηγορίαις εὑρίσκεται, οὐδὲν ἄτοπον καὶ νῦν ταύτην εὑρίσκεσθαι τὴν κατηγορίαν ἐν τῷ ἴσῳ καὶ ἀνίσῳ. καὶ καλῶς ὁ Ἀριστοτέλης παραφυάδι ἐοικέναι τὰ πρός τι εἶπεν ἐν τοῖς Ἠθικοῖς, ὡς ἐν πάσαις ταῖς κατηγορίαις θεωρούμενα. ἀλλὰ ἀποροῦσιν εὐθέως· εἰ τοῦ ποσοῦ ἴδιόν ἐστι τὸ ἴσον καὶ ἄνισον, πῶς ἡ μονὰς λέγεται ὡς εἰς δύο ἡμίσεα καταμετρουμένη ἤγουν ἴσα, 〈ἴση μέν〉, ἄνισος δὲ οὐ λέγεται; πῶς τὸ σημεῖον καὶ τὸ νῦν οὔτε ἴσον λέγεται οὔτε ἄνισον; ταῦτα γὰρ μέρη μὴ ἔχοντα οὐδὲ ὅλως καταμετρεῖται. πρὸς ταῦτα δύο τινὰς ἐπιλύσεις προβαλλόμεθα, μίαν μὲν κοινὴν τῶν τριῶν, ἄλλην δὲ ἰδίαν τῆς μονάδος. καὶ ἔστιν ἡ μὲν κοινὴ αὕτη· ὅτι ταῦτα οὐκ εἰσὶν ποσά, ἀλλ’ ἀρχαὶ ποσῶν, ἡμεῖς δὲ οὐ περὶ ἀρχῶν τοῦ ποσοῦ διαλεγόμεθα, ἀλλὰ περὶ αὐτοῦ τοῦ ποσοῦ. περὶ 〈δὲ〉 τῆς μονάδος φαμὲν ὅτι οὐδὲν ἄτοπον ταύτην εἰς ἴσα μὲν καταμετρεῖσθαι, εἰς ἄνισα δὲ μὴ καταμετρεῖσθαι· ὁ γὰρ Ἀριστοτέλης οὐκ εἶπε δεῖν πάντως τὰ δύο ἔχειν τὸ ποσόν,2 τοῦτ’ ἔστι τὸ ἴσον καὶ τὸ ἄνισον, ἀλλ’ ἢ τοῦτο ἢ ἐκεῖνο. εἰ δὲ τοῦτο, οὐδὲν ἄτοπον καὶ τὴν μονάδα εἰς ἴσα μὲν καταμετρεῖσθαι, εἰς ἄνισα δὲ μὴ καταμετρεῖσθαι, διότι οὐκ ἀνάγκη τὸ ποσὸν ἅμα τὰ δύο ἔχειν, ἀλλ’ ἢ τοῦτο ἢ ἐκεῖνο. τοῦτο πέρας τῆς προκειμένης θεωρίας καὶ τῶν περὶ τοῦ ποσοῦ λόγων. οὐκ ἐπεξήλθαμεν δὲ τῷ ῥητῷ, ἐπειδὴ πάντα καλῶς διήλθαμεν ἐν τῇ διεξόδῳ τῆς θεωρίας.
对此我们说,它们自身并不是相反者,而是它们之间的间隔是相反者;因为它们作为处所并不是相反者,但正如所说,它们之间的间隔是相反的。然而间隔不是数量,而是性质。因此相反性是在性质之中,正如我们对于小与大也曾说过的那样,并非这些大小是相反者,而是存在于它们之中的性质,也就是增长与缩小;对于数目也是同样。 既然我们曾说按本性相距最远者是相反者,比如天与地,某些人便进而试图证明天与地彼此并非相距最远。他们使用了如下的论证,并且说相距最远者不容许强化:因此,如果地距天最远,我们何以又说地下的半球距离天更为遥远呢?对这些人我们说,不应当割裂天,而应当将其作为整体按整体来考察;因为整个天距地最远,并不是说它的一部分相距更远而另一部分相距较近。 无论如何,哲学家在讲完了关于这一固有属性所探究的一切之后,过渡到最后的固有属性,即相等与不相等,并在此结束关于数量的讨论。既然存在三种对立,即同一与相异、相等与不相等、相似与不相似,那么同一与相异归于实体,相似与不相似归于性质,而相等与不相等归于数量。因此这一属性,即相等与不相等,是从第一个固有属性即被量度中引入的;因为被量度者要么被相等地量度而被说是相等的,要么被不相等地量度而被说是不相等的。那么,他何以将这一固有属性,即相等与不相等,赋予为数量的固有属性呢?* * * 因为关系并不具有自身的质料,而是既见于实体中,也见于性质中:在实体中如父亲与儿子,在性质中如当我们说相似与不相似时,在数量中如当我们说相等与不相等时。如果说它见于所有范畴之中,那么如今在相等与不相等中见到这一范畴,也是绝非荒谬的。亚里士多德在《伦理学》中说关系类似于旁枝,这是说得很好的,因为它是可以在所有范畴中被考察的。 然而他们随即提出疑难:如果相等与不相等是数量的固有属性,那么单元作为被度量为两个一半即相等的部分,何以被说是相等的,却不被说是不相等的呢?点和“现在”何以既不被称为相等的,也不被称为不相等的呢?因为这些由于没有部分,完全不被度量。针对这些,我们提出两种解决方案,一种是三者共通的,另一种则是单元特有的。共通的方案是:这些不是数量,而是数量的本原,而我们所讨论的不是数量的本原,而是数量自身。至于单元,我们则说,即使它被度量为相等者,而不被度量为不相等者,也绝非荒谬;因为亚里士多德并没有说数量必须完全具有这两者,即相等与不相等,而是说具有这一个或那一个。如果这样,那么单元被度量为相等者而不被度量为不相等者,也是绝非荒谬的,因为数量没有必要同时具有这两者,而是具有这一个或那一个即可。 这是所提出的理论考察以及关于数量的讨论的终结。我们没有逐字逐句地探讨原文,因为我们在理论考察的推进过程中已经很好地阐明了一切。
- 18.6ὥσπερ ἐλέγομεν καὶ ἐπὶ τοῦ μικροῦ καὶ τοῦ μεγάλου μὴ ταῦτα τὰ μεγέθη ἐναντία εἶναι
在由引述此前论断的动词 ἐλέγομεν 所引导的间接引语中,否定词使用了 μή 而非 οὐ。这是从属句中的宾格加不定式结构在表达说话者否认或规范性界定某一命题时所出现的用法。
- 18.6ὁ γὰρ Ἀριστοτέλης οὐκ εἶπε δεῖν πάντως τὰ δύο ἔχειν τὸ ποσόν
这是一个嵌套的不定式结构:οὐκ εἶπε 支配非人称动词 δεῖ 的不定式 δεῖν,后者又带补充不定式 ἔχειν。作为意义上主语的宾格 τὸ ποσόν 被倒置置于 ἔχειν 的宾语 τὰ δύο 之后。
