← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§79.20-80.25

生成中的话语考察与实体固有属性的总结

奥林匹奥多罗考察了基于话语的存在在于生成之中的第三种疑难解答,说明亚里士多德因其不适用于意见而将其略过的原因,随后对实体的六个固有属性进行比较评估,并通过修正第六个属性提出真正属于实体的固有属性,从而结束对实体论的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.5#2

ὁ λόγος τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων ἐστίν· ἐὰν οὖν εἴπω ὅτι Σωκράτης περιπατεῖ, ἢ ἀληθεύει ἢ ψεύδεται ὁ λόγος, οὐκέτι μέντοι τὸ συναμφότερον ἔστι θεωρῆσαι· δέδεικται γὰρ ὅτι τὰ ἐπιδεχόμενα τὰ ἐναντία ἐν τῷ αὐτῷ χρόνῳ οὐκ ἐπιδέχονται. ἀλλ’ οὔτε μὴν μέλλει ἐπιδέχεσθαι τὰ ἐναντία, εἴ γε ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι· φιλεῖ γὰρ ἀλήθειαν·1 ἔστ’ ἂν μὲν γὰρ λέγηται ὁ λόγος, καὶ ἔστιν, πλήρης δὲ γενόμενος ἤδη ἔφθαρται,2 καὶ οὐκέτι ὁ αὐτὸς δύναται τῶν ἐναντίων εἶναι δεκτικός, ὡς μήτε ἐν τῷ αὐτῷ χρόνῳ δυνάμενος δέχεσθαι τὰ ἐναντία μήτε δὲ δυνάμενος εἶναι τῶν μετὰ τὸ γίνεσθαι συνισταμένων. ἀλλ’ αὕτη μὲν ἡ ἐπίλυσις ἁρμόζει τῷ λόγῳ, οὐ μὴν καὶ τῇ δόξῃ· ἡ γὰρ δόξα ἕξις οὖσα τῆς ψυχῆς δύναται ἐν τῷ γενέσθαι ἔχειν τὸ εἶναι. ἐπειδὴ οὖν ἑνὶ καὶ μόνῳ ἁρμόζει, τούτου χάριν ὁ Ἀριστοτέλης ταύτην τὴν ἐπίλυσιν παραλέλοιπεν, ἐκείνας δὲ μόνας εἶπεν τὰς δι’ ἐνστάσεως καὶ ἀντιπαραστάσεως ἁρμοζούσας τῷ τε λόγῳ καὶ τῇ δόξῃ. Ἀλλ’ ἐπειδὴ μέχρι τούτων ὁ Ἀριστοτέλης τὸν περὶ τῆς οὐσίας ἔστησε λόγον, φέρε καὶ ἡμεῖς σύγκρισιν τῶν προειρημένων ἰδίων ποιήσαντες ἐπ’ αὐτῇ καταπαύσωμεν τὴν παροῦσαν θεωρίαν. τὸ τοίνυν δεύτερον ἴδιον, φημὶ δὴ τὸ συνωνύμως κατηγορεῖσθαι, ἐκβλητέον τοῦ εἶναι ἴδιον ὅλως·3 οὐδέτερον γὰρ χαρακτηριστικὸν ἔχει τοῦ ἰδίου, διότι μήτε πάσῃ ὑπάρχει μήτε μόνῃ τῇ οὐσίᾳ. τὸ δὲ πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον, τοῦτ’ ἔστι τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι καὶ τὸ μηδὲν ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, μᾶλλον ἁμαρτάνουσιν ἧττον δὲ κατορθοῦσιν. μᾶλλον δὲ ἁμαρτάνειν λέγεται τὸ ἴδιον, ὅταν παντὶ ὑπάρχῃ καὶ οὐ μόνῳ, ὅπερ ὑπάρχει ἐπὶ τῶν τριῶν ἰδίων τούτων. ἧττον δὲ κατορθοῦσιν, διότι μὴ καὶ μόνῃ ὑπάρχουσιν, ὡς εἰρήκαμεν, καὶ διότι ἀποφατικῇ κέχρηνται τῇ φωνῇ· ἡ μὲν γὰρ ἀπόφασις τί οὐκ ἔστι δηλοῖ, οὐκέτι μέντοι τί ἐστι, καίτοι τοῦ ἰδίου ὁρισμὸν βουλομένου μιμήσασθαι καὶ τὴν φύσιν δηλῶσαι τοῦ πράγματος. τὸ δὲ τρίτον καὶ τὸ ἕκτον, τοῦτ’ ἔστι τὸ τόδε τι σημαίνειν καὶ τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὑπάρχον τῶν ἐναντίων εἶναι δεκτικόν, ἧττον ἁμαρτάνουσιν μᾶλλον δὲ κατορθοῦσι· ταῦτα γὰρ μόνῃ μὲν ὑπάρχουσι τῇ οὐσίᾳ, ὅπερ ἐστὶ κυρίως χαρακτηριστικὸν τοῦ ἰδίου, οὐκέτι μέντοι καὶ πάσῃ. ἀλλ’ ἐντεῦθεν ἡμῖν ἀναφαίνεταί τις ἀπορία, ἡ λέγουσα ὅτι εἰ οὐδὲν ἧττον τὸ τρίτον τοῦ ἕκτου οὔτε ἁμαρτάνει οὔτε κατορθοῖ, τίνος χάριν ὁ φιλόσοφος τῷ ἕκτῳ ψῆφον ἀποδέδωκεν εἰπὼν μάλιστα δὲ ἴδιόν ἐστιν, οὐκέτι μέντοι καὶ τῷ τρίτῳ. πρὸς τοῦτό φαμεν ὅτι εἰκότως· τὸ μὲν γὰρ τρίτον ἀπὸ τῆς ὀνομασίας εἴληπται (τὸ γὰρ σημαίνειν ἴδιόν ἐστιν ὀνόματος), τὸ δὲ ἕκτον ἀπὸ τοῦ πράγματος· ἐντιμότερα δὲ τὰ ἀπὸ τοῦ πράγματος ἤπερ τὰ ἀπὸ τῆς ὀνομασίας. τίνος οὖν χάριν μὴ πάσῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ ἕκτον ἴδιον; καί φαμεν ὅτι ἐπειδὴ μὴ ταῖς δευτέραις ἁρμόττει οὐσίαις. αὗται μὲν γὰρ οὐκ εἰσὶν ἓν τῷ ἀριθμῷ, ὥσπερ τὸ ἴδιον βούλεται. ἐπειδὴ τοίνυν οὐδέτερον τῶν εἰρημένων ἰδίων κυρίως ἴδιόν ἐστι τῆς οὐσίας, φέρε ἀποδῶμεν ταύτης ἴδιον μόνῃ αὐτῇ ὑπάρχον καὶ πάσῃ. λέγω τοίνυν ὅτι μικρὰν προσθήκην εἰ προσλάβοι τὸ ἕκτον ἴδιον, ἁρμόσαι πάσῃ αὐτῇ. καὶ πῶς, ἄκουε· ἰδοὺ τοίνυν ἐστὶ τὸ πρᾶγμα· τὸ ἔχον γένη καὶ εἴδη τῶν ἐναντίων ὄντα δεκτικά·4 τοῦτο γὰρ εἰπόντες σὺν τοῖς ἀτόμοις καὶ τὰ εἴδη καὶ τὰ γένη περιελάβομεν. τοῦτο πέρας τῆς παρούσης θεωρίας καὶ τοῦ λόγου τοῦ περὶ τῆς οὐσίας.

话语属于在生成之中具有其存在的事物。因此,如果我说‘苏格拉底在散步’,这句话语或者为真,或者为假,然而再也不可能将两者放在一起考察;因为已经证明,容纳相反者之物不会在同一时间内加以容纳。而且,如果它确实是在生成之中具有其存在,它就根本不会容纳相反者;因为它喜爱真理。因为话语只要正在被言说,它就存在,但一旦变得完整,它便已经消亡,同一个话语再也不能容纳相反者,因为它既不能在同一时间内容纳相反者,又不能属于在生成之后才成立的事物。但是,这个解答虽然适合于话语,却并不适合于意见;因为意见作为灵魂的一种状态,能够在生成之后具有其存在。因此,由于它仅适合于单一者,亚里士多德为此略去了这个解答,而仅陈述了通过异议和对质的那些同时适合于话语和意见的解答。 不过,既然亚里士多德关于实体的论述至此为止,来吧,让我们也对前面所说的固有属性进行一番比较,以此结束当前的考察。那么,第二个固有属性——我指的是同义地被述说——应当被完全排除在作为固有属性之外;因为它不具备固有属性的任何一个特征,既不属于全部实体,也不仅属于实体。而第一、第四和第五个固有属性——即不在基底之中、没有任何相反者、以及不容纳程度的差异——偏差更大,而成功较小。当固有属性属于全部而不仅属于它自身时,就被称为偏差更大,这正是在这三个固有属性上所体现的。它们成功较小,是因为正如我们所说,它们不仅属于实体,而且是因为它们使用了否定的言辞;因为否定指明的是事物不是什么,却不再指明它是什么,尽管固有属性希望模仿定义并指明事物的本性。另一方面,第三和第六个固有属性——即指示‘某个这’,以及在数目上为一且同一的同时能够容纳相反者——偏差较小,而成功更大;因为这些仅属于实体,这正是固有属性的本义特征,但它们却不再属于全部实体。然而由此对我们显现出一个疑难,声称:如果第三个固有属性在偏差和成功上都不逊于第六个,哲学家究竟出于什么原因将肯定的一票投给了第六个,说它是‘最固有不过的’,而没有同样对待第三个呢?对此我们回答说:这是合乎情理的;因为第三个是从名称中汲取的(因为指示是名称所固有的),而第六个则是从实际事物中汲取的;从实际事物中汲取的,比从名称中汲取的更为尊贵。那么,第六个固有属性究竟出于什么原因不属于全部实体呢?我们回答说:因为它不适合于第二实体。因为第二实体并不如固有属性所要求的那样在数目上为一。既然所说的这些固有属性都不是严格本义上的实体固有属性,来吧,让我们为它给出一个仅属于它且属于全部实体的固有属性。那么我说,如果第六个固有属性接受一个微小的补充,它就会适合于全部实体。请听这是如何实现的:看哪,事情就是如此——‘具有能够容纳相反者的属和种的事物’;因为说了这句话,我们就在个体之外把种和属也一并涵盖进去了。这是当前考察以及关于实体的论述的终点。

语法注4 条
  1. 15.5φιλεῖ γὰρ ἀλήθειαν

    动词 φιλέω 不带不定式而直接带宾格宾语(ἀλήθειαν),意为“喜爱真理”。此处说明话语在言说的瞬间即确定为真或假,并在保有该真值的情况下随即消亡,因而同一句话语不会转变为相反的真假状态。

  2. 15.5ἔστ’ ἂν μὲν γὰρ λέγηται ὁ λόγος, καὶ ἔστιν, πλήρης δὲ γενόμενος ἤδη ἔφθαρται

    句式骨干是由 μέν...δέ 标记的时间对比(ἔστ’ ἂν μὲν λέγηται ... πλήρης δὲ γενόμενος ...)。连词 ἔστ’ ἂν(ἔστε ἄν)引导表示“只要……期间”的时间从句,主句 καὶ ἔστιν 中的 καί 起强调作用(“确实存在”)。随后的 πλήρης γενόμενος 是时间分词(“一旦言说完整”),修饰完成时主动词 ἤδη ἔφθαρται。

  3. 15.5ἐκβλητέον τοῦ εἶναι ἴδιον ὅλως

    非人称动形容词句式(ἐκβλητέον [ἐστί]),表示“应当被排除”。后面的 τοῦ εἶναι ἴδιον ὅλως 是分离属格,从属于动形容词;冠词化不定式 τοῦ εἶναι 的表语为 ἴδιον。

  4. 15.5τὸ ἔχον γένη καὶ εἴδη τῶν ἐναντίων ὄντα δεκτικά

    τὸ ἔχον 是中性单数分词,实质化作为固有属性的定义公式(“具有……的事物”)。其直接宾语是 γένη καὶ εἴδη(中性复数宾格),分词 ὄντα 及形容词 δεκτικά 与之保持性数格一致。紧随其后的解释表明,该结构意为“拥有能够容纳相反者的属和种的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:79.20-80.25