← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§74.3-75.11

无相反者与种差及程度的不容纳

奥林匹奥多罗解答了针对实体第四个固有属性(没有相反者)的第二个疑难(诸种差是相反者),指出该属性亦为数量的诸种所共享,并进而解答了针对第五个固有属性(不容纳较多与较少)的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.7#2

Δευτέρα ἀπορία· τὸ λογικὸν καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ τὸ ἀθάνατον καὶ τὸ σῶμα καὶ τὸ ἀσώματον ἐναντία εἰσί, καίτοι γε οὐσίαι ὄντα· πῶς οὖν φησι τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον; ταύτης πάλιν τῆς ἀπορίας δύο ἐπιλύσεις προβαλλόμεθα, πρῶτον μὲν λέγοντες ὅτι οὐκ εἰσὶν ἐναντία· τὰ γὰρ ἐναντία ἀλλήλων εἰσὶ φθαρτικά, ταῦτα δὲ οὐ μόνον ὅτι οὐκ εἰσὶν ἀλλήλων φθαρτικά, ἀλλὰ καὶ σωστικὰ ἀλλήλων εἰσί· τὸ μὲν γὰρ ἄλογον ὑπὸ τοῦ λογικοῦ σώζεται, τὸ δὲ ἀσώματον εἰ μὲν χεῖρον εἴη σώματος, σώζεται ὑπὸ τούτου ὡς τὰ συμβεβηκότα ἐν τῇ οὐσίᾳ ὄντα, οἷον τὸ λευκὸν τὸ ἐν Σωκράτει, εἰ δὲ κρεῖττον εἴη σώματος, σώζει, ὃν τρόπον ἔχει ἐπὶ ψυχῆς καὶ σώματος· αὕτη γὰρ κρείττων οὖσα τοῦ σώματος σώζει. δηλοῖ δὲ ὁ χωρισμὸς αὐτῆς διαλύων τὸ σῶμα εἰς τὸ μὴ ὄν, τὸ πῇ, μὴ ᾗ δηλονότι.1 τὰ εἰρημένα ἄρα οὐκ εἰσὶν ἐναντία. καὶ ἄλλως· εἰ ἐναντία εἰσίν, μεμαθήκαμεν ὅτι αἱ διαφοραὶ ἁπλαῖ οὐσίαι εἰσίν· ἡμῖν δὲ οὐ περὶ ἁπλῶν οὐσιῶν, ὡς πολλάκις εἰρήκαμεν, ἐστὶν ὁ λόγος. ἄλλως τε κατασκευάσωμεν ὅτι ἡ οὐσία οὐκ ἔχει τὰ ἐναντία, λέγοντες οὕτως· τὰ μαχόμενα περὶ ἓν ὑποκείμενον μάχονται· τὰ περὶ ἓν ὑποκείμενον μαχόμενα ἐν ὑποκειμένῳ εἰσίν· τὰ ἐν ὑποκειμένῳ ὄντα οὐκ εἰσιν οὐσίαι· τὰ μαχόμενα ἄρα οὐκ εἰσιν οὐσίαι. εἰ δὲ τὰ ἐναντία μάχονται, τὰ δὲ μαχόμενα οὐκ εἰσὶν οὐσίαι, τὰ ἄρα ἐναντία οὐκ εἰσιν οὐσίαι. ὅτι δὲ τὰ μαχόμενα περὶ ὕλην μάχονται, δῆλον· οὐδέποτε γὰρ οὔτε ἐν νῷ ἡ τούτων μάχη θεωρεῖται οὔτε ἐν τῇ ψυχῇ οὔτε ἐν τῇ φύσει· ἐν μὲν γὰρ τῇ ψυχῇ σύνεστιν ἀλλήλοις τὰ ἐναντία· σύνεστιν γὰρ ὁ λόγος τοῦ λευκοῦ τῷ λόγῳ τοῦ μέλανος. ὁμοίως καὶ ἡ φύσις βουλομένη ὀφθαλμὸν δημιουργῆσαι ἅμα προβάλλεται λόγον λευκοῦ καὶ μέλανος. ἐπεὶ οὖν ἐδείξαμεν μήτε ἐν νῷ μήτε ἐν ψυχῇ μήτε ἐν φύσει ὄντα τὰ μαχόμενα, δῆλον ὅτι περὶ ὕλην μάχονται. Καὶ ταῦτα μὲν περὶ τοῦ πάσῃ οὐσίᾳ ἁρμόττειν τοῦτο τὸ ἴδιον. ζητήσωμεν δὲ εἰ μόνῃ· τοῦτο γάρ ἐστι τὸ μᾶλλον χαρακτηριστικὸν τοῦ ἰδίου. φαμὲν οὖν ὅτι οὐ μόνῃ ὑπάρχει τὸ μὴ ἔχειν ἐναντία, ἀλλὰ καὶ τοῖς εἴδεσι τοῦ ποσοῦ τοῦτο ἴδιόν ἐστι. φασὶν οὖν τινες ὅτι οὐκ ἔστιν ἴδιον τοῦτο τῶν εἰδῶν τοῦ ποσοῦ· ἐκεῖνα μὲν γὰρ ἔχει, φασί, τὰ ἐναντία· ἑπτὰ γὰρ ὄντων τῶν εἰδῶν τοῦ ποσοῦ, σώματος, γραμμῆς, ἐπιφανείας, χρόνου, τόπου, λόγου, ἀριθμοῦ, ἕκαστον τούτων ἔχει τὰ ἐναντία· τὸ μὲν σῶμα τὸ κοῦφον καὶ τὸ βαρύ, ἡ δὲ ἐπιφάνεια τὸ τραχὺ καὶ τὸ λεῖον καὶ τὸ πλάτος καὶ τὸ μῆκος, ἡ δὲ γραμμὴ ἔχει τὸ εὐθὺ καὶ τὸ καμπύλον, ὁ δὲ χρόνος τὴν ἡμέραν καὶ τὴν νύκτα, τὸ θέρος καὶ τὸν χειμῶνα, ὁ δὲ τόπος ἔχει τὸ ἄνω καὶ τὸ κάτω, ὁ δὲ λόγος τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὁ δὲ ἀριθμὸς τὸ ἄρτιον καὶ περιττόν. ἀλλὰ πρὸς τούτους ἡμεῖς φαμεν ὅτι ταῦτα οὐκ ἔχει ἐναντία, ἀλλὰ μᾶλλον ἐπιδέχονται τὰ ἐναντία· ἄλλο γάρ ἐστι τὸ ἔχειν ἐναντία καὶ ἄλλο τὸ ἐπιδέχεσθαι. καὶ ταῦτα μὲν ἱκανὰ περὶ τούτου τοῦ ἰδίου. Πέμπτον δὲ ἴδιον ἐπιφέρει λέγων τῆς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. ἀλλὰ ἀποροῦσιν ἡμῖν εὐθέως λέγοντες ὅτι καὶ πῶς αὐτός φησιν ἀλλαχοῦ ὅτι τὸ πῦρ μᾶλλον θερμόν ἐστι τοῦ ἀέρος. πρὸς τοῦτο φαμεν ὅτι εἰ καὶ τὸ πῦρ θερμότερον τοῦ ἀέρος, οὐχ ἁπλῶς καθὸ πῦρ καὶ ἀήρ (καὶ γὰρ ὁ ἀὴρ ἄκρως ἐστὶ θερμὸς κατὰ τὸ πρέπον αὐτῷ), ἀλλὰ καθὸ σῶμα ἁπλοῦν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον·2 ᾗ γὰρ θερμότης ἐστὶν ἐν τοῖς σώμασι, συμβέβηκε [συμβεβηκός ἐστιν], ὡς εἰρήκαμεν.

第二个疑难:有理性的与无理性的、会死的与不死的、物体与非物体是相反者,尽管它们确实是实体;那么他为何说没有任何事物与实体相反呢?针对这个疑难,我们同样提出两个解答:第一,指出它们并非相反者;因为相反者是彼此毁灭的,而这些事物不仅不是彼此毁灭的,而且是相互保全的;因为无理性的事物由有理性的事物所保全,而非物体性的事物,如果一方面比物体低劣,便作为存在于实体中的偶性——如同苏格拉底身上的白——而被物体保全;如果另一方面比物体优越,便保全[物体],正如在灵魂与物体的情形中那样;因为灵魂比物体优越,因而保全它。而它的分离将物体分解为某种意义上的非存在——显然不是绝对意义上的——便表明了这一点。因此上述事物并非相反者。 以另一种方式[解答]:即便它们是相反者,我们也已学过种差是单纯实体;然而正如我们屡次所说的那样,我们的讨论并不是关于单纯实体的。 此外,让我们通过如下论证来确立实体不具有相反者:相互争夺的事物围绕着单一基底而争夺;围绕着单一基底而争夺的事物在基底之中;在基底之中的事物不是实体;因此相互争夺的事物不是实体。而如果相反者相互争夺,且相互争夺的事物不是实体,那么相反者因此便不是实体。并且相互争夺的事物围绕着质料而争夺,这是显然的;因为它们的争夺既从未在理智中被观察到,也从未在灵魂中或在自然中被观察到;因为在灵魂中相反者相互共存;因为白的理路与黑的理路共存。同样,自然在企图造作眼睛时,也同时呈现出白与黑的理路。既然我们已经表明相互争夺的事物既不在理智中,也不在灵魂中,亦不在自然中,那么它们显然是围绕着质料而争夺。 以上是关于这一固有属性是否适合于每一个实体;但让我们探讨它是否仅适合于[实体];因为这乃是固有属性更为特有的特征。于是我们说,不具有相反者不仅属于实体,而且这也是数量诸种的固有属性。于是某些人说,这不是数量诸种的固有属性;因为他们说,那些事物具有相反者;因为数量的种有七个——物体、线、面、时间、场所、言语、数目——它们之中的每一个都具有相反者:物体具有轻与重,面具有粗糙与平滑以及宽度与长度,线具有直与曲,时间具有白昼与黑夜、夏季与冬季,场所具有上与下,言语具有真与假,数目具有偶与奇。但针对这些人,我们说这些事物并不是具有相反者,而是毋宁说容纳相反者;因为‘具有相反者’是一回事,而‘容纳相反者’是另一回事。关于这一固有属性,这些讨论就足够了。 随后,他提出实体的第五个固有属性是不容纳较多与较少。但他们立即向我们提出疑难,说他本人在别处为何说火比气更热。对此我们说,即便火比气更热,也绝非单纯就作为火与气而言(因为气按照适合于它的方式也是极度热的),而是就作为单纯物体而言容纳了较多与较少;因为正如我们所说,就热存在于物体之中而言,它是偶性。

语法注2 条
  1. 14.7τὸ πῇ, μὴ ᾗ δηλονότι

    此同格修饰前置词短语 εἰς τὸ μὴ ὄν(化为非存在)的副词性定冠词短语。它限定补充说明:当灵魂分离导致身体消解时,并非化为绝对无(ἁπλῶς μὴ ὄν),而是仅仅在某种限定意义上(πῇ)不再作为有生命的身体而存在,与 μὴ ᾗ(并非绝对地、无条件地)构成对比。

  2. 14.7οὐχ ἁπλῶς καθὸ πῦρ καὶ ἀήρ (καὶ γὰρ ὁ ἀὴρ ἄκρως ἐστὶ θερμὸς κατὰ τὸ πρέπον αὐτῷ), ἀλλὰ καθὸ σῶμα ἁπλοῦν ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον

    主句谓语动词 ἐπιδέχεται 与由 οὐχ ἁπλῶς καθὸ... 和 ἀλλὰ καθὸ... 引导的两个对比性状语从句相呼应。从上下文省略的主语为火(或单纯物体)。该句式在结构上阐明:较多与较少的容纳并非就火与气的本质自身而言,而是就其作为容纳偶性性质(热)的单纯物体而言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:74.3-75.11