- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:87.1-88.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗阐明言说因由长短音节度量而属于数量,并因缺乏共同界限而属于分离量,随后解释了古人所混淆的平面与表面的几何学区分。
" Ὡσαύτως δὲ καὶ ὁ λόγος τῶν διωρισμένων ἐστίν." Δύο ὄντων τῶν εἰδῶν τοῦ διωρισμένου, τοῦ τε ἀριθμοῦ καὶ τοῦ λόγου, ἐπὶ μὲν τοῦ ἀριθμοῦ δείξας ὅτι διωρισμένος ἐστίν, οὐκ ἐδεήθη δεῖξαι ὅτι καὶ ποσὸν πέφυκεν, ἀλλὰ τοῦτο παρέλειψεν ὡς ὁμολογούμενον πᾶσιν. ἐπὶ δὲ τοῦ λόγου οὐκ ἀρκεῖται δεῖξαι μόνον ὅτι διωρισμένον ἐστίν, ἀλλ’ ὅτι καὶ ποσόν· ποσὸν μὲν γὰρ λέγομεν τὸν λόγον, διότι καταμετρεῖται μακρᾷ καὶ βραχείᾳ συλλαβῇ. ἀλλὰ ζητοῦμεν ἐνταῦθα περὶ ποίου διαλέγεται λόγου· ὁ μὲν γάρ ἐστιν ἐνδιάθετος ὁ δὲ πορφορικός. * * περὶ οὗ τὸν λόγον ὁ φιλόσοφος ποιεῖται.1 ζητήσωμεν καὶ κατὰ ποῖον τρόπον τοῦ ποσοῦ ὁ λόγος ἐστὶ ποσόν· πολλαὶ γὰρ τέχναι ἀμφισβητοῦσι περὶ τοῦ λόγου καὶ πολλαὶ τούτῳ κέχρηνται· ἡ μὲν γὰρ γραμματικὴ οἶδεν τοῦτον ὡς πάθος ἐν νῷ μένον, ἡ δὲ λογικὴ συλλογιζόμενον, ἡ δὲ ῥητορικὴ ὡς καλλωπιζόμενον, ἡ δὲ φυσική, ἐξ ἧς κέκτηται καὶ ἡ ἰατρική, οἶδεν αὐτὸν διὰ τῶν φωνητικῶν ὀργάνων ἀποτελούμενον, ἡ δὲ μουσικὴ οἶδεν τοῦτον ὡς καταμετρούμενον μακρᾷ καὶ βραχείᾳ συλλαβῇ· κατὰ τοῦτον οὖν τὸν τρόπον ποσὸν εἴρηκεν τὸν λόγον ὁ φιλόσοφος. ἀλλὰ πάλιν εἰ ἡ βραχεῖα ἕνα ἔχει χρόνον ἡ δὲ μακρὰ δύο, καταμετρεῖται δὲ ὑπὸ ἑνὸς τὰ δύο, τίνος χάριν οὐκ ἠρκέσθη μόνον εἰπεῖν ὅτι μετρεῖται ὁ λόγος τῇ βραχείᾳ συλλαβῇ, ἀλλὰ προσέθηκεν καὶ τῇ μακρᾷ; πρὸς τοῦτό φαμεν ὅτι οὐ πᾶν μακρὸν δύο ἔχει χρόνους· τῶν γὰρ μακρῶν τὰ μὲν δύο ἔχει χρόνους, ὥσπερ τὸ η καὶ τὸ ω, τὰ δὲ ἕνα ἥμισυν ἔχει χρόνον, ὡς ἡ αι δίφθογγος καὶ ἡ οι. ὅτι δὲ ἡ αι δίφθογγος καὶ ἡ οι ἑνὸς ἡμίσεώς ἐστιν χρόνου, πρόδηλον ἐντεῦθεν· μαρτυροῦσι γὰρ οἱ γραμματικοὶ ὅτι ἡνίκα μὲν ἡ αι δίφθογγος ἢ ἡ οι ἐν τέλει λέξεως εὑρίσκεται μόνη ἄνευ συμφώνου, προπαροξύνουσι τὴν συλλαβήν, καίτοι ἐπὶ τῶν μακρῶν τῶν ἐχόντων δύο χρόνους μὴ ποιοῦντες, ὥσπερ λέγουσι καὶ τὸ Ὅμηροι καὶ τὸ Κορίνθιαι καὶ τὸ Αἰγύπτιαι· ταῦτα γάρ, διότι ἑνὸς ἡμίσεως χρόνου εἰσίν, προπαροξύνονται. εἰ δὲ συμβῇ σύμφωνον εἶναι μετ’ αὐτῶν, τότε οὐκέτι τὸν αὐτὸν τόνον φυλάττουσιν, ἀλλὰ παροξύνουσι, ὡς τοῦ συμφώνου ἀναπληροῦντος τὸ λεῖπον ἡμιχρόνιον τῇ διφθόγγῳ,2 οἷον ‘τοῖς Κορινθίοις’. σημειωτέον δὲ ὅτι ὁ Ἀριστοτέλης ἐνταῦθα πᾶσαν λέξιν καὶ συλλαβὴν καὶ πᾶσαν ἄσημον φωνὴν λόγον ἐκάλεσεν· καὶ γὰρ καὶ ἡ λέξις καὶ ἡ συλλαβὴ καὶ ἡ ἄσημος φωνὴ καταμετρεῖται ὑπὸ βραχείας καὶ μακρᾶς συλλαβῆς. ὅτι μὲν οὖν ποσόν ἐστιν ὁ λόγος, ἐντεῦθεν ἔδειξεν ὁ φιλόσοφος ἐκ τοῦ καταμετρεῖσθαι μακρᾷ τε καὶ βραχείᾳ συλλαβῇ· πλέκεται γὰρ ὁ συλλογισμὸς οὕτως· ὁ λόγος καταμετρεῖται, τὸ καταμετρούμενον ποσόν ἐστιν, ὁ λόγος ἄρα ποσόν ἐστιν. ὅτι δὲ διωρισμένος ἐστί, δείκνυσιν ἐκ τοῦ μὴ ἔχειν κοινὸν ὅρον τὸν συνάπτοντα τὰς ἰδίας αὐτοῦ συλλαβάς· τοσοῦτον γὰρ διεστήκασιν ἀπ’ ἀλλήλων αἱ λέξεις, ὡς ἔργον γενέσθαι τοῖς γραμματικοῖς διακρῖναι τίνα μέν ἐστιν ἀρκτικά, τίνα δὲ μέσα, τίνα δὲ ληκτικά, ὡς μὴ δυναμένου μήτε τοῦ μέσου πρώτου γενέσθαι μήτε τοῦ πρώτου τελευταίου.
“同样,言说也是属于分离者的。” 在分离者的两个种,即数目与言说中,在数目上[他]证明了它是分离的之后,便不需要再证明它在本性上也属于数量,而是将此作为众人公认之事略过了。然而在言说上,仅证明它是分离的并不足够,还必须证明它也是数量;因为我们说言说是数量,是由于它是被长音节和短音节所度量的。但我们在此探究,他在讨论哪一种言说;因为一种是内在言说,另一种是外显言说。[……关于它]哲学家进行了论述。我们也探究言说是在数量的哪种方式上成为数量的;因为许多技艺争论言说,许多技艺使用它。文法学知道它是留在理智中的受动,逻辑学知道它是推论的,修辞学知道它是被修饰的,自然学——医学也由此获得[知识]——知道它是通过发音器官被产生的,而音乐则知道它是被长音节和短音节所度量的。因此,哲学家是在这种方式上称言说为数量的。但反过来,如果短音节具有一个时间,长音节具有两个时间,并且二被一所度量,那么出于什么缘故他不满足于仅说言说被短音节度量,而是还附加了也被长音节度量?对此我们说,并非所有长音都具有两个时间;因为在长音中,有些具有两个时间,如伊塔和欧米伽,有些则具有一个半时间,如双元音阿尔法-约塔和欧米克戎-约塔。而双元音阿尔法-约塔和欧米克戎-约塔具有一个半时间,从以下方面是显而易见的:因为文法学家证明,每当双元音阿尔法-约塔或欧米克戎-约塔单独出现在词尾且没有辅音时,他们就将该音节读作倒数第三音节重音,尽管在具有两个时间的长音上他们并不这样做,正如他们说“霍梅罗伊”、“科林提艾”和“埃居普提艾”那样;因为这些由于具有一个半时间,便被读作倒数第三音节重音。但如果有辅音与它们在一起,那时他们就不再保留同样的重音,而是读作倒数第二音节重音,因为辅音为双元音补足了所缺失的半个时间,例如“托伊斯·科林提奥伊斯”。应当指出,亚里士多德在此将每一个词、音节以及一切无意义的声音都称为“言说”;因为词、音节和无意义的声音确实都被短音节和长音节所度量。因此,言说是数量,哲学家就是在此从它被长短音节所度量中予以证明的;因为三段论是这样编织的:言说是被度量的,被度量者是数量,因此言说是数量。而它是分离的,他则是从它没有接合其自身音节的共同界限中证明的;因为词与词之间彼此相隔如此之远,以至于区分哪些是词首、哪些是词中、哪些是词尾成了文法学家的工作,既然词中既不可能成为第一,第一也不可能成为最后。
"Τὰ γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει." Ἰστέον ὅτι ἐπὶ τοῦ ἐπιπέδου καὶ τῆς ἐπιφανείας διημάρτανον οἱ παλαιοὶ ἑνὶ ὀνόματι κεχρημένοι ἐπ’ ἀμφοτέρων· οὐδὲν γὰρ ἡγοῦνται διαφέρειν, οὔτε εἰ τὴν ἐπιφάνειαν καλέσουσιν ἐπίπεδον οὔτε εἰ τὸ ἐπίπεδον ἐπιφάνειαν. οἱ δὲ νεώτεροι γεωμετρίᾳ ἐπιγενόμενοι τὸ μὲν τοῦ ἐπιπέδου ὄνομα ἐπὶ τῆς γραμμῆς ἐπιφέρουσι, καὶ ἁπλῶς εἰπεῖν ἐπὶ ἑκάστης ἐπιφανείας ἐκτεταμένης καὶ ἴσα ἐχούσης τὰ ἄκρα, τὸ δὲ τῆς ἐπιφανείας ὄνομα καὶ ἐπὶ τῶν μὴ οὕτως ἐχόντων, τοῦτ’ ἔστιν ἐκτεταμένων, φέρουσι, καὶ καλοῦσι τὴν μὲν γραμμὴν ἐπίπεδον τὴν δὲ ἐπιφάνειαν τῆς κυρτῆς σφαίρας ἐπιφάνειαν. καὶ συλλήβδην εἰπεῖν εἴ τι μὲν ἐπίπεδον, τοῦτο καὶ ἐπιφάνεια, οὐκ εἴ τι δὲ ἐπιφάνεια, τοῦτο καὶ ἐπίπεδον.3
“因为平面的诸部分在某个共同界限上相接合。” 必须知道,在平面与表面上,古人犯了错误,在二者上使用同一个名称;因为他们认为无论将表面称为平面,还是将平面称为表面,都毫无区别。而后代投身于几何学的人,则将平面的名称赋予线,并且简要地说,赋予每一个延展且两端相等的表面,而将表面的名称也赋予不具备这种情况者,即未如此延展者,并称线为平面,而称凸面球体的表面为表面。总而言之,如果某物是平面,它也是表面,但并不意味着若某物是表面,它就也是平面。
- 17.5ὁ μὲν γάρ ἐστιν ἐνδιάθετος ὁ δὲ πορφορικός. * * περὶ οὗ τὸν λόγον ὁ φιλόσοφος ποιεῖται.
文本中 προφορικός 被误抄为 πορφορικός,其后带有标示脱文(lacuna)的星号。关系从句 περὶ οὗ 的先行词当为脱落部分中承接的外显言说(ὁ προφορικός),并由此引向主句动词 ποιεῖται。
- 17.5ὡς τοῦ συμφώνου ἀναπληροῦντος τὸ λεῖπον ἡμιχρόνιον τῇ διφθόγγῳ
由 ὡς 引导的属格独立结构,表文法学家改变重音的主观依据或理由(“以为……”、“视作……”)。分词 ἀναπληροῦντος 的逻辑主语是 τοῦ συμφώνου,直接宾语是 τὸ λεῖπον ἡμιχρόνιον,τῇ διφθόγγῳ 则是利益与格。
- 17.6οὐκ εἴ τι δὲ ἐπιφάνεια, τοῦτο καὶ ἐπίπεδον
与前面的条件句 εἴ τι μὲν ἐπίπεδον, τοῦτο καὶ ἐπιφάνεια(“若某物是平面,它也是表面”)形成对比的否定句。否定词 οὐκ 否定整个条件关系,表明不可逆的包含关系,即“并非若某物是表面,它就也是平面”。
