- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:82.39-84.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗通过论证倾向(重量)是数量的情状而非其种,以及连续量与分离量互不依待,捍卫了数量的二分法;随后他解答了关于连续量与分离量的细分中涉及运动、物体和场所分类的疑难。
ὅτι ἡ ῥοπὴ οὐκ ἔστιν εἶδος ποσοῦ, ἀλλὰ μᾶλλον πάθος ποσοῦ ἐστιν, ὥσπερ τὸ ἄρτιον καὶ τὸ περιττὸν οὔκ εἰσιν ἀριθμοί, ἀλλὰ πάθη ἀριθμοῦ. πάθη δέ εἰσιν ὡς καταμετροῦντα ἀριθμόν· καὶ γὰρ τὸ καταμετρεῖσθαι πάθος ἐστί, τελειωτικὸν μέντοι καὶ οὐ φθαρτικόν. ἡμεῖς δὲ περὶ τοῦ ποσοῦ διαλεγόμεθα, οὐ περὶ τῶν παθῶν τούτου. ἀλλ’ ἑτέρα τις ἡμῖν ἀπορία περὶ ταύτης τῆς ἀπορίας διαδέχεται, λέγουσα ὅτι εἰ καλῶς ἐγένετο ἡ διαίρεσις, ἐχρῆν μὴ τὰ εἴδη δέεσθαι ἀλλήλων· νῦν δὲ ὁρῶμεν τὸ συνεχὲς τοῦ διωρισμένου δεόμενον καὶ τὸ διωρισμένον τοῦ συνεχοῦς. ὅτι δὲ τὸ συνεχὲς δέεται τοῦ διωρισμένου, δῆλον ἐντεῦθεν· ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα συνεχῆ εἰσιν, καὶ ἡ μὲν γραμμὴ ἐφ’ ἕν ἐστι διαστατή, ἡ δὲ ἐπιφάνεια διχῇ, τὸ δὲ σῶμα τριχῇ διαστατόν· εἰ δὲ τὸ ἓν καὶ τὰ δύο καὶ τὰ τρία τοῦ διωρισμένου ἐστί, δέεται ἄρα τὸ συνεχὲς τοῦ διωρισμένου. ὅτι δὲ καὶ τὸ διωρισμένον τοῦ συνεχοῦς, διδάξομεν οὕτως· ὁ ἀριθμὸς διωρισμένος ὢν δέεται μονάδος κοινὸν ὅρον ποιούσης, ἵνα τὰ μέρη αὐτοῦ συνάψῃ πρὸς ἄλληλα. πρὸς ταῦτά φαμεν ὅτι πρῶτον μὲν οὔτε ἀριθμὸς εἰς τὸ συναφθῆναι δέεται τῆς μονάδος, ὡς δείξομεν, οὔτε δὲ τὸ συνεχὲς δέεται τοῦ διωρισμένου· τῇ μὲν γὰρ γραμμῇ μῆκος ἐχούσῃ ἀπλατὲς συμβέβηκε τὸ ἐφ’ ἓν εἶναι διαστατήν,1 τῇ δὲ ἐπιφανείᾳ μῆκος ἐχούσῃ καὶ πλάτος συμβέβηκε τὸ διχῇ εἶναι διαστατήν, τῷ δὲ σώματι πάλιν ἔχοντι μῆκος καὶ πλάτος καὶ βάθος συμβέβηκε τριχῇ εἶναι διαστατόν. εἰ οὖν τοῖς συνεχέσι συμβέβηκεν, καὶ οὐ κυρίως αὐτῶν δέονται αὐτὰ καθ’ αὑτὰ ὄντα, ἡμεῖς δὲ περὶ τῶν καθ’ αὑτὰ διαλεγόμεθα, καὶ οὐ περὶ τῶν κατὰ συμβεβηκός, οὐκ ἄρα τὸ συνεχὲς δέεται τοῦ διωρισμένου. Μετὰ οὖν τὴν διαίρεσιν ταύτην ὑποδιαιρεῖ τὸ συνεχὲς καὶ τὸ διωρισμένον ὁ φιλόσοφος, τὸ μὲν συνεχὲς εἰς πέντε, εἰς γραμμήν, ἐπιφάνειαν, σῶμα, τόπον, χρόνον, τὸ δὲ διωρισμένον εἰς δύο, εἰς λόγον καὶ ἀριθμόν. ἀλλὰ ἀποροῦσί τινες εὐθὺς πρὸς τὴν διαίρεσιν τοῦ συνεχοῦς, λέγοντες ἐλλιπῆ ταύτην εἶναι, διότι μὴ καὶ τὴν κίνησιν περιέλαβεν εἶδος οὖσαν τοῦ συνεχοῦς. πρὸς οὓς ἐροῦμεν ὅτι ἡ κίνησις ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, ἡμῖν δὲ οὐ περὶ τῶν ἀτελῶν πραγμάτων, ἀλλὰ περὶ τελείων ἐστὶν ὁ λόγος. ἀλλὰ πάλιν ἀποροῦσιν ὅτι εἰ τούτου χάριν ἡ κίνησις παραλέλειπται, ἐχρῆν καὶ τὸν χρόνον πάθος ὄντα κινήσεως (πάθος γάρ ἐστι κινήσεως ὁ χρόνος ὡς μετρῶν ταύτην) μὴ συμπεριλαβεῖν· τὸ γὰρ πάθος τοῦ ἀτελοῦς ἔτι μᾶλλον ἀτελέστερόν ἐστιν ἐκείνου οὗ ἐστι πάθος. πρὸς ὃ πάλιν φαμὲν ὅτι οὐχ ὅμοιός ἐστιν ὁ χρόνος καὶ ἡ κίνησις· ἡ μὲν γὰρ κίνησις, ὡς εἴρηται, καὶ ἀτελής ἐστι καὶ ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, ὁ δὲ χρόνος οὐχ οὕτως,〈ἀλλὰ τέλειόν τι〉 εἰδοπεποιημένον ἐστίν· ὁ γὰρ χρόνος ἢ ἐνεστὼς ἢ παρεληλυθὼς ἢ μέλλων. ἀλλὰ πάλιν ἑτέραν ἡμῖν ἀπορίαν ἀποροῦσιν, ὅτι εἰ τὸ σῶμα ὑπὸ τὴν οὐσίαν ἠγάγομεν λέγοντες τῆς οὐσίας τὸ μὲν σῶμα τὸ δὲ ἀσώματον, τίνος χάριν ὁ φιλόσοφος καὶ τὸ σῶμα τοῦ ποσοῦ ἐκάλεσεν; πρὸς ταύτην τὴν ἀπορίαν φαμὲν ὅτι οὐ τὸ αὐτὸ σῶμα καὶ ὑπὸ τὸ ποσὸν καὶ ὑπὸ τὴν οὐσίαν ἀνάγεται· διττὸν γὰρ τὸ σῶμα, τὸ μὲν μαθηματικὸν τὸ δὲ φυσικόν. καὶ φυσικὸν μέν ἐστι τὸ τριχῇ διαστατὸν καὶ ὑπὸ τὴν οὐσίαν ἀναγόμενον, μαθηματικὸν δὲ τὸ ἐν ἐπινοίᾳ λαμβανόμενον, ὃ καὶ εἶδός ἐστι τοῦ ποσοῦ. τὴν δὲ αὐτὴν ἀπορίαν ἡμῖν καὶ ἐπὶ τοῦ τόπου προφέρουσι, λέγοντες ὅτι ὁ τόπος ἢ πέρας ἐστὶν ἢ ἐπιφάνεια. καὶ εἰ μὲν πέρας ἐστί, δῆλον ὅτι ὑπὸ τὴν πρός τι ὀφείλει κατηγορίαν ἀνάγεσθαι (τὸ γὰρ πέρας ὑπὸ ταύτην ἀνάγεται, διότι τῶν πρός τί ἐστιν· πᾶν γὰρ πέρας τοῦ περατουμένου ἐστὶν πέρας), εἰ δὲ ἐπιφάνειά ἐστιν, πῶς δὶς ἀπαριθμεῖται ταύτην, ἓν εἰρηκὼς τὴν ἐπιφάνειαν εἶδος εἶναι τοῦ ποσοῦ; τί οὖν ἡμεῖς φαμεν; ὅτι οὔτε ἐπιφάνεια μόνη ἐστὶν οὔτε πέρας μόνον, ἀλλὰ ἐπιφάνεια περατοῦσα. τὰ δὲ σύνθετα παρὰ τὰ ἁπλᾶ ἕτερά ἐστιν, ἐξ ὧν σύνθετα. εἰ οὖν ἕτερόν ἐστι τοῦτο ὡς σύνθετον, εἰκότως λέγομεν τὸν φιλόσοφον μήτε δὶς τὴν ἐπιφάνειαν ἀπαριθμήσασθαι μήτε δὲ τὸν τόπον, ὑπὸ τὴν πρός τι κατηγορίαν ὀφείλοντα ὡς πέρας ἀνάγεσθαι, ὑπὸ τὸ ποσὸν ἀνήγαγεν.2 τοῦτο πέρας τῆς προκειμένης θεωρίας.
[这是]因为倾向(重量)不是数量的种,而更是数量的情状,正如偶和奇不是数目,而是数目的情状一样。它们作为度量数目的东西而是情状;因为被度量也是一种情状,但它是成全性的而非毁灭性的。而我们是在探讨数量,而不是探讨它的情状。但继这个疑难之后,另一个疑难接踵而至,声称如果这种划分是恰当作出的,那么各个种本不应当彼此需要;然而现在我们看到连续者需要分离者,分离者需要连续者。连续者需要分离者,从这里显而易见:线、面和物体是连续的,线在单一维度上延展,面在两个方向上延展,物体在三个方向上延展;如果一、二、三属于分离者,那么连续者就需要分离者。至于分离者也需要连续者,我们将这样教导:数目作为分离者,需要一个构成共同界限的单位,以便将其各部分彼此结合。针对这些说法我们说,首先,数目并不为了被结合而需要单位,正如我们将要指出的那样,连续者也不需要分离者;因为对于具有无宽之长的线而言,在单一维度上延展是偶性的,对于具有长和宽的面而言,在两个方向上延展是偶性的,对于兼具长、宽、深三者的物体而言,在三个方向上延展同样是偶性的。因此,如果[这些延展]对连续者而言是偶性的,并且就它们自身而言并非在严格意义上需要它们,而我们所讨论的是自存者而非偶性事物,那么连续者也就不需要分离者了。 在这项划分之后,哲学家[亚里士多德]对连续者和分离者进行了细分:将连续者划分为五种,即线、面、物体、场所、时间;将分离者划分为两种,即言语和数目。但有人立刻对连续者的划分提出疑难,说这个划分是有欠缺的,因为它没有把作为连续者之种的运动也包含在内。针对他们,我们将说:运动的存在在于生成之中,而我们所讨论的不是不完全的事物,而是完全的事物。但他们又提出疑难说:如果因为这个缘故遗漏了运动,那么本也不应当将作为运动之情状的时间包含在内(因为时间作为运动的度量者是运动的情状);因为不完全事物的情状比起它作为其情状的那个事物来更为不完全。对此我们再次说:时间和运动并不相似;因为正如已经说过的,运动既是不完全的,其存在又在于生成之中,但时间并非如此,〈而是某种完全的〉且具形式之物;因为时间要么是现在,要么是过去,要么是未来。但他们又对我们提出另一个疑难:如果我们在区分实体为有形物体和无形物体时将物体归入实体之下,哲学家又为何将物体也称为数量的[种]呢?针对这个疑难我们说:并不是同一个物体既归入数量之下又归入实体之下;因为物体是双重的,一种是数学的,另一种是自然的。自然的物体是在三个方向上延展且归入实体之下的,而数学的物体是在思维中被把握的,它正是数量的一个种。他们对我们关于场所也提出了同样的疑难,说场所要么是界限,要么是面。如果它是界限,显然它应当归入关系范畴之下(因为界限归入这一范畴,因为它是相对之物;凡界限都是被限定者的界限);如果它是面,他既然已经说了面是数量的一个种,又怎能将其列举两次呢?那么我们该怎么说呢?它既非单纯的面,也非单纯的界限,而是界定性的面。而复合之物不同于构成复合之物的单纯之物。因此,如果这个作为复合之物是不同的,那么顺理成章地,我们说哲学家既没有将面列举两次,也没有在场所作为界限本应当归入关系范畴之下的情况下将其归入数量之中。这就是当前探讨的终点。
- 16.1τῇ μὲν γὰρ γραμμῇ μῆκος ἐχούσῃ ἀπλατὲς συμβέβηκε τὸ ἐφ’ ἓν εἶναι διαστατήν
在无人称动词 συμβέβηκε 之后,带冠词不定式短语 τὸ ... εἶναι διαστατήν 作主语。不定式 εἶναι 的表语形容词 διαστατήν 采用阴性宾格,是因为它与不定式的隐含宾格主语一致,该主语回指与格成分 τῇ ... γραμμῇ。
- 16.1μήτε δὶς τὴν ἐπιφάνειαν ἀπαριθμήσασθαι μήτε δὲ τὸν τόπον, ὑπὸ τὴν πρός τι κατηγορίαν ὀφείλοντα ὡς πέρας ἀνάγεσθαι, ὑπὸ τὸ ποσὸν ἀνήγαγεν
在 λέγομεν 之后,前半句采用不定式结构(μήτε ... ἀπαριθμήσασθαι),但在 μήτε δέ 之后句式发生破格(anacoluthon),使用了限定动词 ἀνήγαγεν 而非并列的不定式(如 ἀναγαγεῖν)。在意义上,两者并列表示否定的结论,即哲学家既没有重复列举面,也没有把场所归入数量之下。
