← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§80.26-81.14

话语与意见的区别及通过对质确立的固有属性

奥林匹奥多罗阐述了由话语和意见对实体的固有属性提出的疑难(4a22),说明了外在言说的话语与内在话语(意见)的区别,并论证了包含‘通过自身的变化’这一补充的实体固有属性结论(4b17)是针对对质而非异议做出的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.6

" [Εἰ μή τις ἐνίσταται τὸν λόγον καὶ τὴν δόξαν φάσκων τῶν ἐναντίων εἶναι.1" Ἐντεῦθεν ἀρχὴ τῆς ἀπορίας τῷ φιλοσόφῳ· βουλόμενος μὲν γάρ, ὡς εἰρήκαμεν, 〈ζητῆσαι〉 εἰ μόνῃ τῇ οὐσίᾳ ἁρμόττει τὸ ἴδιον, τοῦτ’ ἔστι τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν, ἀπορεῖ ἑαυτῷ λέγων ὡς ὁ λόγος καὶ ἡ δόξα τῶν ἐναντίων ἐστὶ δεκτικά. ἐπιλύεται δὲ ταύτην τὴν ἀπορίαν, ὡς ἡμεῖς ἐν τῇ θεωρίᾳ ἐδηλώσαμεν, τῇ ἐνστάσει καὶ τῇ ἀντιπαραστάσει. δεῖ δὲ εἰδέναι ὅτι διαφέρει λόγος δόξης· ὁ μὲν γὰρ λόγος ἐστὶ διττός, ὁ μὲν διὰ τῆς γλώττης προφερόμενος, ὃς καὶ ὁμώνυμος τῷ γένει λέγεται λόγος, ὁ δὲ ἕξις ὢν τῆς ψυχῆς, ὃς καὶ ἐνδιάθετος καλεῖται, ἀλλὰ δὴ καὶ δόξα προσαγορεύεται. κατὰ τοῦτο οὖν διαφέρει ὁ λόγος τῆς δόξης, ὅτι ὁ μὲν λόγος προφορικός ἐστιν, ἡ δὲ δόξα ἐνδιάθετος λέγεται λόγος.

“[除非有人提出异议,声称话语和意见能够容纳相反者。]”从这里开始是哲学家的疑难;因为正如我们所说,他希望〈探讨〉固有属性——即在数目上为一且同一的同时能够容纳相反者——是否仅适合于实体,便向自己提出疑难,说言辞和意见是能够容纳相反者的。正如我们在考察中所阐明的那样,他通过异议和对质来解答这个疑难。但应当知道,言辞与意见是有区别的;因为言辞是双重的,一种是通过舌头表达出来的,它在名称上也与属同名被称为言辞,另一种则是灵魂的一种状态,它被称为内在的,而且确实也被称为意见。那么,言辞与意见的差别就在于:言辞是外在言说的,而意见则被称为内在的言辞。

§15.7

"Ὥστε ἴδιον οὐσίας ἂν εἴη τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ κατὰ τὴν αὐτοῦ μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικόν." Τοῦτο τὸ συμπέρασμα πρὸς τὴν ἀντιπαράστασιν μᾶλλον εἴρηται, οὐ πρὸς τὴν ἔνστασιν· ἡ μὲν γὰρ ἀντιπαράστασις βούλεται δεῖσθαι τὴν οὐσίαν τῆς τοιαύτης προσθήκης τῆς λεγούσης ‘κατὰ τὴν ἑαυτοῦ μεταβολήν’· αὕτη γάρ ἐστιν ἡ λέγουσα ὅτι εἰ καὶ ὁ λόγος καὶ ἡ δόξα τῶν ἐναντίων ἐστὶ δεκτικά, ἀλλ’ οὖν οὐχ ὁμοία ἡ τούτων ὑποδοχή· ἡ μὲν γὰρ οὐσία αὐτὴ μεταβάλλεται, ὁ δὲ λόγος καὶ ἡ δόξα ἀμετάβλητα ὄντα, τὰ ὑπὸ τούτων πράγματα σημαινόμενα μεταβάλλονται. τῇ οὖν ἀντιπαραστάσει τὸ συμπέρασμα ἁρμόζει διὰ τὴν τοιαύτην προσθήκην, οὐ μὴν τῇ ἐνστάσει· ἐκείνη γὰρ ὁλοσχερῶς οὐκ ἐβούλετο χώραν διδόναι τῇ ἀπορίᾳ, ἀλλ’ ἐνίστατο λέγουσα ὅτι αὐτὸ τοῦτο ὁ λόγος καὶ ἡ δόξα οὔκ εἰσι τῶν ἐναντίων δεκτικά. εἰκότως οὖν ὡς μὴ ἐπιδεχομένῃ τῇ ἐνστάσει τὸ εἶναι δεκτικὸν τῶν ἐναντίων τὸν λόγον καὶ τὴν δόξαν2 οὐ πρέπει τὸ τοιοῦτον συμπέρασμα.]

“因此,在数目上同一且为一的事物,通过自身的变化而能够容纳相反者,这该是实体的固有属性。” 这个结论主要是针对对质而言的,而不是针对异议;因为对质要求实体需要这样一种声称‘通过自身的变化’的补充;因为正是对质声称,即便话语和意见能够容纳相反者,它们的容纳方式却不是相似的;因为实体自身发生变化,而话语和意见虽然是不变的,被它们所指示的事物却在发生变化。因此,由于这样的补充,该结论适合于对质,却绝不适合于异议;因为异议根本不想给疑难留下余地,而是提出异议说,恰恰是话语和意见并非能够容纳相反者。顺理成章地,既然异议不承认话语和意见能够容纳相反者,这样的结论对它就是不恰当的。]

语法注2 条
  1. 15.6τῶν ἐναντίων εἶναι

    作为表语属格(领属性属格),表示属于“能够容纳相反者(的事物)”。正如后文用 τῶν ἐναντίων ἐστὶ δεκτικά 所转述的那样,此处 εἶναι 带有属格表达了能够容纳相反者的含义。

  2. 15.7ὡς μὴ ἐπιδεχομένῃ τῇ ἐνστάσει τὸ εἶναι δεκτικὸν τῶν ἐναντίων τὸν λόγον καὶ τὴν δόξαν

    带有 ὡς 的分词结构 ὡς μὴ ἐπιδεχομένῃ 表示原因或主观依据,与主要动词 οὐ πρέπει 所要求的与格宾语 τῇ ἐνστάσει 保持性数格一致。该分词的宾语是定冠词引导的不定式短语 τὸ εἶναι δεκτικόν...(话语和意见能够容纳相反者这一事实)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:80.26-81.14