- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:84.16-85.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗阐明了亚里士多德为何将分离量置于连续量之前,界定了划分、再划分与细分三者的区别,并解释了为何连续量的五种是根据其所属的不同学科(几何学、自然学、天文学)而被分开列举的。
[Ἰστέον ὅτι τὸ διωρισμένον ἐστὶν πρῶτον σκέλος.] " Τοῦ μὲν ποσοῦ τὸ μέν ἐστι συνεχὲς τὸ δὲ διωρισμένον." Ζητοῦμεν ἐνταῦθα εὐθέως τίνος χάριν τὸ διωρισμένον σκέλος τοῦ συνεχοῦς προέταξεν.1 καί φαμεν ὡς εἰκότως· ἐπειδὴ γὰρ ἐν τῇ θεωρίᾳ ζητοῦντες τί δεῖ προτάττειν, τὸ ποσὸν ἢ τὸ ποιόν, ἐλέγομεν ὅτι τὸ ποσὸν προτάττειν δεῖ, ὅτι ἐπεκτείνεται εἰς πάντα τὰ ὄντα, ἐπείπερ τὰ ὄντα ἢ ἕν ἐστιν ἢ πολλά, τὸ δὲ ἓν καὶ πολλὰ τοῦ ποσοῦ ἐστιν· ἐπειδὴ δὲ τὸ ποσὸν διττόν, ζητήσωμεν ποίου ποσοῦ ἄρα, τοῦ συνεχοῦς ἢ τοῦ διωρισμένου. καί φαμεν ὅτι τοῦ διωρισμένου ἐστὶ τὸ ἓν καὶ πολλά· 〈τὸ γὰρ ἓν καὶ πολλὰ〉 ἀριθμός, ὁ δὲ ἀριθμὸς τοῦ διωρισμένου, τὸ ἄρα ἓν καὶ πολλὰ τοῦ διωρισμένου. εἰ οὖν διὰ τὸ πᾶσιν ἐπεκτείνεσθαι τὸ ποσὸν προτάττει, εἰκότως καὶ τὸ εἶδος τὸ κατηγορούμενον τοῦ ἑνὸς καὶ τῶν πολλῶν, τοῦτ’ ἔστι τὸ διωρισμένον, προτέτακται τοῦ συνεχοῦς.
[应当知道,分离者是第一分支。]“数量中,一部分是连续的,一部分是分离的。” 我们在此立刻探究:他出于什么缘故将分离的分支置于连续的分支之前?我们说,这是合乎道理的;因为当我们在探讨中探究应当将何者置于前——是数量还是性质——时,我们曾说应当将数量置于前,因为它扩展至所有存在者,因为存在者要么是一要么是多,而一与多属于数量;既然数量是双重的,那么我们就要探究它们究竟属于哪种数量,是属于连续的还是属于分离的。我们说,一与多属于分离者;〈因为一与多是〉数目,而数目属于分离者,所以一与多属于分离者。因此,如果他是由于数量扩展至万物而将其置于前,那么顺理成章地,被述说于一与多之上的种,也就是分离者,也被置于连续者之前。
"Τὸ μὲν ἐκ θέσιν ἐχόντων. [καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ἔστι δὲ διωρισμένον μὲν ἀριθμὸς καὶ λόγος, συνεχὲς δὲ γραμμή, ἐπιφάνεια, σῶμα]." Τὴν μὲν τελείαν ἐξήγησιν τούτου τοῦ ῥητοῦ τῇ ὑστεραίᾳ φυλάξωμεν. ἀλλὰ δεῖ εἰδέναι ὅτι τρία εἰσὶν ἀλλήλοις παρακείμενα, διαίρεσίς τε καὶ ἐπιδιαίρεσις καὶ ὑποδιαίρεσις. διαίρεσις μὲν οὖν ἐστιν ἡ πρώτη τοῦ πράγματος τομή, ὡς ὅταν τὸ ζῷον διέλω εἰς λογικὸν καὶ ἄλογον. ἐπιδιαίρεσις δέ ἐστιν ἡ τοῦ αὐτοῦ πράγματος κατὰ δευτέραν ἐπιβολὴν2 γιγνομένη τομή, οἷον 〈ὅτε〉 τὸ ζῷον διέλω εἰς θνητὸν καὶ ἀθάνατον. ὑποδιαίρεσις δέ ἐστιν ἡ αὐτοῦ τοῦ τμήματος τομή, ὡς ὅτε τὸ λογικὸν τμηθὲν ἐκ τοῦ ζῴου τέμω πάλιν εἰς ἄγγελον καὶ εἰς ἄνθρωπον. τούτοις οὖν τοῖς τρισί, λέγω δὴ τῇ διαιρέσει καὶ ἐπιδιαιρέσει καὶ τῇ ὑποδιαιρέσει, εὑρίσκομεν κεχρημένον τὸν φιλόσοφον· κέχρηται μὲν γὰρ τῇ διαιρέσει λέγων τοῦ ποσοῦ τὸ μέν ἐστιν συνεχὲς τὸ δὲ διωρισμένον, ἐπιδιαιρέσει δὲ λέγων καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν· ταῦτα γὰρ λέγων πάλιν οὐδὲν ἕτερον ποιεῖ ἢ τὸ ποσὸν διαιρεῖ εἰς συνεχὲς καὶ διωρισμένον· λέγων γὰρ τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν τὸ συνεχὲς ὑπαινίττεται, λέγων δὲ τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν τὸ διωρισμένον δηλοῖ. ὑποδιαιρέσει δὲ κέχρηται διαιρῶν αὐτὰ τὰ τμήματα τοῦ ποσοῦ, ἔνθα λέγει ἔστι δὲ διωρισμένον μὲν ἀριθμὸς καὶ λόγος, συνεχὲς δὲ ἡ γραμμή, ἐπιφάνεια καὶ τὰ λοιπά, ἔτι δὲ παρὰ ταῦτα χρόνος καὶ τόπος. ζητοῦμεν ἐνταῦθα διὰ ποίαν αἰτίαν βουλόμενος τὸ συνεχὲς διαιρεῖν εἰς πέντε, λέγω δὴ εἰς γραμμήν, ἐπιφάνειαν, σῶμα, τόπον, χρόνον, τὰ μὲν τρία ἅμα ἐδήλωσεν, λέγω δὴ τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸ σῶμα, τὰ δὲ ἕτερα δύο, τὸν τόπον καὶ τὸν χρόνον, χωρίς. τίνος οὖν χάριν μὴ ἅμα συνῆψε τὰ πέντε καὶ ἀπηριθμήσατο δηλονότι ὡς ἕτερα ὄντα; πρὸς τοῦτό φαμεν ὅτι εἰκότως τοῦτο πεποίηκεν ὁ φιλόσοφος· ᾔδει γὰρ ὅτι τὰ πέντε οὐχ ὑπὸ μίαν ἐπιστήμην ἀνάγεται, ἀλλ’ ὑπὸ διαφόρους ἐπιστήμας· οἷον τὴν μὲν γραμμὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸ σῶμα γεωμετρία * * * ἀλλὰ καθὸ μὲν ἔστιν, φυσιολογία ταῦτα οἶδεν,3 καθὸ δὲ χρόνος ἐστὶ καὶ τόπος, ἀστρονομία ταῦτα ἐπίσταται· ἔργον γὰρ ἀστρονομίας τὸ γινώσκειν τὸν χρόνον ἐν ᾧ δύνει τε καὶ ἀνατέλλει τὰ ἄστρα καὶ πάλιν πόσον διάστημα τόδε τὸ ἄστρον τοῦδε διέστηκεν. εἰκότως οὖν ὡς μὴ ὑπὸ μίαν ἀναγόμενα ταῦτα ἐπιστήμην οὐδὲ κοινὴν ἔλαχον ἀπαρίθμησιν.
“一部分由具有位置者构成。[并且一部分由其中各部分彼此相对具有位置者构成,一部分由不具有位置者构成。分离的是数目和言语,连续的是线、面、物体]。” 让我们把对这一文句的完全阐释留待明天。但必须知道,有三种彼此相近的做法:划分、再划分与细分。划分是对事物的最初截断,正如我把动物划分为理性的与非理性的那样。再划分是根据第二种视点对同一事物所作的截断,正如把动物划分为有死的与不死的〈那样〉。细分是对该截断部分本身的截断,正如我把从动物中截断出来的理性者再次截断为天使与人那样。因此,我们发现哲学家使用了这三者,即划分、再划分与细分;因为他使用了划分,通过说“数量中,一部分是连续的,一部分是分离的”;他也使用了再划分,通过说“并且一部分由其中各部分彼此相对具有位置者构成,一部分由不具有位置者构成”;因为他在说这些话时,无非是再次把数量划分为连续者与分离者;因为他说“一部分由其中各部分彼此相对具有位置者构成”是在暗示连续者,而说“一部分由不具有位置者构成”则是在指明分离者。他使用细分则是通过划分数量的截断部分本身,在此他说“分离的是数目和言语,连续的是线、面”及其他,“此外还有时间与场所”。我们在此探究:出于什么原因,他在意图将连续者划分为五种(即线、面、物体、场所、时间)时,却同时指明了前三者(即线、面、物体),而将另外两者(场所与时间)分开指明?那么他出于什么缘故没有将这五者同时结合起来列举,明明它们显然是各不相同的?对此我们说,哲学家这样做是合乎道理的;因为他知道这五者并不归入单一科学之下,而是归入不同的科学之下:例如线、面和物体由几何学[所知]……但就它们存在而言,自然学认知这些,而就它们是时间与场所而言,天文学认知它们;因为天文学的职分在于认知星辰沉落与升起的时间,以及这颗星与那颗星之间相隔多大的距离。因此,顺理成章地,由于它们不归入单一科学之下,它们也没有得到统一的列举。
- 17.1τίνος χάριν τὸ διωρισμένον σκέλος τοῦ συνεχοῦς προέταξεν
τοῦ συνεχοῦς 是与动词 προέταξεν 中的前缀 πρό 相呼应的比较属格,意为“置于连续者之前”。尽管4b20的引文中先提及连续者,但此处的讨论针对的是为何将分离的分支(数目)优先考察。
- 17.2κατὰ δευτέραν ἐπιβολὴν
ἐπιβολή 意为“心灵的运用”、“视点”或“进路”。因此 κατὰ δευτέραν ἐπιβολὴν 意为“根据第二种视点”,用以界定再划分(ἐπιδιαίρεσις)的特征,即依据另一标准对同一对象进行二次截断。
- 17.2οἷον τὴν μὲν γραμμὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸ σῶμα γεωμετρία * * * ἀλλὰ καθὸ μὲν ἔστιν, φυσιολογία ταῦτα οἶδεν
星号表示文本中存在脱文(lacuna)。在句法上,与 τὴν μὲν γραμμὴν ... γεωμετρία 搭配的主动动词(如 οἶδεν)在 ἀλλά 之前脱落,需要根据与后文 φυσιολογία ταῦτα οἶδεν 的对比关系来理解其骨架。
