← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§89.27-90.38

自身数量与偶性数量及无相反者的固有属性

奥林匹奥多罗讨论了自身数量与偶性数量的区分准则,论证了言说是自身数量,解释了由“无相反者”这一固有属性引出的确定与不确定数量的第四次划分,并解决了关于“此外”一词的使用以及同一固有属性在实体与数量中重复出现的两个疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.7#2

καὶ ἵνα δὲ τὰ καθ’ αὑτὰ ἐκ τῶν κατὰ συμβεβηκὸς διορίσωμεν, κεχρήμεθα κανόνι τοιούτῳ· ὧν τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον καθ’ αὑτὰ κατηγορεῖται,1 ταῦτα καθ’ αὑτὰ καὶ κυρίως ποσά ἐστιν, ὧν δὲ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον κατὰ συμβεβηκὸς κατηγορεῖται, ταῦτα κατὰ συμβεβηκὸς ποσά ἐστιν· οἷον τὸ λευκὸν κατὰ συμβεβηκὸς λέγεται εἶναι ποσόν· οὐκ αὐτὸ γὰρ τὸ λευκόν ἐστιν ποσόν, ἀλλὰ τὸ ὑποκείμενον τῷ λευκῷ· πρὸς γὰρ τὴν ἐπιφάνειαν τοῦ σώματος, ἐν ᾧ ἐστι τὸ λευκόν, οὕτω λέγομεν καὶ ποσὸν τὸ λευκόν. οὕτως καὶ τὸν Τρωϊκὸν πόλεμον ποσὸν λέγομεν κατὰ συμβεβηκός· διὰ γὰρ τὸν ὑποκείμενον χρόνον τὸν δεκαετῆ πολὺς λέγεται εἶναι. ἀλλὰ ἀποροῦσί τινες ὅτι εἰ ταῦτα οὕτως ἔχει, διὰ τί μὴ καὶ τὸν λόγον κατὰ συμβεβηκὸς λέγομεν εἶναι ποσόν· καὶ γὰρ καὶ οὗτος διὰ τὴν παρέκτασιν τοῦ χρόνου, ἐν ᾧ ἐκφωνεῖται, λέγεται πολὺς εἶναι λόγος. πρὸς τοῦτό φαμεν ὅτι οὐ διὰ τοῦτο λέγεται πολὺς καὶ μακρός, ἀλλὰ καθ’ ἑαυτόν ἐστιν μέγας. ὅθεν εἰ βουληθείημεν μακρὸν ἐκφωνῆσαι, πλέον διαστέλλομεν τὴν ἀρτηρίαν καὶ ἐμπίπλαται πλείονος πνεύματος, εἰ δὲ τὸ ἐναντίον βραχύ τι καὶ μικρὸν ἐκφωνῆσαι θέλωμεν, οὐχ ὁμοίως οὔτε ἡ ἀρτηρία διαστέλλεται οὔτε πάλιν πληροῦται πνεύματος. καλῶς οὖν οὐ λέγομεν τὸν λόγον κατὰ συμβεβηκὸς εἶναι ποσόν, ἀλλὰ καθ’ αὑτόν, ὡς ἐδείξαμεν. καὶ ταῦτα μὲν περὶ τῆς τρίτης διαιρέσεως. μέτεισι δὲ λοιπὸν ἐπὶ τὴν τετάρτην διαίρεσιν ὁ φιλόσοφος, οὐκ ἀμέσως, ἀλλὰ παραδίδωσιν ἴδιον τοῦ ποσοῦ λόγον, ὅτι ἴδιόν ἐστι τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον, καὶ ἐκ τούτου ὥσπερ πόρισμά τι ἀναφαίνεται ἡ τετάρτη διαίρεσις ἡ λέγουσι2 ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστιν ὁριστὸν τὸ δὲ ἀόριστον, καὶ ὁριστὸν μὲν ὡς τὰ ἑπτὰ εἴδη, οἷον γραμμή, ἐπιφάνεια, σῶμα, τόπος, χρόνος, λόγος, ἀριθμός, ἀόριστον δὲ τό τε μέγα καὶ τὸ μικρόν, πολὺ καὶ ὀλίγον. Ἀλλὰ καὶ ἐνταῦθα γενόμενοί τινες καὶ τὴν λέξιν βασανίσαντες ἀποροῦσι δύο τινὰς ἀπορίας, πρώτην μὲν ὅτι τίνος χάριν πρῶτον ἴδιον βουλόμενος ἀποδοῦναι τοῦ ποσοῦ ὁ Ἀριστοτέλης εἶπεν ἔτι δὲ ἴδιον τοῦ ποσοῦ λέγεται τὸ μηδὲν ἔχειν ἐναντίον. διὰ τί τὸ ἔτι προσέθηκεν μηδενὸς εἰρημένου ἰδίου· τοῦτο γὰρ τὸ πρόσρημα εἴωθεν ἐπί τισιν προειρημένοις λέγεσθαι, ἐνταῦθα δὲ οὐδὲν ἴδιον ἀποδέδωκε πρὸ τούτου τοῦ ἰδίου· οὐκ ἄρα καλῶς ἔγκειται τοῦτο τὸ πρόσρημα. πρὸς τοῦτό φαμεν ὅτι οὐ μάτην ὁ φιλόσοφος τέθεικεν τοῦτο· εἰ γὰρ καὶ μὴ φανερῶς εἶπεν ἕτερον ἴδιον τοῦ ποσοῦ, ἀλλ’ οὖν λεληθότως ἔλεγεν ἄνω ἴδιον εἶναι τοῦ ποσοῦ τὸ καταμετρεῖσθαι, ὅπου ἔλεγε τὸν λόγον ποσὸν ὄντα καταμετρεῖσθαι βραχείᾳ καὶ μακρᾷ συλλαβῇ. καὶ αὕτη μὲν ἡ πρώτη ἀπορία τε καὶ ἐπίλυσις. δευτέραν δὲ ἀπορίαν πάλιν προφέρουσι λέγοντες ὅτι εἰ ἄνω περὶ τῆς οὐσίας διαλεγόμενος ἔλεγεν ἴδιον εἶναι ταύτης τὸ μηδὲν ἔχειν ἐναντίον, διὰ τί φιλοσύντομος ὢν ὁ φιλόσοφος τὸ αὐτὸ ἴδιον πάλιν ὑφ’ ἑτέραν κατηγορίαν ἀνήγαγεν. καί φαμεν ὅτι οὐ μόνον ἐπειδήπερ τὸ ἴδιον δύο τινὰ βούλεται ἔχειν, τό τε μόνῳ ἐφαρμόζειν καὶ τὸ παντί, ἐκεῖ μὲν ἀναγαγὼν τὸ μηδὲν ἔχειν ἐναντίον ὑπὸ τὴν οὐσίαν ἔδειξεν ὅτι οὐ μόνῃ ὑπάρχει οὔτε τῇ οὐσίᾳ οὔτε τῷ ποσῷ, εἴ γε ἀμφοτέραις ἐφαρμόζει, ἐνταῦθα δὲ οὐ περὶ τοῦ εἰ μόνῳ τῷ ποσῷ ὑπάρχει ἢ μὴ μόνῳ πρόκειται αὐτῷ διαλαβεῖν, ἀλλ’ εἰ ἄρα παντὶ ὑπάρχει καὶ οὐ παντί. εἰ δὲ τοῦτο, οὐδὲν μάτην εἴρηται τῷ φιλοσόφῳ, ἀλλὰ τεχνικῶς ποιῶν ὑπὸ τὸ ποσὸν ἀνήγαγεν τοῦτο τὸ ἴδιον, ζητῶν εἰ παντὶ ὑπάρχει καὶ εἰ μὴ παντί. ἄλλως δὲ ἡμεῖς τῆς συντομίας θαυμάσομεν τὸν φιλόσοφον,3 διότι μὴ ὥσπερ ἐν τῇ οὐσίᾳ ἐπειράθη δεῖξαι εἰ μόνῳ ὑπάρχει καὶ παντί, οὕτω καὶ ἐνταῦθα· ἐνταῦθα γὰρ πειρᾶται, ὡς εἰρήκαμεν, ἀποδεῖξαι εἰ παντὶ ὑπάρχει καὶ εἰ μὴ παντί, παραλείψας τὸ μὴ μόνῳ καὶ μόνῳ ἐκ τῶν λεγομένων ἐν τῇ περὶ τῆς οὐσίας διδασκαλίᾳ. τοῦτο πέρας τῆς παρούσης θεωρίας.

为了把自身者与偶性者区分开来,我们使用这样一条准则:凡是“大”与“小”、“多”与“少”自身作为其谓词者,这些就是自身且本义上的数量;凡是“大”与“小”、“多”与“少”作为偶性而作为其谓词者,这些就是偶性的数量。例如白色被称为是偶性的数量;因为并非白色本身是数量,而是作为白色的底体者是数量;因为依照含有白色的物体的表面,我们才如此把白色也称为数量。同样,我们也说特洛伊战争是偶性的数量;因为凭借其底体所有的十年时间,它才被称为是长久的。但有些人提出疑难:如果情况如此,为什么我们不说言说也是偶性的数量呢?因为言说也是由于其被发声时的时间延伸,才被称为长篇言说的。对此我们说,并非由于这个原因它被称为很多且很长,而是它自身就是大的。因此,如果我们想要发出长音,我们就会把气管扩张得更多,它就会充满更多的气息;但反之如果我们想要发出某种短小的音,气管既不会同样扩张,也不会同样充满气息。因此,正如我们所表明的,我们不把言说称为偶性的数量,而是称其为自身的数量,这是恰当的。关于第三次划分就谈这些。接下来哲学家过渡到第四次划分,并非直接过渡,而是传授了数量的固有特征,即没有任何相反者是数量的固有属性,而从这里显现出第四次划分,犹如某种推论,说数量中有些是确定的,有些是不确定的;确定者如七个种——例如线、表面、物体、场所、时间、言说、数目;不确定者如“大”与“小”、“多”与“少”。但有些人也来到这里并审视了字句,提出了两个疑难。第一个疑难是:亚里士多德想要给出数量的第一个固有属性,是为了什么缘故而说“此外,没有任何相反者被称为数量的固有属性”呢?在没有言明任何固有属性的情况下,他为何添加了“此外”呢?因为这个附加词习惯于针对某些前述事物而言,但在此处,在这个固有属性之前他并未给出任何固有属性;因此这个附加词置放得并不妥当。对此我们说,哲学家并非徒劳地放置了这一词;因为即使他没有公开言明数量的另一固有属性,但他在上文曾隐秘地说被度量是数量的固有属性,当时他说言说作为数量是通过短音节和长音节来度量的。这就是第一个疑难及其解决。他们又提出第二个疑难,说如果在上文论述实体时他说没有任何相反者是实体的固有属性,为什么喜爱简练的哲学家又把同一固有属性归入另一个范畴之下呢?我们说,不仅是因为固有属性要求具有两点,即仅适用于它以及适用于全部:在那边,他把没有任何相反者归入实体之下,表明了它既非仅属于实体,也非仅属于数量,既然它适用于两者;而在这里,他的主旨并非讨论它是否仅属于数量或不仅属于数量,而是它是否确实属于全部还是不属于全部。如果是这样,哲学家所说的话就没有一句是徒劳的,而是以合乎技艺的方式行事,把这一固有属性归入数量之下,考察它是否属于全部以及是否不属于全部。在另一方面,我们也要赞赏哲学家的简练,因为他并没有像在实体中那样,试图在这里也表明它是否仅属于它以及属于全部;因为正如我们所说,他在此处试图证明它是否属于全部以及是否不属于全部,而省略了关于实体的学说中所论及的“不仅属于”与“仅属于”。这就是本次讲课的终结。

语法注3 条
  1. 17.7ὧν τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον καθ’ αὑτὰ κατηγορεῖται

    关系代词 ὧν 是由动词 κατηγορεῖται 所支配的属格,表示被施加谓述的对象(动词 κατηγορέω 支配表示被断定对象的属格)。后接的 ταῦτα 则是作为主句主语承接这一先行词的指示代词。

  2. 17.7ἡ λέγουσι

    写本异文 ἡ λέγουσι 既可能是与先行词 ἡ τετάρτη διαίρεσις 一致的阴性单数分词 λέγουσα 的传抄讹误,亦可理解为插入语式的“正如人们所说的(λέγουσι)”。无论何种情况,它都引导接续 ὅτι 的内容从句,陈述划分为确定与不确定数量的具体内容。

  3. 17.7τῆς συντομίας θαυμάσομεν τὸν φιλόσοφον

    动词 θαυμάζω 在此采用对格表示受赞赏的人(τὸν φιλόσοφον),采用属格表示其原因或由头(τῆς συντομίας,原因属格),意为“我们因其简练而赞赏哲学家”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:89.27-90.38