← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§91.2-92.5

依部分位置的数量划分及逐条注解

奥林匹奥多罗注解《范畴篇》5a15–38各条文(由互具位置的部分构成的数量与否、线、立体、场所与时间的部分特征、本义的数量),解释亚里士多德为何避免直接说“具有位置”而强调由部分构成,以及为何用“立体”而非“物体”等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

" Ἔτι τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν." Καλῶς οὐκ εἶπεν ὁ φιλόσοφος περὶ τοῦ ποσοῦ ὅτι τὸ μὲν θέσιν ἔχει τὸ δὲ οὐκ ἔχει θέσιν, ἵνα τὴν φερομένην ἀπορίαν ἐκφύγῃ· εἰ γὰρ εἶπεν θέσιν, ἠπόρησεν ἄν τις λέγων ὅτι ὁ τόπος θέσιν ἔχει, τὸ δὲ θέσιν ἔχον ἐν τόπῳ, ὁ τόπος ἄρα ἐν τόπῳ, ὅπερ ἄτοπον. ἵνα δὲ τὴν ἀπορίαν καὶ τὴν ἐπίλυσιν δημοσιεύσωμεν, εἴπωμεν οὕτως· ἡ θέσις διττή, ἡ μὲν τῶν μερῶν ἀλληλουχία εἰς τὸ ὅλον, ἡ δὲ τοῦ ὅλου ἔν τινι ἑτέρῳ ἔξωθεν ὄντι. διὰ τοῦτο οὖν οὐκ εἶπεν ‘θέσιν ἔχειν’, ἵνα μὴ ἡμεῖς διαμάρτωμεν καὶ τὸ σημαινόμενον ἐκεῖνο νοήσωμεν τὸ λέγον θέσιν εἶναι τὴν τοῦ ὅλου ἐν ἑτέρῳ ἔξωθεν ὄντι.1 νυνὶ δὲ προσθεὶς τὴν ἐξ πρόθεσιν ἐσήμανεν ὅτι περὶ τῶν μερῶν τοῦ ὅλου διαλέγεται.

“此外,有些是由其中互具位置的各部分所构成,有些则不是由具位置的部分所构成。” 哲学家关于数量没有说“有些具有位置,有些不具有位置”,这是恰当的,以便避开流行的疑难。因为如果他说了“位置”,就会有人提出疑难说:场所具有位置,而具有位置者是在场所之中,因此场所就在场所之中,这是荒谬的。为了让我们公开这一疑难及其解决,我们且这样说:位置有双重含义,一种是各部分为了整体而彼此连结,另一种是整体在外部存在的另一事物之中。因此,正是由于这个缘故,他没有说“具有位置”,以免我们误入歧途,去领会那种主张位置是整体在外部存在的另一物之中的含义。而如今,通过加上介词 ἐξ,他表明了他所讨论的是整体的诸部分。

§18.2

"Οἷον τὰ μὲν τῆς γραμμῆς μόρια θέσιν ἔχει πρὸς ἄλληλα· ἕκαστον γὰρ κεῖταί που." Οὐκ ἐλέγομεν ἐν τῇ θεωρίᾳ ὅτι ἵνα γένηται τὰ θέσιν ἔχοντα, δεῖ συνδραμεῖν τρία τινὰ πρὸς γένεσιν τούτων, πρῶτον μὲν τὸ ἔν τινι εἶναι, δεύτερον 〈τὸ〉 δείξει ὑποπίπτειν, τρίτον τὸ συνεχὲς εἶναι; ταῦτα τοῦ φιλοσόφου λέγοντος ἄκουε· φησὶν γὰρ ὅτι ἕκαστον αὐτῶν κεῖταί που, ἵνα σημάνῃ〈τὸ〉 ἔν τινι, καὶ ἔχοις ἂν διαλαβεῖν καὶ ἀποδοῦναι ποῦ ἕκαστον κεῖται,2 ἵνα τὸ δείξει ὑποπίπτον δηλώσῃ, τρίτον πάλιν ἐπήγαγεν καὶ πρὸς ποῖον μόριον τῶν λοιπῶν συνάπτει, ἵνα τὸ συνεχὲς ὑπαινίξηται.

“例如线的各部分彼此具有位置;因为各部分都位于某处。” 我们在讲课中难道没有说过吗:为了使具有位置的事物得以成立,三件事必须共同汇聚以实现它们的生成:第一是在某物之中,第二是服从于指明,第三是具有连续性?请听哲学家谈论这些!因为他说它们每一部分都位于某处,以此表示在某物之中;又说“你可以区分并指出每一部分位于何处”,以此表明服从于指明者;第三他又补充说“以及它与其余部分的何种部分相连接”,以此暗示具有连续性。

§18.3

"Καὶ τὰ τοῦ στερεοῦ δὲ ὡσαύτως καὶ τὰ τοῦ τόπου." Καλῶς οὐκ εἶπε σῶμα ἀλλὰ στερεόν, ἵνα τὴν εἰρημένην τῇ προτεραίᾳ ἀπορίαν ἐκφύγῃ τὴν λέγουσαν ὅτι τίνος χάριν τὸ σῶμα ὑπὸ τὴν οὐσίαν ἀναχθὲν ὑπὸ τὸ ποσὸν πάλιν ἀνήγαγεν· οἱ γὰρ μαθηματικοὶ σῶμα οὐκ ἐκάλουν τὸ ἔχον ἁπλῶς τὰς τρεῖς διαστάσεις, ἀλλὰ τὸ στερεόν.

“立体的[部分]同样如此,场所的[部分]也是如此。” 他恰当地没有说“物体”而是说“立体”,以便避开昨天所说的那条疑难——即说:为了何种缘故,物体已被归入实体之下,他又再次将其归入数量之下?因为数学家并不把单单具有三维的事物称为“物体”,而是称为“立体”。

§18.4

"Οὐδὲ τὰ τοῦ χρόνου· ὑπομένει γὰρ οὐδὲν τῶν τοῦ χρόνου μορίων." Οὐ γὰρ διττὴν εἰργάσατο τὴν διαίρεσιν; ποτὲ μὲν γὰρ συναπτομένην τοῖς τέτρασιν εἴδεσιν τοῦ συνεχοῦς ἐποίησεν τὴν3 * * * " Κυρίως δὲ ποσὰ μόνα ταῦτα λέγεται τὰ εἰρημένα." Ἐντεῦθεν ἐπὶ τὴν τρίτην διαίρεσιν μεταβέβηκεν, τήν τε καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, καί φησιν ὅτι καθ’ αὑτὰ ποσά ἐστι τὰ εἰρημένα, οἷον ἐπιφάνεια, γραμμή, σῶμα, τόπος, κατὰ συμβεβηκὸς δὲ ποσὰ οἷον τὸ λευκὸν καὶ ὁ χρόνος.

“时间的各部分也不是;因为时间的各部分没有任何一个是持久存在的。” 他难道不是作了双重的划分吗?因为有时他作了与连续者的四个种相连接的〔划分〕…… “但严格说来,只有上述这些才被称为数量。” 从这里他过渡到了第三种划分,即自身与偶性的划分;他说上述这些,例如表面、线、物体、场所,是自身的数量,而偶性的数量则是如白色与时间。

语法注3 条
  1. 18.1τὸ λέγον θέσιν εἶναι τὴν τοῦ ὅλου ἐν ἑτέρῳ ἔξωθεν ὄντι

    名词化分词 τὸ λέγον 带有不定式结构 θέσιν εἶναι τὴν ... ὄντι 作为宾语。θέσιν 是表语,主语为 τὴν [省略的关系或存在] τοῦ ὅλου。

  2. 18.2καὶ ἔχοις ἂν διαλαβεῖν καὶ ἀποδοῦναι ποῦ ἕκαστον κεῖται

    这是直接引用亚里士多德的原文字句(5a18–19),因此第二人称潜在希求法加 ἄν(“你可以区分并指出”)直接嵌入在解说文的句法中。

  3. 18.4συναπτομένην τοῖς τέτρασιν εἴδεσιν τοῦ συνεχοῦς ἐποίησεν τὴν * * *

    底本在此分句末尾存在脱文(lacuna),受 ἐποίησεν 支配的直接宾语名词短语(很可能是 διαίρεσιν 等)脱落。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:91.2-92.5