← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§88.15-89.27

数量的四重划分与具有位置的条件

奥林匹奥多罗注解亚里士多德《范畴篇》5a15,概述了数量的四重划分,继而探讨第二种划分(具有位置者与不具有位置者),分析了具有位置的三项必要条件、基于部分共存的简要定义,以及数目、言说和时间中所见的秩序与位置的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.7#1

" Ἔτι τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν." Τετραχῇ ποιεῖται τοῦ ποσοῦ τὴν διαίρεσιν ὁ φιλόσοφος· διαιρεῖ γὰρ τὸ ποσὸν εἰς συνεχὲς καὶ εἰς διωρισμένον, καὶ εἰς τὸ ἐκ θέσιν ἐχόντων καὶ οὐκ ἐχόντων θέσιν, καὶ εἰς τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, καὶ εἰς τὸ ὡρισμένον καὶ ἀόριστον. καὶ μὴ θαυμάσῃς, εἰ πολλαχῶς γέγονεν ἡ διαίρεσις, ὅπου γε καὶ τὸ ζῷον τετραχῶς διαιρεῖσθαί φαμεν, ἔκ τε τοῦ τόπου τῆς διαγωγῆς καὶ ἐκ τοῦ χρόνου τῆς ζωῆς καὶ ἐκ τῆς φρονήσεως καὶ ἐκ τοῦ τρόπου τῆς διοργανώσεως. καὶ ταύτῃ κοινωνεῖ τὸ ποσὸν τῷ ζῴῳ τὸ τετραχῶς διαιρεῖσθαι.1 τοῦτο δὲ γίνεται, ὅτι ἡ πρώτη διαίρεσις οὐκ ἐξισχύει πάσας τὰς τοῦ πράγματος διαλαβεῖν διαφοράς. διαλεχθεὶς τοίνυν περὶ τῆς πρώτης διαιρέσεως ἐπὶ τὴν δευτέραν μεταβαίνει λοιπὸν καί φησιν ὅτι τοῦ ποσοῦ τὸ μὲν ἔχει2 θέσιν τὸ δὲ οὐκ ἔχει θέσιν. ἀλλὰ δεῖ ἐπὶ τῶν θέσιν ἐχόντων τὰ τρία ταῦτα συνδραμεῖν, τοῦτ’ ἔστι τὸ ἔν τινι εἶναι, τὸ συνεχὲς εἶναι, τὸ δείξει ὑποπίπτειν, ὡς εἴ τι ἓν τούτων ἀποληφθείη,3 οὐκέτι λέγεται θέσιν ἔχειν τὸ τοιοῦτον πρᾶγμα· οἷον ὁ χρόνος καὶ ἔν τινί ἐστι καὶ συνεχής ἐστιν, ἀλλὰ διότι δείξει οὐχ ὑποπίπτει, οὐ λέγεται θέσιν ἔχειν. πάλιν τὸ λευκὸν καὶ δείξει ὑποπίπτει καὶ ἔν τινί ἐστι, διότι δὲ μή ἐστι συνεχές, οὐδὲ τοῦτο λέγεται θέσιν ἔχειν. ἡ δὲ ἑτέρα συζυγία οὐ συνίσταται· ἀδύνατον γὰρ πρᾶγμα καὶ δείξει ὑποπῖπτον καὶ συνεχὲς ὂν μὴ καὶ ἔν τινι εἶναι. ὅτι δὲ τὸ δείξει ὑποπῖπτον καὶ τὸ συνεχὲς ἔχει τὸ ἔν τινι εἶναι, δῆλον ἐντεῦθεν· εἰ τὸ συνεχὲς τοῦ ποσοῦ, τὸ δὲ ποσὸν συμβεβηκός, τὸ δὲ συμβεβηκὸς ἔν τινι, καὶ τὸ συνεχὲς ἄρα ἔν τινι. καὶ ὁ μὲν φιλόσοφος περὶ τῶν θέσιν ἐχόντων τοὺς τρεῖς τούτους ἀποδέδωκε μόνους προσδιωρισμούς, ἡμεῖς δὲ συντομώτερόν φαμεν ὅτι ‘ταῦτα θέσιν ἔχει, ὧν τὰ μέρη ἀναμένει ἄλληλα’, ἔτι συντομώτερον ‘θέσιν ἔχειν λέγονται τὰ μεγέθη’· οἷον ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα καὶ ὁ τόπος θέσιν ἔχει, διότι μεγέθη εἰσὶν καὶ τὰ μέρη ἔχει ἀναμένοντα ἄλληλα, ἀριθμὸς δὲ καὶ λόγος καὶ χρόνος οὐκ ἔχει θέσιν, διότι οὔτε μεγέθη εἰσὶν οὔτε τὰ μέρη τούτων ἀναμένει ἄλληλα. ὁ τοίνυν ἀριθμὸς διττός ἐστιν, ὁ μὲν ἀριθμῶν ὁ δὲ ἀριθμούμενος. καὶ ὁ μὲν ἀριθμούμενος λέγεται θέσιν ἔχειν (τούτου γὰρ τὰ μέρη ἀναμένει ἄλληλα), ὁ δὲ ἀριθμῶν, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, οὔτε τὰ μέρη ἔχει ἀναμένοντα ἄλληλα καὶ ποσόν ἐστιν. ἡμεῖς δέ, ὡς εἰρήκαμεν, περὶ τοῦ μετροῦντος διαλεγόμεθα καὶ οὐ περὶ τοῦ μετρουμένου· ὁ γὰρ μετρούμενος ὑπὸ ταύτην ἀνάγεται τὴν κατηγορίαν, ὑφ’ ἣν καὶ τὰ ἀριθμούμενα πράγματα. ἀλλὰ ἀποροῦσιν εὐθέως λέγοντες ὅτι καὶ ὁ χρόνος καὶ ὁ λόγος θέσιν ἔχει, διότι θεωρεῖται ἐν τούτοις τὸ πρῶτον καὶ τὸ δεύτερον, καὶ ἔτι μέντοι γε ἐν τῷ ἀριθμῷ· ἐν μὲν γὰρ τῷ ἀριθμῷ ἐστι τὸ πρῶτον καὶ τὸ δεύτερον, ὡς ἡ μονάς ἐστιν πρῶτον τῆς δυάδος, ἐν δὲ τῷ λόγῳ τὸ προοίμιον πρὸ τῆς διηγήσεως καὶ αὕτη πρὸ τῶν ἀγώνων, καὶ οὗτοι πρὸ τῶν ἐπιλόγων, ἐν δὲ τῷ χρόνῳ, ὅτι μετὰ τὸ θέρος οὐχ ἡ τυχοῦσά ἐστι τροπή, ἀλλὰ τὸ φθινόπωρον. τούτου γοῦν χάριν ταῦτα λέγουσιν ἔχειν θέσιν, διότι θεωρεῖται ἐν αὐτοῖς τὸ πρῶτον καὶ τὸ δεύτερον. πρὸς οὕς φαμεν ὅτι ταῦτα θέσιν οὐκ ἔχει, ἀλλὰ μᾶλλον τάξιν. οὐ ταὐτὸν δέ ἐστι τὸ ἔχειν τάξιν καὶ θέσιν· ἐπὶ πλέον γάρ ἐστιν ἡ τάξις· εἴ τι μὲν γὰρ τάξιν ἔχει, τοῦτο καὶ θέσιν, οὐκ εἴ τι δὲ θέσιν ἔχει, ἤδη καὶ τάξιν ἔχει. καὶ ταῦτα μὲν περὶ τῆς δευτέρας διαιρέσεως. Ἐφεξῆς δὲ πάλιν ἐπὶ τὴν τρίτην μέτεισιν ὁ φιλόσοφος λέγων ‘τοῦ ποσοῦ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός’.

“此外,[数量中]有些是由其内部各部分彼此具有位置者所组成的,有些则不是由具有位置者所组成的。” 哲学家从四个方面对数量进行划分;因为他将数量划分为连续的与分离的、由具有位置者组成与不具有位置者组成的、自身的与偶性的,以及确定的与不确定的。如果划分以多种方式产生,你切莫惊异,既然我们说动物也是从四个方面划分的:从生活的居所、寿命的时间、明智,以及器官构造的方式。在这方面,数量与动物共有被四重划分的特征。之所以如此,是因为初次的划分不足以把握事物的所有差异。因此,在讨论了初次的划分之后,他接着过渡到第二次划分,并说数量中有的具有位置,有的不具有位置。但是在具有位置者中,这三者必须同时具备,即:存在于某物之中、是连续的,以及处于指示之下;以至于这三者中若有任何一个被剥离,此类事物便不再被称为具有位置。例如时间既存在于某物中,又是连续的,但由于它不处于指示之下,便不被称为具有位置。反之,白色既处于指示之下,又存在于某物中,但由于它不是连续的,它也不被称为具有位置。另一种组合则不成立;因为一个既处于指示之下又是连续的事物,不可能不同时存在于某物之中。至于处于指示之下且连续者具有“存在于某物之中”,从以下方面是显而易见的:如果连续者属于数量,而数量是偶性,偶性存在于某物中,那么连续者也存在于某物中。哲学家对于具有位置者只给出了这三个附加规定,而我们则更为简要地说,“那些部分彼此等待[共存]者具有位置”,更为简要地说,“量度被称为具有位置”;例如线、表面、物体和场所具有位置,因为它们是量度且具有彼此等待[共存]的部分,而数目、言说和时间则不具有位置,因为它们既不是量度,其部分也不彼此等待[共存]。数目是双重的,一方面是用于计算的数,另一方面是被计算的数。被计算的数被称为具有位置(因为它的部分彼此等待[共存]),而我们现在所论述的用于计算的数,既不具有彼此等待[共存]的部分,并且它是数量。但正如我们所说,我们是在讨论度量者而非被度量者;因为被度量者归属于被计算的事物所归属的那个范畴之下。但他们立即提出疑难,说时间和言说也都具有位置,因为在它们之中可以观察到第一者与第二者,而且在数目中也是如此;因为在数目中有第一者与第二者,如一在二之前为第一,而在言说中序言在叙事之前,叙事在论辩之前,论辩在结语之前,在时间中[可以观察到]是因为夏天之后不是任意的时节,而是秋天。正是为此缘故,由于在它们之中可以观察到第一者与第二者,他们便说这些具有位置。对他们我们说,这些并不具有位置,而是具有秩序。具有秩序与具有位置并非同一回事;因为秩序的范围更广。因为如果某物具有秩序,它也[具有]位置,但并非如果某物具有位置,它就已具有秩序。关于第二次划分就谈这些。接下来,哲学家又进至第三次划分,说:“数量中,有的是自身的,有的是偶性的”。

语法注3 条
  1. 17.7καὶ ταύτῃ κοινωνεῖ τὸ ποσὸν τῷ ζῴῳ τὸ τετραχῶς διαιρεῖσθαι

    带冠词的不定式 τὸ τετραχῶς διαιρεῖσθαι 作为同位语,直接说明副词性与格 ταύτῃ(“在这方面”)的具体内容。句子的主语是 τὸ ποσόν,τῷ ζῴῳ 则是动词 κοινωνεῖ 的间接宾语。

  2. 17.7ἐπὶ πλέον γάρ ἐστιν ἡ τάξις· εἴ τι μὲν γὰρ τάξιν ἔχει, τοῦτο καὶ θέσιν, οὐκ εἴ τι δὲ θέσιν ἔχει, ἤδη καὶ τάξιν ἔχει

    紧承前句“秩序的范围更广”(ἐπὶ πλέον γάρ ἐστιν ἡ τάξις),在逻辑上本应得出“若某物具有位置,则它也具有秩序,但若某物具有秩序,则未必具有位置”。然而现存希腊语抄本文本在词序上颠倒了二者。翻译在句法上忠实保留了原文的语序,即以 εἴ τι... τάξιν ἔχει 为前件。

  3. 17.7ὡς εἴ τι ἓν τούτων ἀποληφθείη

    ὡς 引导一个结果从句(呼应后文的 οὐκέτι λέγεται),并在其内部嵌套了一个带有希求法 ἀποληφθείη 的条件从句。条件从句的主语是 τι ἓν τούτων(“这其中的任何一个”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:88.15-89.27