- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:81.16-82.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗讨论了在范畴秩序中实体之后应当紧随数量还是性质,协调了阿基塔斯与亚里士多德因各自出发点不同而产生的表面分歧,并提出了数量划分为连续和分离时似乎遗漏了重量(倾向)这一疑难。
Περὶ τοῦ ποσοῦ.
论数量。
"Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές, καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν." Μετὰ τὴν περὶ τῆς οὐσίας διδασκαλίαν ἐπὶ τὸ ποσὸν ἡμᾶς ἤγαγεν. καὶ δεῖ γενομένους ἐνταῦθα ζητεῖν περὶ τῆς τοιαύτης τάξεως· ἀμφισβητοῦσιν γὰρ οἱ παλαιοί, οἱ μὲν λέγοντες ‘τὸ ποιὸν δεῖ προτετάχθαι τοῦ ποσοῦ’, οἱ δὲ ‘τὸ ποσὸν τοῦ ποιοῦ’, ὥσπερ οὖν καὶ Ἀριστοτέλης φαίνεται τοῦτο ποιῶν· περὶ γὰρ τῶν ἄλλων κατηγοριῶν οὐδεμία γέγονεν ἀμφισβήτησις, ποίαν ἄρα δεῖ προτάττεσθαι τῆς ἑτέρας· περὶ μὲν τοῦ πρός τι, διότι ἐν σχέσει ἐστί, τὰ δὲ καθ’ αὑτὰ τῶν ἐν σχέσει προηγεῖται,1 περὶ δὲ τῶν ἄλλων ἓξ κατηγοριῶν, ὅτι ἐν συνθέσει θεωροῦνται. σύνθετοι δέ εἰσιν αὗται, διότι ἡ οὐσία συμπλεκομένη τῷ ποσῷ καὶ τῷ ποιῷ καὶ τῷ πρός τι ταύτας ἀποτελεῖ· εἰ δὲ σύνθετοί εἰσιν, τὰ δὲ ἁπλᾶ τῶν συνθέτων προηγεῖται, πῶς οὐκ ἔσται τὰ προειρημένα προηγούμενα τῶν ἄλλων ἓξ κατηγοριῶν; ὁ μὲν οὖν Ἀρχύτας ἔλεγεν ‘δεῖ προτάττεσθαι τὸ ποιὸν τοῦ ποσοῦ’, δυσὶν ἐπιχειρήμασιν κεχρημένος, ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον· ἴδιον, φησί, τῆς οὐσίας τῆς ἀτόμου τὸ ποιὸν ἤπερ τὸ ποσόν· τὸ μὲν γὰρ μέλι καὶ τὸ ἀψίνθιον οὐ τῷ ποσῷ διακρίνομεν, ἀλλὰ τῷ ποιῷ· τὸ μὲν γάρ ἐστιν γλυκὺ τὸ δὲ πικρόν. δεύτερον ἐπιχείρημα· ὅτι καὶ ταῖς δευτέραις οὐσίαις, τοῦτ’ ἔστι ταῖς καθόλου, τὸ ποιὸν ἁρμόζει. ὅτι δὲ ἀληθῆ περὶ τούτου ἔλεγεν Ἀρχύτας, μαρτυρεῖ Ἀριστοτέλης αὐτός, 〈ὃς〉 λέγων περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει. ἡμεῖς δέ φαμεν πρὸς ταῦτα ὅτι πρῶτον μὲν εἰ καὶ τῷ ποιῷ αἱ ἄτομοι οὐσίαι διακρίνονται, ἀλλ’ αἱ τοιαίδε ἄτομοι, ἡμῖν δὲ οὐδεὶς λόγος περὶ τῶν τοιῶνδε ἀτόμων, ἀλλ’ ἁπλῶς περὶ ἀτόμων ζητοῦμεν εἰ ἄτομα. πρὸς δὲ τὸ δεύτερόν φαμεν ὅτι δεῖται ἡ οὐσία τοῦ ποιοῦ· ἔστι γὰρ τὸ ποιὸν τὸ μὲν οὐσιῶδες τὸ δὲ ἐπεισοδιῶδες, ὃ καὶ μία ἐστὶ τῶν κατηγοριῶν. τοῦ μὲν οὖν ἐπεισοδιώδους οὐ δέεται ἡ οὐσία, ἀλλὰ μᾶλλον τοῦ οὐσιώδους, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος. ὅτι δὲ τὸ ποσὸν δεῖ τοῦ ποιοῦ προτάττειν, ἔστιν εὐπορῆσαι καὶ δι’ ἄλλων τριῶν ἐπιχειρημάτων· πρῶτον μὲν ὅτι τὴν οὐσίαν διαιροῦμεν εἰς πρῶτον καὶ δεύτερον, τὸ δὲ πρῶτον καὶ δεύτερον ποσοῦ· εἰκότως ἄρα μετὰ τὴν οὐσίαν τέτακται τὸ ποσόν. δεύτερον ὅτι πάσαις ταῖς οὐσίαις συμβάλλεται τὸ ποσόν, ταῖς μὲν πρώταις οὐσίαις, διότι λέγονται ἓν τῷ ἀριθμῷ, ταῖς δὲ δευτέραις, διότι λέγονται καὶ αὐταὶ τοῦτο αὐτὸ δεύτεραι, καὶ ὅτι πάλιν λέγονται ἓν τῷ εἴδει καὶ ἓν τῷ γένει· τὸ δὲ ἓν καὶ τὰ δύο πάλιν τοῦ ποσοῦ. εἰκότως οὖν δευτέραν ἔλαχεν τάξιν τὸ ποσὸν μετὰ τὴν οὐσίαν. τρίτον ἐπιχείρημα· ὅτι τὸ ποσὸν πρὸς πάντα τὰ ὄντα ἐπεκτείνεται, οἷον πάντα τὰ ὄντα ἢ ἕν ἐστιν ἢ πολλά, τὸ δὲ ἓν καὶ πολλὰ ἴδιόν ἐστι τοῦ ποσοῦ. τὸ δὲ ποιὸν οὐχ οὕτως ἐπεκτείνεται ἐπὶ πάντα τὰ ὄντα· ἰδοὺ γὰρ ἡ ὕλη ἡ ἀνείδεος οὐκ ἐπιδέχεται ποιότητα ὡς κρείττων οὖσα ποιότητος. τὸ δὲ εἰς πάντα ἐπεκτεινόμενον τοῦ μὴ οὕτως ἔχοντος προτιμότερον· εἰκότως ἄρα προτετίμηται τὸ ποσὸν τοῦ ποιοῦ. τούτων οὖν οὕτως ἐχόντων φέρε λοιπὸν καὶ τῇ δοκούσῃ διαφωνίᾳ τῶν φιλοσόφων ὀπτέον· οὔτε γὰρ Ἀρχύτας τὸ ποιὸν προτάξας διήμαρτε τῆς ἀληθείας, οὔτε μέντοι Ἀριστοτέλης τὸ ποσὸν προτιμήσας· ἰστέον γὰρ ὅτι Ἀρχύτας γράψας Περὶ τῶν δέκα γενῶν τὰ καθόλου προέταξε τῶν μερικῶν. τοῖς δὲ καθόλου ἁρμόζει τὸ ποιόν. καὶ τούτου χάριν πρῶτον ἔταξε τὸ ποιόν. ὁ δὲ Ἀριστοτέλης, ὡς ἴσμεν, τὰς μερικὰς οὐσίας προέταξεν, αἷς τὸ ποσὸν μᾶλλον ἁρμόζει. ὥστε κατὰ τὴν ἰδίαν ἀρχὴν τοῦ συγγράμματος ἕκαστος τούτων οὐδὲν διήμαρτεν, οὔτε ὁ τῷ ποσῷ συναγωνιζόμενος οὔτε ὁ τῷ ποιῷ συμμαχῶν. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως. Διαιρεῖται δὲ τὸ ποσὸν Ἀριστοτέλης εἰς συνεχὲς καὶ διωρισμένον. ἀλλὰ ἀποροῦσιν εὐθὺς πρὸς τὴν διαίρεσιν, ὅτι οὐ πάντα τὰ εἴδη περιέλαβεν· ἰδοὺ γὰρ ἡ ῥοπὴ εἶδος οὖσα τοῦ ποσοῦ, καθὰ λέγομεν τάλαντα, ἡμιτάλαντα, περιλέλειπται. πρὸς τοῦτό φασί τινες ὅτι ταὐτόν ἐστιν ἡ ῥοπὴ τοῦ συνεχοῦς,2 καὶ τούτου χάριν τῆς ῥοπῆς οὐκ ἐμνημόνευσεν. πρὸς οὓς φαμεν ὅτι ψεῦδος· † καὶ γὰρ τοῦτο κέχρηνται ἰσόογκα καὶ ἰσοβαρῆ εἶναι. τί οὖν ἡμεῖς φαμεν;
“在数量中,一方面有的是分离的,有的是连续的;另一方面,一种是由其内部各部分彼此具有位置者构成的,另一种则不是由具有位置的部分构成的。” 在关于实体的教学之后,[他]把我们引向了数量。到达这里的人必须探讨这样一种秩序;因为古人们争论不休,一些人说‘性质应当置于数量之前’,另一些人则说‘数量应当置于性质之前’,正如亚里士多德显然也是这样做的。因为关于其余的范畴,并没有发生任何关于哪一个应当置于另一个之前的争论:关于关系,是因为它处于关系之中,而自存之物先于处于关系之中的事物;关于其余的六个范畴,是因为它们是在结合中被考察的。而这些范畴是复合的,因为实体通过与数量、性质和关系交织在一起而构成了这些范畴;如果它们是复合的,而单纯之物先于复合之物,前述的[范畴]又怎能不先于其余六个范畴呢?阿基塔斯曾说‘性质应当置于数量之前’,他使用了两个论证,其中第一个是这样的:他说,对于个别实体而言,性质比数量更为固有;因为我们不是用数量来区分蜂蜜和苦艾,而是用性质;因为前者是甜的,后者是苦的。第二个论证是:性质也适合于第二实体,即普遍者。关于这一点阿基塔斯说了实话,亚里士多德本人也作证,他在论述实体时界定了性质。但我们针对这些论点说,首先,即使个别实体是通过性质来区分的,那也是区分这类个别实体,而我们根本不讨论这类个别实体,而是单纯就个别实体作为个别实体来进行探讨。针对第二个论证我们说,实体需要性质;因为性质一方面是实质性的,另一方面是附随性的,后者也是范畴之一。因此实体需要的并不是附随性的性质,而是实质性的性质,而这并不是我们现在所讨论的。另一方面,数量应当置于性质之前,也可以通过其他三个论证来阐明:第一,我们把实体划分为第一和第二,而第一和第二属于数量;因此顺理成章地,数量被排在实体之后。第二,数量有助于所有的实体:对第一实体而言,是因为它们被称为在数目上为一;对第二实体而言,是因为它们本身也被称为这同一个‘第二’,并且又被称为在种上为一和在属上为一;而一和二又属于数量。因此顺理成章地,数量在实体之后获得了第二位。第三个论证是:数量延伸至所有的存在者,比如所有的存在者要么是一,要么是多,而一和多是数量的固有特性。但性质并没有这样延伸至所有的存在者;因为你看,无形式的质料并不容纳性质,因为它优越于性质。而延伸至所有事物者,比不如此者更尊贵;因此顺理成章地,数量比性质更受尊崇。既然这些情况是这样,那么且让我们进而考察哲学家们表面的分歧;因为阿基塔斯把性质置于前面并未偏离真理,而亚里士多德重视数量也同样未偏离真理;因为应当知道,阿基塔斯撰写《论十个属》时,将普遍者置于个别者之前。而性质适合于普遍者。由于这个缘故,他把性质排在第一位。正如我们所知,亚里士多德则将个别实体置于前面,而数量更适合于个别实体。因此,根据各自著作特有的原则,他们中的每一个人都没有丝毫失误,无论是在为数量奋战的人,还是在与性质结盟的人。关于秩序就谈这么多。亚里士多德把数量划分为连续的和分离的。但人们立刻对这种划分提出疑难,说他没有包罗所有的种;因为你看,倾向(重量)作为数量的一个种——正如我们所说的他连得、半他连得——被遗漏了。对此有人说,倾向与连续的事物是同一的,由于这个缘故他没有提及倾向。针对他们我们说,这是假的;†因为他们采用了这个,即体积相等且重量相等。那么我们该怎么说呢?
- 16.1περὶ μὲν τοῦ πρός τι, διότι ἐν σχέσει ἐστί, τὰ δὲ καθ’ αὑτὰ τῶν ἐν σχέσει προηγεῖται
在接续前句 οὐδεμία γέγονεν ἀμφισβήτησις(“没有发生争论”)的解释句中,需要补充主句动词的省略。介词短语 περὶ μὲν τοῦ πρός τι... περὶ δὲ τῶν ἄλλων ἓξ κατηγοριῶν 意为“关于关系[没有发生争论]……关于其余六个范畴[没有发生争论]”,依赖于前句谓语的承前省略。
- 16.1ταὐτόν ἐστιν ἡ ῥοπὴ τοῦ συνεχοῦς
形容词 ταὐτόν 支配属格 τοῦ συνεχοῦς 的句法结构。表示同一性的词通常接与格,但此处使用了表示比较或关联对象的属格,意为“倾向与连续者是同一的”。
