- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:93.16-94.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者论证了大与小、多与少并非自身意义上的数量而是关系,并通过四个论证证明它们不可能是相反者,进而调和了普罗提诺以及《形而上学》中将它们称为相反者的说法。
τοῦτο ἔστιν πιστώσασθαι ἐκ τῆς ἐνεργείας· δι’ οὐδὲν γὰρ ἕτερον οὔτε τὴν γραμμὴν οὔτε τὴν ἐπιφάνειαν οὔτε τὸ σῶμα οὔτε τὸν τόπον ποσὰ λέγομεν εἶναι, εἰ μὴ ὅτι καθ’ αὑτά εἰσιν ποσά, καὶ οὐ δι’ ἄλλο, ὁπότε καὶ τὸ λευκὸν κατὰ συμβεβηκὸς ἐλέγομεν εἶναι ποσόν. πόθεν δὲ δῆλον ὅτι ταῦτα οὐκ ἔστι καθ’ αὑτά; φαμὲν ὅτι εἰ ἦσαν καθ’ αὑτά, οὐκ ἂν τὸ μέγα ἐλέγομεν μικρὸν οὔτε τὸ μικρὸν μέγα, οὔτε πάλιν τὸ πολὺ ὀλίγον οὔτε τὸ ὀλίγον πολύ. νυνὶ δὲ καὶ τὸ μικρὸν μέγα λέγομεν καὶ τὸ μέγα μικρόν· ἰδοὺ γὰρ τὸ μὲν ὄρος μέγα ὂν μικρὸν λέγομεν πρὸς ἕτερον ὄρος αὐτὸ παραβάλλοντες. ὁμοίως πάλιν καὶ τὴν μεγάλην κέγχρον, τοῦ ὄρους πάνυ μικροτάτην ὑπάρχουσαν, μεγάλην ταύτην λέγομεν πρὸς τὰ ὁμογενῆ ἀφορῶντες. ὁμοίως οὖν καὶ τὸ πολὺ λέγομεν ὀλίγον καὶ τὸ ὀλίγον πολύ· ἰδοὺ γὰρ τοὺς ἐν τῇ πόλει ὀλίγους ὄντας πολλοὺς λέγομεν, ἀφορῶντες πρὸς τοὺς ἐν τῇ οἰκίᾳ. ὅτι δὲ ταῦτα οὐκ εἰσιν ἐναντία, δείκνυμεν ἐκ τεσσάρων τινῶν ἐπιχειρημάτων, ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον· σκοπήσωμεν τὸ ἴδιον τῶν ἐναντίων καὶ τὸ ἴδιον τῶν πρός τι, καὶ ὃ δἂν ἴδιον ἁρμόζει τούτοις τοῖς ὀνόμασι, λεκτέον· ἴδιόν ἐστι τῶν πρός τι τὸ συνυπάρχειν τε ἀλλήλοις καὶ συναπάγεσθαι, ἴδιον δὲ τῶν ἐναντίων τὸ μήτε συνυπάρχειν μήτε συνυφίστασθαι ἀλλήλοις. εἰ οὖν τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον τὸ ἴδιον ἔχει τῶν πρός τι (ταῦτα γὰρ ἅμα λέγεται· τὸ γὰρ μέγα τινός ἐστιν μέγα, μικροῦ δηλονότι, καὶ τὸ πολὺ ὁμοίως τινός ἐστιν πολύ, ὀλίγου δηλονότι· καὶ ἅμα δὲ συνυφίστανται· δυνατὸν γάρ, ὡς ἐδείξαμεν, τὸ αὐτὸ εἶναι μέγα καὶ μικρόν), τὸ δὲ ἴδιον τῶν ἐναντίων οὐκ ἔχουσι (συνυφίστανται γὰρ καὶ συνυπάρχουσι, καίτοι τῶν ἐναντίων [τῶν] οὐχ οὕτω βουλομένων),1 οὐκ ἄρα ταῦτα ἐναντία ἐστίν, ἀλλὰ πρός τι. δεύτερον ἐπιχείρημα· εἰ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ἐναντία εἰσίν, ἔτι δὲ τὸ μέγα ἐκ πολλῶν μικρῶν σύγκειται, εὑρεθήσεται τι ἐξ ἐναντίων συγκείμενον, ὅπερ ἐστὶν ἀδύνατον. καὶ ἐπειδὴ τὰ μὲν ἐναντία φθαρτικά εἰσιν, τὰ δὲ μέρη συστατικὰ τοῦ ὅλου, ταῦτα δὲ ὑπεθέμεθα ἐξ ἐναντίων εἶναι, συμβήσεται τὸ φθαρτικὸν συστατικὸν γινόμενον ἐνταῦθα,2 ὅπερ ἄτοπον. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τοῦ πολλοῦ καὶ ὀλίγου. τρίτον ἐπιχείρημα· εἰ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον ἐναντία ἐστίν, ἐπεὶ δυνατὸν τὸ αὐτὸ πρᾶγμα, ὡς ἐδείξαμεν, κατὰ τὸν αὐτὸν χρόνον καὶ μέγα εἶναι καὶ μικρὸν πρὸς ἄλλο καὶ ἄλλο, ὥσπερ κέγχρον λέγομεν πρὸς μὲν τὰ ὁμογενῆ μεγάλην πρὸς δὲ τὸ ὄρος μικράν, εὑρεθήσεται τὸ μικρόν, εἰ τύχοι, ἢ τὸ μέγα δυνάμενον ἐν τῷ αὐτῷ χρόνῳ ἓν ἕκαστον ἐν παντὶ πράγματι τῶν ἐναντίων δεκτικόν. τέταρτον ἐπιχείρημα· εἰ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον ἐναντία κατὰ τὸν αὐτὸν χρόνον, εὑρεθήσεταί τι ἑαυτῷ ἐναντίον, ὅπερ ἄτοπον. Ἡμῶν οὖν διὰ τεσσάρων ἐπιχειρημάτων δειξάντων ὅτι τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ ἔστιν ἐναντία, πῶς ὁ Πλωτῖνός φησι καὶ αὐτὸς δὲ Ἀριστοτέλης ἐν τοῖς Μετὰ φυσικὰ τὸ μικρὸν καὶ τὸ μέγα ἐναντία εἶναι; φαμὲν οὖν ὅτι ἀμφότεροι οἱ λόγοι καθεστήκασιν ἀληθεῖς· ἐν μὲν γὰρ δύο ὑποκειμένοις ὄντα τὸ μέγα καὶ τὸ μικρὸν οὐκ εἰσιν ἐναντία ἀλλὰ πρός τι· εἰ γὰρ ταῦτα ἐν δύο ὑποκειμένοις, τὰ δὲ ἐναντία περὶ ἓν ὑποκείμενον μάχονται, δῆλον ὅτι ταῦτα οὐκ ἔστι ἐναντία. ὅτε μὲν οὖν εἰσιν ἐν δύο ὑποκειμένοις, οὐκ εἰσιν ἐναντία ἀλλὰ πρός τι.
这一点可以从实际运用中得到确证:因为我们之所以说线、面、物体或处所是数量,不是由于任何别的原因,而只是因为它们自身就是数量,而不是由于他物,既然我们曾说过连白在偶性上也是数量。那么,何以明白这些不是自身的呢?我们说,如果它们是自身的,我们就不会把大称为小,把小称为大,也不会把多称为少,把少称为多。但事实上,我们把小也称为大,把大也称为小:因为看哪,一座山固然是大,但将它与另一座山相比时,我们却称它为小。同样地,一粒大的小米虽然相比于山是极小的,但针对同类事物来看时,我们却称它为大。因此同样地,我们也把多称为少,把少称为多:因为看哪,城里的人虽然少,但针对屋里的人来看时,我们却称他们为多。至于这些不是相反者,我们通过四个论证来说明,其中第一个如下:让我们考察相反者的固有属性与关系的固有属性,凡是适合于这些名称的固有属性,都应当陈述。关系的固有属性是相互共存并且相互推定,而相反者的固有属性则是既不相互共存也不相互同时持存。因此,如果大与小、多与少具有关系的固有属性(因为这些是同时被言说的:因为大是某物的大,显然是小的大,多同样也是某物的多,显然是少的多;并且它们也同时持存:因为正如我们所指出的,同一事物可能既是大又是小),而它们不具有相反者的固有属性(因为尽管相反者的本性不愿如此,它们却同时持存且共存),那么这些就不是相反者,而是关系。第二个论证:如果大与小、多与少是相反者,而且大是由许多小所组成的,那么就会发现某种事物是由相反者组成的,而这是不可能的。而且既然相反者是破坏性的,而部分是整体的构成成分,而我们又设定了这些是由相反者构成的,那么在这里就会导致破坏性的东西变成了构成性的东西,这是荒谬的。同样的道理也适用于多与少。第三个论证:如果大与小、多与少是相反者,既然同一事物如我们所证明的那样,有可能在同一时间针对不同事物而言既是大又是小——就像我们称小米粒就同类事物而言是大,针对山而言则是小——那么就会发现,碰巧是小或者大,能够在同一时间内在一切事物中各自接受相反者。第四个论证:如果大与小、多与少在同一时间是相反者,就会发现某种事物与自身相反,这是荒谬的。那么,既然我们通过四个论证表明了大与小、多与少不是相反者,为何普罗提诺以及亚里士多德本人在《形而上学》中说小与大是相反者呢?我们于是说,两种说法都是真实的:因为存在于两个主体之中的大与小不是相反者而是关系;因为如果这些存在于两个主体之中,而相反者是围绕单一主体发生争执的,显然这些就不是相反者。因此,当它们存在于两个主体之中时,它们不是相反者而是关系。
- 18.6καίτοι τῶν ἐναντίων [τῶν] οὐχ οὕτω βουλομένων
由 καίτοι 引导的属格独立结构。名词 τῶν ἐναντίων 搭配 βούλομαι 的现在分词,将相反者(ἐναντία)的逻辑与本质要求拟人化,表达让步意义:“尽管相反者的本性不愿如此”。
- 18.6συμβήσεται τὸ φθαρτικὸν συστατικὸν γινόμενον ἐνταῦθα
动词 συμβαίνει(“结果导致……”)接主格补充主语的分词(γινόμενον),而非更常见的动词不定式(γενέσθαι)。主语 τὸ φθαρτικὸν 搭配表语形容词 συστατικὸν 和分词 γινόμενον,意为“导致破坏性的事物变成了构成性的事物”。
