- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:85.31-86.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗回应了连续者与分离者的定义会毁坏其被定义者的反驳,提出共同界限应当在潜能而非现实中被理解;随后解释了亚里士多德在谈及五是十的一部分时何以加上假设从句(“如果它是”)。
" Τῶν μὲν γὰρ τοῦ ἀριθμοῦ μορίων οὐδείς ἐστι κοινὸς ὅρος, πρὸς ὃν συνάπτει τὰ μόρια αὐτοῦ." Ἐνταῦθα βουλομένου τοῦ φιλοσόφου ἀποδοῦναι ὁρισμὸν συνεχοῦς καὶ διωρισμένου καὶ λέγοντος ὅτι συνεχές ἐστι τὸ ἔχον κοινὸν ὅρον διωρισμένον δὲ τὸ μὴ ἔχον κοινὸν ὅρον, ζητοῦμεν ἐνταῦθα εἰ καλῶς ὁρισμοὺς τούτων ἀποδέδωκεν. καὶ ἀποροῦσί τινες λέγοντες ὅτι εἰ καλῶς ἔχει ὁ ὁρισμός, οὐ δεῖ τοῦτον φθείρειν τὸ ὁριστόν· εἰ γὰρ ὁ ὁρισμὸς τὴν φύσιν τοῦ πράγματος παραλαμβάνει, ὁ αὐτός ἐστι τῷ ὁριστῷ, καθὸ τὸ μὲν ὁρίζει τὸ δὲ ὁρίζεται· πῶς οὖν ἐνταῦθα ὁρισμὸν ἀποδέδωκεν τοῦ συνεχοῦς φθείροντα τὸ συνεχές; ὅτι γὰρ φθείρει τὸ συνεχὲς τὸ ἔχειν κοινὸν ὅρον, δείκνυμεν οὕτως· εἰ συνεχές ἐστι τὸ ἔχον κοινὸν ὅρον,1 τὸ δὲ ἔχον ὅρον διαιρετόν ἐστι, τὸ δὲ διῃρημένον οὐκ ἔστιν συνεχές, τὸ ἄρα συνεχὲς ὡς ἔχον ὅρον οὐκ ἔστι συνεχές. ὅτι δὲ καὶ ὁ τοῦ διωρισμένου φθείρει τὸ διωρισμένον, δείκνυμεν ἐντεῦθεν· εἰ διωρισμένον ἐστὶ τὸ μὴ ἔχον κοινὸν ὅρον, τὸ δὲ μὴ ἔχον κοινὸν ὅρον ἀδιαίρετόν ἐστι, τὸ δὲ ἀδιαίρετον καὶ συνεχές ἐστι, τὸ ἄρα διωρισμένον ὡς μὴ ἔχον κοινὸν ὅρον συνεχές ἐστι. καὶ εὑρεθήσονται πανταχόθεν ἡμῖν ἄτοπα συναγόμενα. πρὸς τοῦτό φαμεν ὅτι κοινὸν ὅρον ἐνταῦθα δυνάμει ληπτέον, καὶ οὐκ ἐνεργείᾳ, ἵνα μὴ εὑρεθῇ τὸ διωρισμένον συνεχὲς καὶ τὸ συνεχὲς διωρισμένον. δεῖ δὲ εἰδέναι ὅτι οὗτος ὁ κοινὸς ὅρος ποτὲ μὲν καθ’ αὑτόν ἐστι καὶ οὐκ ἔστιν μέρος τοῦ πράγματος, ὅτε καὶ κυρίως λέγεται κοινὸς ὅρος, ποτὲ δὲ μέρος ἐστὶ τοῦ πράγματος καὶ λέγεται καταχρηστικῶς κοινὸς ὅρος, καὶ μέρος μὲν οὐκ ἔστι τοῦ πράγματος, ὥσπερ τὸ σημεῖον τῆς γραμμῆς (τοῦτο γὰρ τὸ σημεῖον κυρίως λέγεται κοινὸς ὅρος), μέρος δέ ἐστι τοῦ πράγματος, ὡς ὅταν λέγωμεν τὴν μονάδα μέρος οὖσαν τῆς δεκάδος τὰ πέντε καὶ πέντε μὴ συνάπτειν. ὅτι δὲ τὸ σημεῖον οὐκ ἔστιν μέρος τῆς γραμμῆς, δείκνυσιν καὶ αὐτὸς ὁ φιλόσοφος ἐν τοῖς Φυσικοῖς λέγων ὅτι τὸ σημεῖον οὐκ ἔστιν μέρος τῆς γραμμῆς· τοῦτο γὰρ ἢ οὐ κινεῖται ἢ κινεῖται καὶ ποιεῖ τὴν γραμμήν, καὶ κινούμενον ἢ ὅλον ἐστὶν εἰς τὸ ἐξ οὗ καὶ οὐ ποιεῖ τὴν γραμμήν, ἢ ὅλον ἐστὶν εἰς τὸ εἰς ὅ, καὶ γέγονεν ἡ γραμμή (ἡμεῖς δὲ περὶ τῆς νῦν γινομένης διαλεγόμεθα) ἢ τὸ μὲν ἔστιν αὐτῆς εἰς τὸ εἰς ὅ,2 τὸ δὲ εἰς τὸ ἐξ οὗ, καὶ εὑρεθήσεται τὸ σημεῖον μεμερισμένον, ὅπερ ἄτοπον, εἴ γε τὸ σημεῖον μέρος οὐκ ἔχει, ὡς καὶ ὁ ὁρισμὸς αὐτοῦ δηλοῖ λέγων ‘σημεῖόν ἐστιν οὗ μέρος οὐθέν’.
“因为在数目的诸部分中,没有它的部分在其上相接合的共同界限。” 在此,当哲学家意图给出连续者与分离者的定义,并说连续者是具有共同界限者,而分离者是不具有共同界限者时,我们在此探究他是否妥当地给出了这些定义。有些人提出了疑难,说如果定义妥当,它就不应当毁坏被定义者;因为如果定义把握了事物的本性,它就与被定义者同一,只是在前者下定义而后者被定义这一方面[有所不同];那么在此他怎么会给出一个毁坏连续者的连续者定义呢?因为具有共同界限毁坏了连续者,我们按如下方式证明:如果连续者是具有共同界限者,而具有界限者是可分的,已被分者不是连续的,那么连续者作为具有界限者就不是连续的。而分离者的定义也毁坏了分离者,我们从以下方面证明:如果分离者是不具有共同界限者,而不具有共同界限者是不可分的,不可分者也就是连续的,那么分离者作为不具有共同界限者就是连续的。这样,各方面荒谬的推论都将被发现落到我们身上。对此我们说,在此应当在潜能上而不是在现实上理解共同界限,以免分离者被发现是连续的而连续者被发现是分离的。但必须知道,这种共同界限有时依自身存在且不是事物的一部分,此时它也被严格地称为共同界限;有时它是事物的一部分,被借用地称为共同界限;它不是事物的一部分,正如点之于线(因为这个点被严格地称为共同界限),而它是事物的一部分,正如当我们说单子作为十的一部分并不接合五与五时那样。至于点不是线的一部分,哲学家本人也在《物理学》中说明,说点不是线的一部分;因为点要么不动,要么移动并产生线;而在移动时,它要么全在起点中而不产生线,要么全在终点中且线已经生成(但我们讨论的是现在正在生成的线),要么它的一部分在终点中而另一部分在起点中,这样点就将被发现是被分割的,这乃是荒谬的,既然点确实没有部分,正如它的定义也指明的那样,说“点是无部分者”。
"Οἷον τὰ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει τὰ πέντε καὶ τὰ πέντε." Ἐνταῦθα ζητοῦμεν ὅτι διὰ ποίαν αἰτίαν πρόσκειται τὸ εἰ ἔστι·3 τοῦτο γὰρ σημεῖόν ἐστιν ἀμφιβάλλοντος ὅτι τὰ πέντε οὐκ ἔστιν μόριον τῶν δέκα. καί φαμεν ὅτι τὸ εἰ ἔστιν προσέθηκεν ὁ φιλόσοφος κατὰ πολλὰς αἰτίας· πρῶτον μὲν ὅτι δυνατὸν τὸν πέντε ἀριθμὸν καθ’ αὑτὸν εἶναι καὶ μηκέτι μέρος εἶναι τοῦ δέκα. δεύτερον δὲ ὅτι οὐ μόνον τῶν δέκα ἐστὶν ὁ πέντε ἀριθμός, ἀλλὰ καὶ τοῦ εἴκοσι καὶ τοῦ τριάκοντα. τρίτον ὅτι οὐκ ἔστιν μόνη τομὴ τοῦ δέκα εἰς πέντε· δύναται γὰρ ὁ δέκα ἀριθμὸς καὶ εἰς ἴσα τέμνεσθαι, ὡς εἰς πέντε καὶ πέντε, καὶ εἰς ἄνισα, ὡς τρία καὶ ἑπτὰ καὶ ἓξ καὶ τέτταρα. εἰ οὖν δυνατὸν τὸν πέντε πολλαχῇ νοεῖσθαι, εἰκότως ὁ φιλόσοφος ἀμφιβολητικῇ περὶ αὐτοῦ ἐχρήσατο φωνῇ.
“例如五,如果它是十的一部分,五和五并不在任何共同界限上相接合。” 在此我们探究,出于什么原因附加了“如果它是”这一句;因为这是某人怀疑五不是十的一部分的标记。我们说,哲学家附加“如果它是”是由于诸多原因:首先,因为数目五有可能依自身存在而不再是十的一部分;其次,因为数目五不仅是十的[部分],也是二十和三十的[部分];第三,因为十截断为五并不是唯一的截断;因为数目十既可能被截断为相等的部分,如五和五,也可能被截断为不相等的部分,如三与七、六与四。因此,如果五可以以多种方式被理解,那么顺理成章地,哲学家使用了关于它的存疑表述。
- 17.3εἰ συνεχές ἐστι τὸ ἔχον κοινὸν ὅρον
在提出关于连续性与共同界限的疑难时,作者以假言推理形式展开了连环三段论:具有界限者即可分,已分者即非连续,故具有界限者(连续者)非连续。此处的论证链条与下文针对分离者的反驳保持了严格的平行对应。
- 17.3τὸ μὲν ἔστιν αὐτῆς εἰς τὸ εἰς ὅ
阴性格代词 αὐτῆς 在语法上可能指向前文的 γραμμῆς(线),但根据证明点(σημεῖον,中性)不可分性的反证法逻辑(即点的一部分在终点,另一部分在起点),句中被 τὸ μέν ... τὸ δέ 区分的主体显然是点本身。此处 αὐτῆς 可能是受临近词吸引或抄写讹误(本应为中性 αὐτοῦ)。
- 17.4τὸ εἰ ἔστι
中性定冠词 τό 将整个条件从句 εἰ ἔστι(“如果是”)实体化作名词性成分,充当 πρόσκειται 和 προσέθηκεν 的主语和宾语,意为“‘如果它是’这一文句”。
