- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:78.6-79.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗阐释了第4a21行的疑难,即话语和意见因容纳真与假这对相反者而对实体的固有属性构成挑战,并说明了亚里士多德如何通过对质和异议两种辩驳方式,依据变化主体的不同来维护实体特有的固有属性。
" Ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τὸ τοιοῦτον, εἰ μή τις ἄρα ἐνίσταται τὸν λόγον φάσκων καὶ τὴν δόξαν τῶν ἐναντίων εἶναι δεκτικά·1 ὁ γὰρ αὐτὸς λόγος ἀληθής τε καὶ ψευδὴς δοκεῖ εἶναι." Ἀποδοὺς ὁ φιλόσοφος τὸ ἴδιον τῆς οὐσίας, τοῦτ’ ἔστι τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν, βούλεται διὰ τούτων ζητῆσαι εἰ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει ἢ μή· ἐπεὶ γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὸ ἴδιον βούλεται καὶ μόνῳ ἐφαρμόζειν καὶ παντί, μᾶλλον ἁμαρτάνει, εἰ μὴ μόνῃ ὑπάρχει, ἧττον δὲ ἁμαρτάνει, εἰ πάσῃ μὴ ὑπάρχει τῇ οὐσίᾳ. ζητῶν οὖν ἐνταῦθα ὁ Ἀριστοτέλης εἰ μόνῃ ὑπάρχει, δείκνυσιν ὅτι οὐ μόνῃ ἀλλὰ καὶ τῷ ποσῷ καὶ τῷ ποιῷ. καὶ χάριν μὲν τοῦ ποσοῦ παράδειγμα λαμβάνει τὸν προφορικὸν λόγον, χάριν δὲ τοῦ ποιοῦ τὴν δόξαν· φησὶ γὰρ ὅτι οὐ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ ἴδιον, ἀλλὰ καὶ τῷ ποσῷ καὶ τῷ ποιῷ, τοῦτ’ ἔστι τῷ λόγῳ καὶ τῇ δόξῃ· ὁ γὰρ λόγος εἷς καὶ ὁ αὐτὸς τῷ ἀριθμῷ ὑπάρχων τῶν ἐναντίων ἐστὶ δεικτικός· οἷον ἐὰν εἴπω ‘Σωκράτης κάθηται’, ἢ ἀληθεύω ἢ ψεύδομαι· ὅτε μὲν κάθηται, δηλονότι ἀληθεύει ὁ λόγος, εἰ δὲ μή, δηλονότι ψεύδεται. καὶ οὕτω τῶν ἐναντίων ἐστὶ δεκτικὸς εἷς ὑπάρχων ὁ λόγος· τὸ γὰρ ἀληθεύειν ἢ ψεύδεσθαι ἐναντία ἐστί. ὁμοίως καὶ ἐὰν περὶ Σωκράτους ἀνίστασθαι ἢ καθῆσθαι δοξάσωμεν, ἢ ἀληθεύομεν ἢ ψευδόμεθα. καὶ οὕτω πάλιν τῶν ἐναντίων ἐστὶν ἡ δόξα δεκτική. ταύτην τὴν ἀπορίαν ἐπιλύεται ὁ φιλόσοφος. ἐπιλύεται δὲ διὰ τῆς ἐνστάσεως τε καὶ ἀντιπαραστάσεως. καὶ ἔστιν ἔνστασις μὲν τὸ μηδὲ ὅλως παρέχειν χώραν τῇ ἀπορίᾳ, ἀλλ’ ἐκ βάθρων αὐτὴν ἀνελεῖν, ἀντιπαράστασις δὲ τὸ δέξασθαι μὲν ταύτην, δεῖξαι δὲ αὐτὴν ἐξαγώνιον οὖσαν καὶ μηδὲν παραβλάπτουσαν τὸ προκείμενον. ἄρχεται οὖν ἀπὸ τῆς ἀντιπαραστάσεως διὰ δύο αἰτίας· ἢ ὅτι μαλακωτέρα πώς ἐστι τῆς ἐνστάσεως ἢ ὅτι τὸ τέλος τῆς ἀντιπαραστάσεως ἀρχὴ γίνεται τῆς ἐνστάσεως. ἀπὸ μὲν οὖν τῆς ἀντιπαραστάσεως ἐπιλύεται τὴν ἀπορίαν λέγων ὅτι εἰ καὶ δῶμεν τὸν λόγον καὶ τὴν δόξαν ἓν ὄντα τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικά, ἀλλ’ οὐχ ὁμοίαν ἔχουσιν τὴν ὑποδοχὴν ἥ τε οὐσία καὶ ταῦτα· ἡ μὲν γὰρ οὐσία δεχομένη ἐναντία αὐτὴ μεταβάλλεται, οἷον Σωκράτης ἢ θερμαινόμενος ἢ ψυχόμενος ὁ αὐτὸς μεταβάλλεται, ὁ δὲ λόγος καὶ ἡ δόξα οὐκ αὐτὰ μεταβάλλεται, ἀλλὰ τὰ πράγματα τὰ ὑπὸ τούτων δηλούμενα. οἷον ὡς ὅτε εἴπω ‘Σωκράτης καὶ δεξιός ἐστι καὶ ἀριστερός’·2 εἰ γὰρ ἔτυχεν ἵστασθαι Πλάτωνα καὶ Σωκράτην καὶ εἶναι Σωκράτην μὲν δεξιὸν Πλάτωνα δὲ ἀριστερόν, συνέβη δὲ Πλάτωνα περὶ τὸ ἕτερον μέρος τοῦ Σωκράτους μετελθόντα ποιῆσαι τοῦτον ἀριστερόν, λέγεται ὁ Σωκράτης δεξιὸς καὶ ἀριστερός, αὐτὸς μηδαμοῦ μετακινηθείς, ἀλλὰ διὰ τὴν σχέσιν τὴν διάφορον ἔδοξεν αὐτὸς δεξιὸς καὶ ἀριστερός. δέδεικται οὖν ὅτι οὐχ ὁμοίαν ἔχουσι τὴν ὑποδοχὴν ἥ τε οὐσία καὶ ὁ λόγος καὶ ἡ δόξα· ταὐτὰ γὰρ ἡμῖν ἐστιν ἐπὶ τῆς δόξης, ἅπερ καὶ ἐπὶ τοῦ λόγου. καὶ αὕτη μὲν ἡ ἀντιπαράστασις. ἡ δὲ ἔνστασίς φησιν ὅτι δέδεικται ὁ λόγος καὶ ἡ δόξα μὴ μεταβαλλόμενα, ἀλλ’ αὐτὰ τὰ ὑπὸ τούτων δηλούμενα. τὰ δὲ μὴ μεταβάλλοντα τῶν ἐναντίων οὔκ εἰσιν δεκτικά. ὁ λόγος ἄρα καὶ ἡ δόξα τῶν ἐναντίων οὔκ εἰσι δεκτικά. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης ἐπελύσατο τὴν ἀπορίαν δι’ ἐνστάσεως καὶ ἀντιπαραστάσεως. ἔστι δὲ καὶ ἄλλως εὐπορῆσαι λέγοντας οὕτως·3 ὅτι τὰ ἐπιδεχόμενα τὰ ἐναντία οὐ δύναται κατὰ τὸν αὐτὸν χρόνον τῶν ἐναντίων εἶναι δεκτικά· πάντων γὰρ τῶν τοιούτων ἢ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ἢ μετὰ τὸ γενέσθαι συνίσταται, ὡς ἐπὶ κινήσεως καὶ χρόνου καὶ ἀνθρώπου· ὁ μὲν γὰρ χρόνος καὶ ἡ κίνησις ἐν τῷ γίνεσθαι ἔχουσι τὸ εἶναι, μετὰ δὲ τὸ γενέσθαι ἔχει τὸ εἶναι ἄνθρωπος.
“但在其他任何事物上都看不到这种情况,除非有人提出异议,声称话语和意见能够容纳相反者;因为同一句话语似乎既是真又是假的。” 哲学家在指明了实体的固有属性——即在数目上为一且同一的同时能够容纳相反者——之后,希望通过这些文句探究它是否仅属于实体。因为正如我们屡次说过的那样,固有属性既要求仅适合于[实体],又要求适合于全部[实体];因此若非仅属于它,偏差更大;而若非属于全部实体,偏差则较小。于是亚里士多德在此探究它是否仅属于[实体],并指出它不仅属于实体,也属于数量和性质。为了说明数量,他以言说的话语为例;为了说明性质,他以意见为例。因为他说,这个固有属性不仅属于实体,也属于数量和性质,即属于话语和意见。因为话语在数目上为一且同一的同时,能够指示[容纳]相反者;例如如果我说‘苏格拉底正坐着’,我或者说真话,或者说假话;当他坐着时,话语显然是真的,若不然,话语显然是假的。这样,话语作为单一者便容纳了相反者;因为说真话与说假话是相反的。同样,如果我们对苏格拉底抱有他在站立或坐着的意见,我们或者意见为真,或者意见为假。这样,意见再次能够容纳相反者。哲学家解答了这个疑难。他是通过异议与对质这两者来解答的。异议是指根本不给疑难留有余地,而是从根基上将其铲除;而对质则是指接受该疑难,却证明它落在争论之外,对当前论题毫无损害。因此,他出于两个原因从对质开始:或者因为对质在某种程度上比异议更为温和,或者因为对质的终点成为了异议的起点。那么,从对质出发,他解答该疑难说:即使我们承认话语和意见在数目上为一的同时能够容纳相反者,但实体与这些事物并没有相似的接受方式。因为实体在接受相反者时是自身发生变化的,例如苏格拉底无论变热还是变冷,都是他自身在变化;但话语和意见并不是自身在变化,而是被它们所指示的事物在变化。例如就像我说‘苏格拉底既在右边又在左边’那样;因为如果碰巧柏拉图和苏格拉底站立着,苏格拉底在右而柏拉图在左,但碰巧柏拉图走到苏格拉底的另一侧而使他成为在左边,那么苏格拉底就被说成既在右边又在左边,而他自身全然未曾挪动,却由于不同的关系,他自身被视为既在右边又在左边。因此已经表明,实体、话语与意见并没有相似的接受方式;因为在意见的情形中对于我们所成立的,正如在话语的情形中一样。这就是对质。而异议则说:话语和意见已经被证明是不变化的,变化的只是被它们所指示的事物本身。而不变化的事物是不能容纳相反者的。所以话语和意见不能容纳相反者。亚里士多德就是这样通过异议和对质解答了该疑难的。但也可以通过如下说法以另一种方式获得出路:容纳相反者之物不可能在同一时间内容纳相反者;因为所有此类事物,或者其存在就在于生成之中,或者在生成之后才成立,正如在运动、时间和人上的情形那样;因为时间和运动的存在就在于生成之中,而人则是在生成之后才具有存在。
- 15.5εἰ μή τις ἄρα ἐνίσταται τὸν λόγον φάσκων καὶ τὴν δόξαν τῶν ἐναντίων εἶναι δεκτικά
从句 εἰ μή τις ... ἐνίσταται 构成现在时直陈式条件从句,分词 φάσκων 与主语 τις 一致。φάσκων 支配宾格加不定式结构 τὸν λόγον καὶ τὴν δόξαν ... εἶναι δεκτικά,其中中性复数述语 δεκτικά 概括了阳性名词 λόγος 和阴性名词 δόξα 这两个无生命概念。
- 15.5εἰ γὰρ ἔτυχεν ἵστασθαι Πλάτωνα καὶ Σωκράτην καὶ εἶναι Σωκράτην μὲν δεξιὸν Πλάτωνα δὲ ἀριστερόν, συνέβη δὲ Πλάτωνα περὶ τὸ ἕτερον μέρος τοῦ Σωκράτους μετελθόντα ποιῆσαι τοῦτον ἀριστερόν, λέγεται ὁ Σωκράτης δεξιὸς καὶ ἀριστερός
整个句子的框架由 εἰ ἔτυχεν ... συνέβη δὲ ... 构成的假设情境设定部分,以及主句 λέγεται ὁ Σωκράτης δεξιὸς καὶ ἀριστερός 组成。无人称过去时动词 ἔτυχεν 和 συνέβη 之间插入的连词 δέ,用于对比并承接假设前提中的两个连续阶段(两人站立的初始状态与柏拉图挪动位置的事件),而整个假定结构的结论(主句)则落在 λέγεται 上。
- 15.5ἔστι δὲ καὶ ἄλλως εὐπορῆσαι λέγοντας οὕτως
无人称结构 ἔστι(相当于 ἔξεστι,意为‘可以’)支配不定式 εὐπορῆσαι,分词 λέγοντας 作为不定式的逻辑主语,以表示泛指人称的宾格形式出现。
