- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:76.24-78.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗逐句注解了亚里士多德关于实体第四至第六个伴随特征的文本(3b24–4a10,即不具相反者、不容纳较多与较少、在数目上为一的同时容纳相反者),阐释了连续数量与离散数量的术语区分,并辨析了实体及偶性在“较多与较少”上自身比对与他物比对的差异。
" Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς ἐναντίον εἶναι ἕως οὐδέ γε τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδὲν ἐναντίον ἐστίν." Ἀποδοὺς ἡμῖν ὁ φιλόσοφος τρίτον ἴδιον τῆς οὐσίας ἐπὶ τὸ τέταρτον μεταβέβηκεν, τὸ μηδὲν ἔχειν αὐτὴν ἐναντίον. εἰ δὲ κυρίως ἴδιόν ἐστιν, ἡμεῖς 〈ἐν〉 τῇ θεωρίᾳ ζητήσαντες διεξήλθαμεν· ὅτι μὲν γὰρ πάσῃ ὑπάρχει, αὐτοῦ λέγοντος ἀκουσόμεθα τοῦ φιλοσόφου· φησὶ γὰρ ὅτι οὔτε ταῖς πρώταις οὐσίαις οὐδὲ ταῖς δευτέραις οὐδέν ἐστιν ἐναντίον. γιγνώσκων δὲ ὅτι οὐ μόνῃ ὑπάρχει, ἐπήγαγεν τὴν τελείαν ἀναίρεσιν τοῦ ἰδίου,1 λέγων ὅτι οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ἀλλὰ καὶ ἐπὶ ἄλλων πολλῶν.
“实体还具有没有任何东西与之相反”直至“对人或动物也没有任何相反者”。 哲学家向我们指明了实体的第三个固有属性之后,便过渡到第四个,即实体不具有任何相反者。至于这在严格意义上是否为固有属性,我们在义理探讨[中]已进行了探究并详加论述;因为关于它属于一切[实体],我们将听闻哲学家本人如是说;因为他说,无论对于第一实体还是第二实体,都没有任何相反者。而由于知晓这并不仅属于[实体],他便补上了对该固有属性的完全否定,说“但这并不是实体的固有属性,而且在其他许多事物上也是如此”。
"Εἰ μή τις τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον εἶναι φαίη ἢ τὸ μέγα τῷ μικρῷ." Ἀκριβέστερον μὲν τὴν τοῦ ῥητοῦ τούτου θεωρίαν ἐν τοῖς τοῦ περὶ ποσοῦ λόγοις διδάξομεν. ἵνα δὲ μὴ παντελῶς ἀμύητοι τούτων ὦμεν, τὰ ὀνόματα μόνον σαφηνίσωμεν, λέγοντες ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστι συνεχὲς τὸ δὲ διωρισμένον. καὶ ἐπὶ μὲν τοῦ συνεχοῦς λέγεται τὸ μέγα καὶ τὸ μικρόν, ὡς λέγομεν ξύλον μέγα διὰ τὴν τοῦ σώματος συνέχειαν, ἐπὶ δὲ τοῦ διωρισμένου τὸ πολὺ καὶ ὀλίγον φαμέν. ἀλλὰ ἀπορεῖ τις ἡμῖν λέγων ὅτι καὶ πῶς ἐπὶ τοῦ ὕδατος συνεχοῦς ὄντος τὸ πολύ φαμεν καὶ οὐ μέγα; πρὸς τοῦτο λέγομεν ὅτι ἐπειδὴ τὸ ὕδωρ ταχὺ πέφυκεν εἰς διαίρεσιν καὶ μᾶλλον συνεγγίζει τῷ διωρισμένῳ, τούτου χάριν τὴν προσηγορίαν τούτου ἀπείληφεν.
“除非有人会说多与少相反,或者大与小相反。” 关于这段文句的义理探讨,我们将在关于数量的论述中更为精确地讲授。但为了使我们对此类事情不致完全未入门径,且让我们仅阐明这些名称,说明数量有一种是连续的,另一种是离散的。对于连续者,说的是‘大’与‘小’,正如我们因物体的连续性而说‘大木材’一样;而对于离散者,我们说的则是‘多’与‘少’。但有人向我们提出疑难说:水既然是连续的,我们为何说‘多’而不说‘大’呢?针对这一点,我们说:既然水在天性上易于迅速分割,并且更接近于离散者,因此缘故它便获得了离散者的称谓。
"Δοκεῖ δὲ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον. λέγω δὲ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστι μᾶλλον οὐσία· τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστι." Τῆς διαφωνίας συναισθανόμενος ὁ φιλόσοφος τοῦτο τὸ ῥητὸν ἐπήγαγεν, ὃ ἡμεῖς φθάσαντες ἐπελυσάμεθα εἰρηκότες ὅτι ἐν μὲν μιᾷ οὐσίᾳ οὐκ ἔστιν θεωρηθῆναι τὸ μᾶλλον καὶ ἧττον, ἐν 〈δὲ〉 δύο θεωρεῖται. ὅθεν αὐτὸς εἰρηκὼς ὅτι ἡ οὐσία οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ γιγνώσκων πάλιν ὅτι αὐτὸς εἶπεν ἐν τοῖς ἀνωτέρω τὴν πρώτην οὐσίαν μᾶλλον οὐσίαν εἶναι, ἵνα μή τις αὐτῷ ὡς διαφωνοῦντι ἐγκαλέσαι, ἐπήγαγεν λέγων τὸ λέγω δὴ οὐχ ὅτι οὐσία οὐσίας οὐκ ἔστιν μᾶλλον οὐσία (τοῦτο μὲν γὰρ εἴρηται ὅτι ἔστιν), ἀλλ’ ὅτι ἑκάστη οὐσία τοῦτο, ὅπερ ἐστίν, οὐ λέγεται μᾶλλον ἢ ἧττον. ὥσπερ τὸ λευκὸν ἕτερον ἑτέρου μᾶλλον λέγεται λευκόν, καὶ αὐτὸ δὲ ἑαυτοῦ τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχόμενον δύναται τὴν σύγκρισιν δέξασθαι πρὸς τὰ ἄλλα καὶ πρὸς ἑαυτό·2 δέχονται γὰρ τὸ μᾶλλον καὶ ἧττον τὰ πρὸς ἄλληλα παραλαμβανόμενα καὶ πρὸς ἑαυτά· οἷον τὸ ἐν Σωκράτει λευκὸν δῆλον ὅτι τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχόμενον καὶ πρὸς ἑαυτὸ λέγεται δέχεσθαι τὸ μᾶλλον καὶ ἧττον (δέχεται γὰρ καὶ ἄνεσιν καὶ ἐπίτασιν), καὶ πρὸς τὸ ἐν Πλάτωνι ὁμοίως λευκὸν συγκρινόμενον εὑρίσκεται μᾶλλον ἢ ἧττον λευκόν. ἰστέον δὲ ὅτι τὸ πρὸς ἑαυτὸ παραβαλλόμενον δέχεται τὸ μᾶλλον καὶ ἧττον, ἀλλ’ οὐκ 〈ἐν〉 ἑνὶ χρόνῳ3 (ἀδύνατον γὰρ τὸν Σωκράτην καὶ λευκὸν ἅμα εἶναι καὶ μέλαν), τὸ δὲ πρὸς ἕτερον παραβαλλόμενον δυνατὸν ἐν τῷ αὐτῷ χρόνῳ πρὸς τὴν τοῦ ἑτέρου παράθεσιν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον.
“实体似乎也不容纳较多与较少。但我说的并不是实体不比实体更是实体;因为这确实已经说过,它是如此的。” 哲学家意识到了抵触之处,因而补上了这段文句;而我们此前已述及并解答了这一点,曾说明在单一实体中是不可能观察到较多与较少的,但[在]两个实体中则可以观察到。因此,他自己既然说过实体不容纳较多与较少,又知晓自己在上文曾说过第一实体更是实体,为了避免有人指责他自相抵触,他便补充说道:“我说的当然不是实体不比实体更是实体(因为这确实已经说过,它是如此的),而是说每一个实体就其所是而言,并不被说成是较多或较少。” 正如白的事物被说成比另一事物更白,且自身相对于自身容纳较多与较少,因而能够接受与他物的比较以及与自身的比较一样;因为被拿来彼此对照以及与自身对照的事物,都容纳较多与较少;例如在苏格拉底之中的白,显而易见容纳较多与较少,并且被说成相对于自身也接受较多与较少(因为它既接受松弛也接受增强),而与在柏拉图之中同样的白相比较时,也被发现是较多或较少白。但应当知道的是,与自身相比对的事物虽然容纳较多与较少,但不是[在]同一时间中(因为苏格拉底不可能同时既是白又是黑),而与他物相比对的事物,则可能在同一时间中通过与他物的并置而容纳较多与较少。
"Μάλιστα δὲ δοκεῖ ἴδιον τῆς οὐσίας εἶναι τὸ ταὐτὸν καὶ ἓν τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν." Μετὰ τὴν τῶν πέντε παρακολουθημάτων ἀπαρίθμησιν, λέγω δὴ τοῦ μὴ ἐν ὑποκειμένῳ εἶναι, τοῦ συνωνύμως κατηγορεῖσθαι, τοῦ τόδε τι σημαίνειν, τοῦ μηδὲν ἔχειν ἐναντίον, τοῦ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, ἐπὶ τὸ ἕκτον ἴδιον μεταβέβηκεν, ὃ καὶ ἀληθὲς ἴδιον ἐπικρίνει διὰ τῆς μάλιστα λέξεως. τὰς δὲ τούτου τοῦ ἰδίου ἀπορίας τε καὶ ἐπιλύσεις κατὰ τὸ δυνατὸν ἐν τῇ θεωρίᾳ διεξήλθαμεν.
“但最主要被视为实体的固有属性的,乃是在数目上同一且为一的同时能够容纳相反者。” 在列举了五个伴随属性之后——我是指不在基底之中、同名同义地被述谓、表示某个这、不具有任何相反者、不容纳较多与较少——他过渡到了第六个固有属性,并且通过‘最主要’这个词断定这也是一个真正的固有属性。至于这个固有属性的诸种疑难与解答,我们在义理探讨中已尽力详加论述。
- 15.1ἐπήγαγεν τὴν τελείαν ἀναίρεσιν τοῦ ἰδίου
动词 ἐπήγαγεν(“补上/加上”)的直接宾语是 τὴν τελείαν ἀναίρεσιν,属格 τοῦ ἰδίου 作宾格性属格使用(“对[作为]固有属性的否定”)。随后的分词从句 λέγων ὅτι... 进一步引出该否定的具体内容。
- 15.3αὐτὸ δὲ ἑαυτοῦ τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχόμενον δύναται τὴν σύγκρισιν δέξασθαι πρὸς τὰ ἄλλα καὶ πρὸς ἑαυτό
属格 ἑαυτοῦ 作分词 ἐπιδεχόμενον 的比较属格(“与自身相比容纳较多与较少”),修饰主语 αὐτό。与此相应,后文用于限定 τὴν σύγκρισιν 的两个介词短语分别是 πρὸς τὰ ἄλλα(“与他物”)和 πρὸς ἑαυτό(“与自身”)。
- 15.3ἀλλ’ οὐκ 〈ἐν〉 ἑνὶ χρόνῳ
加上校勘者补入的介词 ἐν,与格 ἑνὶ χρόνῳ 表示时间的处所(“在单一时间内”)。随后作为括号内原因从句的 ἀδύνατον γὰρ τὸν Σωκράτην καὶ λευκὸν ἅμα εἶναι καὶ μέλαν(“因为苏格拉底不可能同时既是白又是黑”)给出了事物与自身相比对无法在同一时间发生的论据。
