← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§94.20-95.24

关于大小与处所中相反性的考察

奥林匹奥多罗论述道,虽然当大与小在单一主体中作为增长与缩小的界限被考察时可以是相反者,但这种相反性本质上属于性质,大小仅仅是分有它;此外处所中上与下的相反性,出于位置者属于关系,出于本性者也仅是相反物体的接受者而已。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.6#3

ὅτε δὲ ἐν ἑνὶ ὑποκειμένῳ θεωροῦνται, τοῦτ’ ἔστιν αὔξησις ὄντα καὶ μείωσις, τότε ἐναντία ἐστίν· ἔστιν γὰρ ὅρος μὲν τῆς αὐξήσεως τὸ μέγα, ὅρος δὲ τῆς μειώσεως τὸ μικρόν. ταῦτα τοίνυν ἐναντία ἐστίν, ἐπειδὴ καὶ 〈ἡ〉 αὔξησις τῇ μειώσει ἐναντία· ἡ γὰρ αὔξησις καὶ ἡ μείωσις ὁδός ἐστιν ἐπὶ τὸ μικρόν τε καὶ μέγα· ὧν δὲ αἱ ὁδοὶ ἐναντίαι, τούτων καὶ τὰ πέρατα ἐναντία·1 τὸ ἄρα [τὸ] μικρὸν καὶ τὸ μέγα ἐναντία εἰσὶν ὡς πέρατα ὄντα αὐξήσεως καὶ μειώσεως. τί οὖν οὐ δυνατὸν ἀληθεύειν τὸν προκείμενον λόγον; φαμὲν ὅτι ναί, οὐχ ἧττον δὲ καὶ τὸν ἐν τῇ Μετὰ τὰ φυσικὰ εἰρημένον· τὸ γὰρ μέγα καὶ τὸ μικρόν, ὡς εἴρηται, ἐν ἑνὶ ὑποκειμένῳ ὄντα οὔκ εἰσιν ἐναντία· τὸ γὰρ μέγεθος τοῦ μικροῦ τῷ μεγέθει τοῦ μεγάλου οὐκ ἀντίκειται. ἀλλ’ εἰ ἄρα ἡ ἐν τούτοις θεωρουμένη αὔξησις τῇ μειώσει ἐναντία ἐστίν· ἡ δὲ αὔξησις καὶ μείωσις οὐκ ἔστι ποσὸν ἀλλὰ ποιόν, ὡς δειχθήσεται ἐν τοῖς περὶ τοῦ ποιοῦ λόγοις· ἐν ποιοῖς ἄρα ἡ ἐναντίωσις καὶ οὐκ ἐν ποσοῖς. ἡ δὲ ἔλλειψις καὶ ἡ πλεονεξία ἐναντία· τούτων γὰρ τὰ μεγέθη μετέχει. ὥστε καὶ αὐτὰ κατὰ συμβεβηκὸς ἐναντία ὡς μετέχοντα τῶν ἐναντίων, ὥσπερ καὶ τὸ ἄρτιον καὶ τὸ περιττόν φαμεν εἶναι ἐναντία· ἀριθμὸς γὰρ ἀριθμῷ οὐκ ἔστιν ἐναντίος, ἀρτιότης δὲ περιττότητος ἐναντία ἐστί. καὶ ὅμως φαμὲν τὸ ἄρτιον τῷ περιττῷ ἐναντίον εἶναι ὡς δεκτικὸν τῶν ἐναντίων. Ἀλλὰ ἀποροῦσί τινες πάλιν λέγοντες ὅτι ἐν τόπῳ ἐστὶν ἡ τοῦ ποσοῦ ἐναντιότης· φασὶ γὰρ ὅτι ὁ τόπος ποσόν, ὁ τόπος ἔχει ἐναντίον, ἐν τρίτῳ σχήματι τὸ ποσὸν ἔχει ἐναντίον. βουλόμενοι δὲ δεῖξαι ὅτι ἐν τόπῳ ἐστὶν ἡ ἐναντιότης, κέχρηνται συλλογισμῷ τοιούτῳ· τὸ ἄνω καὶ κάτω ποσόν· καὶ τοῦτο δείξωμεν δι’ ἑτέρου συλλογισμοῦ ἔχοντος οὕτως· τὸ ἄνω καὶ κάτω τόπος, ὁ τόπος ποσόν, τὸ ἄρα ἄνω καὶ κάτω ποσόν. πόθεν δὲ πάλιν τὸ ἄνω καὶ κάτω ἐναντίον; πάλιν κἀνταῦθα ἕτερος συλλογισμὸς τὸ ζητούμενον ἡμῖν παριστῶν· τὸ ἄνω καὶ κάτω πλεῖστα διέστηκεν, τὸ πλεῖστον διεστηκὸς ἐναντίον, τὸ ἄρα ἄνω καὶ κάτω ἐναντία. καὶ οὕτως μὲν ὁ συλλογισμὸς προῆλθεν δεικνὺς ὅτι ἐν τόπῳ ἐστὶ τὰ ἐναντία. πρὸς τούτους φαμὲν ὅτι ἐπειδὴ τὸ ἄνω καὶ κάτω διττόν, τὸ μὲν φύσει τὸ δὲ θέσει· φύσει μὲν ἄνω καὶ κάτω λέγεται καὶ ἡ γῆ καὶ ὁ οὐρανός, θέσει δὲ ὡς οἶκος δυνάμενος πρὸς ἄλλο καὶ ἄλλο παραλαμβανόμενος εἶναι καὶ ἄνω καὶ κάτω. ποῖον οὖν βούλεσθε ἄνω καὶ κάτω; τὸ φύσει ἢ τὸ θέσει; εἰ μὲν οὖν τὸ θέσει βούλεσθε ἄνω καὶ κάτω, ταῦτα οὐκ εἰσιν ἐναντία, ἀλλὰ πρός τι· δυνατὸν γὰρ τὸ αὐτὸ ἐπὶ τοῦ θέσει ἄνω καὶ κάτω λέγεσθαι. ταῦτα τοίνυν πρός τί εἰσι, καὶ οὐκ ἐναντία. εἰ δὲ μή, εὑρεθήσονται πάντες οἱ λόγοι ἁρμόζοντες ἐπὶ τοῦ μικροῦ καὶ μεγάλου.2 εἰ δὲ φύσει βούλεσθε ἄνω καὶ κάτω, οἱ τοιοῦτοι τόποι οὐκ εἰσιν ἐναντίοι αὐτοὶ καθ’ ἑαυτούς, 〈ἀλλ’〉 ἐναντίων σωμάτων δεκτικοί· οὕτω τὸν ἄνω τόπον δεκτικὸν εἶναι τοῦ πυρὸς κουφοτάτου ὑπάρχοντος λέγομεν, τὸν δὲ κάτω δεκτικὸν εἶναι τῆς γῆς ὡς βαρυτάτης. δῆλον οὖν ὅτι οἱ αὐτοὶ τόποι οὐκ εἰσὶν φυσικοὶ τῶν ἐναντίων καθ’ ἑαυτούς, ἀλλ’ εἰ ἄρα λέγοιντο ἐναντία, διότι ἐναντίων σωμάτων εἰσὶ δεκτικοί, λέγω δὴ πυρὸς καὶ γῆς, τούτου χάριν λέγονται. ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι καὶ οὗτοι οἱ τόποι, τὸ ἄνω καὶ κάτω, ἐναντία εἰσὶν ὡς πλεῖστον διεστηκότα ἀπ’ ἀλλήλων.

然而,当它们在单一主体中被考察时,也就是作为增长与缩小存在时,那时它们是相反者:因为增长的界限是大,缩小的界限是小。因此这些是相反者,因为增长也与缩小相反;因为增长与缩小是通向小与大的路径,而那些路径相反的事物,其端点也是相反的;因此,作为增长与缩小的端点,小与大是相反者。那么,难道所提出的说法不可能为真吗?我们说,是的,而且在《形而上学》中所说的说法也同样为真:因为正如所说,大与小在单一主体中存在时并不是相反者;因为小的大小并不与大的大小对立。但是,如果真是如此的话,在这些之中被考察的增长乃是与缩小相反的;然而增长与缩小不是数量而是性质,正如在关于性质的讨论中将要证明的那样;因此,相反性是在性质之中,而不是在数量之中。另一方面,不足与过度是相反者;因为大小分有它们。因此,这些自身作为分有相反者之物,也是在偶性上相反的,正如我们也说偶与奇是相反者一样:因为数目并不与数目相反,但偶性与奇性是相反的。然而我们依然说偶与奇相反,这是作为相反者的接受者而言的。 但有些人又提出疑难,说数量的相反性存在于处所中;因为他们说处所是数量,处所具有相反者,所以在第三格中数量具有相反者。他们为了证明相反性存在于处所中,使用了如下的三段论:上与下是数量。这一点我们将通过另一个如下的三段论来展示:上与下是处所,处所是数量,因此上与下是数量。那么,上与下何以又是相反者呢?在此同样有另一个三段论向我们呈现所寻求的问题:上与下相距最远,相距最远者是相反者,因此上与下是相反者。这样,三段论就逐步展示了相反者存在于处所之中。对于这些人,我们说,因为上与下有双重含义,一种出于本性,另一种出于位置:出于本性,地与天都被称为上与下,出于位置的如同一座房屋,当对照不同事物时,既能是上也能是下。那么,你们意指哪一种上与下呢?出于本性的还是出于位置的?如果你们意指出于位置的上与下,这些就不是相反者,而是关系:因为关于出于位置而言,同一事物有可能被称为上也被称为下。因此这些是关系而不是相反者;否则,所有适用于小与大的论证都会被发现同样适用。如果你们意指出于本性的上与下,这样的处所本身并不是相反者,而是相反物体的接受者:因此我们说,上面的处所是极轻的火的接受者,下面的处所则是作为极重的地的接受者。显然,这些处所自身就其自身而言在本性上并不属于相反者,如果它们被称为相反者,乃是因为它们是相反物体——我指的是火与地——的接受者,正因如此它们才被称为相反者。但是,也许有人会说,这些处所,即上与下,也是作为彼此相距最远者而是相反者的。

语法注2 条
  1. 18.6ὧν δὲ αἱ ὁδοὶ ἐναντίαι, τούτων καὶ τὰ πέρατα ἐναντία

    关系从句 ὧν αἱ ὁδοὶ ἐναντίαι 先于主句的指示代词 τούτων 的倒置结构。属格关系代词 ὧν 修饰 αἱ ὁδοὶ,意为“凡是其路径相反的事物”。

  2. 18.6εἰ δὲ μή, εὑρεθήσονται πάντες οἱ λόγοι ἁρμόζοντες ἐπὶ τοῦ μικροῦ καὶ μεγάλου

    惯用短语 εἰ δὲ μή 否定了紧接的前述命题(即“它们是关系而非相反者”),意为“否则”或“如果它们不是关系”。主句中分词 ἁρμόζοντες 与被动动词 εὑρεθήσονται 作表语连用,引出荒谬的推论:“所有论证都会被发现同样适用”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:94.20-95.24