← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§75.11-76.22

程度之否定的补充与容纳相反者

奥林匹奥多罗阐述了实体不容纳较多与较少的补充论证,随后探讨了实体的第六个固有属性(在数目上单一且同一的同时容纳相反者),并通过火与天鹅的例证以及与数量诸种的辨析,论证了该属性属于一切实体且仅属于实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.7#3

ἄλλως σημειωτέον τοῦ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον τὴν οὐσίαν1 ὅτι πᾶν ἧττον μᾶλλον γιγνόμενον οὐ φθείρει τὴν οὐσίαν, ἣ ἔχει τὸ πρότερον,2 οἷον ὁ ἄνθρωπος λευκὸς ὢν εἰ λευκότερος γένηται, οὐδὲν ἧττον ἄνθρωπος μένει, τὸ δὲ ἐν τῷ ἀέρι μᾶλλον θερμὸν γιγνόμενον καὶ μειούμενον τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ φθείρει τὸ ὑποκείμενον, δηλονότι τὸν ἀέρα. διότι εἶπεν εἰ παραπλησία γένηται ἡ θερμότης ἡ ἐν τῷ ἀέρι τῇ ἐν τῷ πυρί, οὐκέτι μένει ἀήρ. καὶ τούτου χάριν φθείρεσθαι δοκεῖ καὶ μηκέτι εἶναι, ὅπερ ἦν πρὸ τοῦ ἐπιδέξασθαι τὸ μᾶλλον. δῆλον οὖν ἐντεῦθεν ὅτι οὐκ αὐτὸς ὁ ἀὴρ καὶ τὸ πῦρ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλὰ τὰ σώματα τὰ ὑποκείμενα τούτοις. Ἕκτον καὶ τελευταῖον ἴδιον ἀποδίδωσιν ὁ φιλόσοφος τῆς οὐσίας τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ὑπάρχον τῶν ἐναντίων εἶναι δεκτικόν. ἀνάγκη δὲ πάλιν ἐπὶ τούτοις ὁμοίως τὰ παρεπόμενα τοῖς ἰδίοις ζητεῖν, τοῦτ’ ἔστιν εἰ πάσῃ ὑπάρχει καὶ μόνῃ ἢ οὔ. ἀλλ’ εὐθὺς ἀποροῦσί τινες λέγοντες ὅτι οὐ πάσῃ ὑπάρχει· τῶν γὰρ δευτέρων οὐσιῶν οὐκ ἔστιν ἴδιον, καθὸ μὴ ἕν ἐστι τῷ ἀριθμῷ. ταύτην δὲ τὴν ἀπορίαν καὶ τὴν ταύτης ἐπίλυσιν ἑτέρᾳ θεωρίᾳ φυλάξωμεν. ἕτεροι δέ τινες ἀποροῦσι λέγοντες ὅτι οὐδὲ πάσαις ταῖς ἀτόμοις οὐσίαις ὑπάρχει· τὸ μὲν γὰρ πῦρ ἄτομον ὂν οὐκ ἂν τῶν ἐναντίων εἴη δεκτικόν· οὐδέποτε γὰρ τὸ πῦρ καθὸ πῦρ ἐπιδέχεται τὴν ψυχρότητα. πρὸς τούτους φαμὲν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης τῶν ἐναντίων δεκτικόν, ἵνα πάσας τὰς ἀντιθέσεις ἐπιδέχηται· μίαν γὰρ καὶ μόνην ἀντίθεσιν ἐπιδεχόμενον τὸ ἴδιον τὴν τοῦ ἰδίου φύσιν ἀναπληροῖ·3 τὸ μὲν γὰρ πῦρ εἰ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν οὐκ ἐπιδέχεται, ἀλλ’ οὖν ἐπιδέχεται τὴν ἑτέραν ἀντίθεσιν, τήν τε παρὰ φύσιν καὶ κατὰ φύσιν, τοῦτ’ ἔστι τὸ ἄνω καὶ κάτω· τὸ μὲν γὰρ πῦρ κατὰ φύσιν ἀνωφερές ἐστιν, παρὰ φύσιν δὲ κατωφερές. οὕτω καὶ ὁ κύκνος εἰ καὶ τὸ μέλαν οὐκ ἐπιδέχεται, ἀλλ’ οὖν ψύχεται καὶ θερμαίνεται καὶ ξηραίνεται καὶ ὑγραίνεται. ὅτι μὲν οὖν πάσῃ οὐσίᾳ ὑπάρχει, δῆλον ἐντεῦθεν. ἆρα δὲ καὶ μόνῃ; εἰκὸς γάρ ἐστιν ὑπάρχειν τοῦτο τὸ ἴδιον τοῖς προσοῦσι μὲν εἴδεσι τοῦ ποσοῦ· κἀκεῖνα γὰρ δεκτικὰ τῶν ἐναντίων λέγομεν εἶναι. περὶ μὲν οὖν τοῦ λόγου αὐτός τε ἀπορήσει καὶ ἐπιλύσεται προϊών. περὶ δὲ τοῦ χρόνου φαμὲν ὅτι οὐχὶ ὁ χρόνος τῶν ἐναντίων ἐστὶ δεκτικός, ἀλλὰ μᾶλλον ὁ ἀήρ, τοῖος ἢ τοῖος ὑπάρχων· φωτιζόμενος γὰρ ἡμέραν ποιεῖ, μὴ φωτιζόμενος δὲ ποιεῖ τὴν νύκτα, καὶ θερμαινόμενος μὲν τὸ θέρος, ψυχόμενος δὲ τὸν χειμῶνα. περὶ δὲ τῶν λοιπῶν φαμεν ὅτι ὁ Ἀριστοτέλης εἶπεν ἓν τῷ ἀριθμῷ, ταῦτα δὲ οὐχ ἓν ὄντα ἀριθμῷ ἐπιδέχεται τὰ τοιαῦτα, ἀλλὰ μᾶλλον ἓν ὄντα τῷ εἴδει· οἷον ὁ ἀριθμὸς ἐπιδέχεται μὲν ἄρτιον καὶ περιττὸν οὐχ εἷς ὢν ὁ ἀριθμὸς τῷ ἀριθμῷ, ὡς ἄν εἴποι τις, ἀλλ’ εἷς τῷ εἴδει· ὁ μὲν γὰρ τρία ἐπιδέχεται τὴν περιττότητα, ὁ δὲ δύο τὴν ἀρτιότητα· ταῦτα δὲ διάφορα πεφύκασιν τῷ ἀριθμῷ. οὔτε δὲ ὁ αὐτὸς τόπος ἐστὶν ἓν τῷ ἀριθμῷ, ἀλλὰ ἄνω καὶ κάτω· τὸ δὲ ἄνω καὶ κάτω εἰ καὶ τόπος ἐστὶ τῷ εἴδει, ἀλλ’ οὖν διάφορος τῷ ἀριθμῷ. ὁ δὲ Ἀριστοτέλης, ὡς εἰρήκαμεν, ἓν καὶ ταὐτόν φησι τῷ ἀριθμῷ, οὐ τῷ εἴδει. ἡ μέντοι γραμμὴ ἔχει τινὰ ἀπορίαν· ἔστιν μὲν γάρ τις λέγων ὅτι δύναμαι τὴν αὐτὴν γραμμὴν λαβὼν κάμπτων μὲν ταύτην ποιῆσαι κύκλον, ἐξαπλῶν δὲ εὐθεῖαν, ὡς ἐπιδέχεσθαι ταύτην τὰ ἐναντία. πρὸς τοῦτόν φαμεν ὅτι ποίαν γραμμὴν λαμβάνεις; τὴν φυσικὴν ἢ τὴν μαθηματικήν; εἰ μὲν οὖν τὴν μαθηματικήν, αὕτη ἐπινοίᾳ δέχεται τὰ ἐναντία, εἰ δὲ τὴν φυσικήν, ἐν ταύτῃ τὸ σῶμά ἐστι τὸ τὰ ἐναντία δεχόμενον, καὶ οὐκ αὐτὴ ἡ γραμμή. δῆλον οὖν ἐντεῦθεν ὅτι μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν. τοῦτο πέρας τῆς θεωρίας.

针对实体不容纳较多与较少这一点,以另一种方式应当注意到:凡是较少的变为较多的事物,都不会毁灭它此前所具有的实体;例如,身为白的人如果变得更白,依然不折不扣是人;但在气之中的事物变得更热,以及在火之中的热减少,则会毁灭基底,即气。因为他说过,如果气之中的热变得与火之中的[热]相当,它便不再保持为气。正因如此,它看似被毁灭,不再是它在容纳较多之前所是的东西。由此显而易见,并非气本身与火容纳较多与较少,而是作为它们基底的物体在容纳。 哲学家指明实体的第六个且是最后一个固有属性是:在数目上为单一且同一的同时能够容纳相反者。而在这些问题上,同样有必要再次探究伴随固有属性的要点,即它是否属于一切[实体]且仅属于[实体]。然而某些人立即提出疑难,说它并不属于一切[实体];因为这并不是第二实体的固有属性,就它们在数目上不是单一的而言。但我们当将这个疑难及其解答留待另一堂义理探讨。另有一些人提出疑难,说它甚至并不属于一切不可分的实体;因为火作为不可分者,不可能容纳相反者;因为火就其作为火而言,绝不容纳冷。针对这些人,我们说亚里士多德说‘容纳相反者’,并不是要它容纳一切对立;因为固有属性只需容纳单一且唯一的对立,便完备了固有属性的本性;因为火即便不容纳热与冷,终究容纳另一对立,即违反自然与顺应自然,也就是上与下;因为火顺应自然向上运动,违反自然向下运动。天鹅同样如此,即便它不容纳黑,终究也会变冷与变热、变干与变湿。因此,它属于一切实体,由此是显然的。 那么,它是否也仅属于[实体]呢?因为这个固有属性似乎也属于数量所具有的诸种;因为我们说那些事物也是容纳相反者的。关于言语,随着论述的展开,他本人既会提出疑难,也会作出解答。而关于时间,我们说并不是时间容纳相反者,而是毋宁说处于如此或如彼状态的气在容纳;因为气受照亮便造成白昼,不受照亮便造成黑夜,受热便造成夏季,变冷便造成冬季。关于其余的事物,我们说亚里士多德说了在数目上为一,而这些事物容纳诸如此类的事物并不是因为在数目上为一,而是毋宁说因为在种上为一;例如数目容纳偶与奇,并非如人们或许会说的那样是在数目上为一个数目,而是在种上为一;因为三容纳奇性,二容纳偶性;而这些在天性上按数目是不同的。同一场所也不是在数目上为一,而是有上与下;而上与下即便在种上是场所,终究在数目上是不同的。然而亚里士多德正如我们所说,说的是在数目上单一且同一,而不是在种上。然而线确实带有一个疑难;因为有人说,我可以取同一条线,通过弯曲它做成圆,通过展平做成直线,从而使它容纳相反者。针对这人我们说:你取的是哪一种线?是自然的线还是数学的线?如果是数学的线,它是在思维中接受相反者;如果是自然的线,在这种情形下乃是物体接受相反者,而非线本身。由此显而易见,在数目上单一且同一的同时能够容纳相反者,仅属于实体。这是本堂义理探讨的终结。

语法注3 条
  1. 14.7τοῦ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον τὴν οὐσίαν

    跟在动词性形容词 σημειωτέον 之后的带冠词不定式属格短语(τοῦ μὴ ἐπιδέχεσθαι...)充当表示关涉或论题的限制属格(“关于……”)。句子的骨干结构为 σημειωτέον... ὅτι...(“关于……应当注意到……”)。

  2. 14.7ἣ ἔχει τὸ πρότερον

    关系代词 ἣ 为阴性主格,先行词为 οὐσίαν。它既可作为主语理解为“此前拥有它的实体”,亦可视为晚期希腊语中替代宾格 ἣν 的用法(即“[主体]此前所具有的实体”)。各语言译文统一采取后一种意义关系。

  3. 14.7μίαν γὰρ καὶ μόνην ἀντίθεσιν ἐπιδεχόμενον τὸ ἴδιον τὴν τοῦ ἰδίου φύσιν ἀναπληροῖ

    该句的语法主语是中性名词短语 τὸ ἴδιον(“固有属性”),分词 ἐπιδεχόμενον 在性、数、格上与之完全一致;动词 ἀναπληροῖ 的直接宾语为 τὴν τοῦ ἰδίου φύσιν(“固有属性的本性”)。结构意为:“固有属性通过容纳单一且唯一的对立,完备了固有属性的本性”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:75.11-76.22