← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§72.27-74.3

实体没有相反者与四元素之疑难

奥林匹奥多鲁斯探讨了亚里士多德在《范畴篇》3b24中提出的实体的第四至第六个固有属性之间的相互关联,随后考察第四个属性(没有相反者),并针对《论生成与消灭》中四大元素相反性所引发的疑难提出了三种解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.7#1

" Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν αὐταῖς εἶναι ἐναντίον· τῇ γὰρ πρώτῃ οὐσίᾳ τί ἂν εἴη ἐναντίον; οἷον τῷ τινὶ ἀνθρώπῳ οὐδέν ἐστιν ἐναντίον. οὐδὲ τῷ ἀνθρώπῳ ἢ τῷ ζῴῳ οὐδέν ἐστιν ἐναντίον." Μετὰ τὴν διδασκαλίαν τῶν πρώτων ἰδίων, ἅπερ ἦν τὸ μὴ ἐν ὑποκειμένῳ, τὸ συνωνύμως κατηγορεῖσθαι, τὸ τόδε τι σημαίνειν, μεταβέβηκε λοιπὸν ὁ φιλόσοφος ἐπὶ τὰ ἕτερα ἴδια τῆς οὐσίας, τρία καὶ αὐτὰ ὑπάρχοντα τὸν ἀριθμόν, τό τε μὴ ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, τὸ ἓν καὶ ταὐτὸ τῷ ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν. ταῦτα δὲ ἔχουσί τινα συγγένειαν πρὸς ἄλληλα. τὸ μὲν τέταρτον τῷ ἕκτῳ, διότι ἐν τοῖς ἀμφοτέροις μνήμη ἐστὶ τῶν ἐναντίων, τὸ δὲ πέμπτον, διότι ἔχει τὸ μᾶλλον καὶ ἧττον· ὅπου δὲ τὸ μᾶλλον καὶ ἧττον, ἐκεῖ καὶ τὰ ἐναντία, ὅπου δὲ τὰ ἐναντία, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ ἧττον, καὶ ὅπου ἕτερον, ἐνταῦθα καὶ τὸ ἕτερον ἀπέστη. ὅτι δὲ πολλὴν συγγένειαν ἔχει τὸ πέμπτον πρὸς τὰ ἄλλα, δηλοῖ ὁ Ἀριστοτέλης, τὸ μὲν τέταρτον ἴδιον ἐπικρίνας καὶ εἰπὼν ἀκριβῶς μὴ εἶναι τοῦτο ἴδιον, τὸ δὲ πέμπτον μήτε ἐπικρίνας μήτε ποιησάμενος λόγον τούτου ὡς συννοουμένου τῷ τετάρτῳ· δῆλον ὅτι καὶ ἁπλῶς εἰπεῖν τὸ μὲν μᾶλλον καὶ ἧττον ὁδοί εἰσιν ἐπὶ τὰ ἐναντία, τὰ δὲ ἐναντία πέρατα, συγγενῶς δὲ ἔχει τὰ πέρατα ταῖς ὁδοῖς. ἢ οὖν διὰ τοῦτο οὐκ ἐπέκρινε τὸ πέμπτον ἴδιον ὁ φιλόσοφος, ἢ ὅτι πολλῆς εὐφημίας τὸ ἕκτον ἀξιώσας ἐκάκισεν δηλονότι τὸ πέμπτον. οὐ μάχεται δὲ τὸ τέταρτον τῷ ἕκτῳ, εἴ γε τὸ μὲν τέταρτον λέγει μὴ ἔχειν ἐναντία τὴν οὐσίαν, τὸ δὲ ἕκτον ἐπιδέχεσθαι τὰ ἐναντία· ἄλλο γάρ ἐστι τὸ ἔχειν ἐναντία καὶ ἄλλο τὸ ἐπιδέχεσθαι τὰ ἐναντία. καὶ ταῦτα μὲν κοινῇ περὶ τῶν τριῶν ἰδίων. φέρε δὲ ἓν ἕκαστον αὐτῶν ἐξετάσωμεν. Τέταρτον ἴδιον τοίνυν φησὶ τῆς οὐσίας τὸ μὴ ἔχειν τι ἐναντίον. ἐπειδὴ δὲ τὸ ἴδιον, ὡς πολλάκις εἰρήκαμεν, καὶ παντὶ βούλεται ἁρμόττειν καὶ μόνῳ, βούλονταί τινες μὴ πάσῃ τῇ οὐσίᾳ ὑπάρχειν τοῦτο ἴδιον, ἀλλὰ προσφέρουσιν ἡμῖν δύο τινὰς ἀπορίας, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς, φασίν, αὐτὸς ὁ Ἀριστοτέλης εἶπε τὸ πῦρ τῷ ὕδατι ἐναντίον εἶναι καὶ τὸν ἀέρα τῇ γῇ, καίτοι γε ταῦτα οὐσίαι εἰσίν· πῶς οὖν λέγει τῇ οὐσίᾳ μηδὲν ἐναντίον εἶναι; ταύτην τὴν ἀπορίαν τριχῶς ἐπιλυόμεθα, πρῶτον μὲν λέγοντες ὅτι ταῦτα οὐκ εἰσιν ἐναντία καθ’ ἑαυτά· οὔτε γὰρ καθὰ σώματά εἰσιν ἐναντία οὔτε καθὰ ὕλη, ἐπεὶ εὑρεθήσεται αὐτὸ ἑαυτοῦ ἐναντίον,1 ὅπερ ἀδύνατον. ἀλλ’ ἐναντία ταῦτα λέγομεν εἶναι κατὰ τὰς ποιότητας καὶ μόνον. εἰ δὲ αἱ ποιότητες ὡς ἐν σώμασιν οὖσαι συμβεβηκότα εἰσίν, οὐδὲν ἀπεικὸς ἐν συμβεβηκόσι τὴν ἐναντίωσιν εἶναι καὶ οὐκ ἐν οὐσίαις. δευτέρα ἐπίλυσις· τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ καὶ τὸ ψυχρὸν τὸ ἐν τῷ ὕδατι τί βούλεσθε εἶναι, συμβεβηκὸς ἢ οὐσίαν; ἀλλ’ εἰ μὲν συμβεβηκός, ἔχω τὸ ζητούμενον, ὅτι οὐκ ἐν οὐσίαις ἡ ἐναντίωσις· ἡμεῖς γὰρ ἴδιον ἀπεδώκαμεν τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον. εἰ δὲ οὐσία ἐστί, δῆλον ὅτι ἁπλῆ ἐστι ὡς μέρος οὖσα τοῦ ὅλου θερμοῦ· εἰ δὲ ἁπλῆ καθέστηκεν, ἡμεῖς περὶ τῶν ἁπλῶν οὐ διαλεγόμεθα οὐσιῶν ἐνταῦθα, ἀλλὰ περὶ τῆς συνθέτου, διότι καὶ τὰς διαφορὰς εἰρήκαμεν ἐνταῦθα μὴ εἶναι οὐσίας. τρίτη ἐπίλυσις· εἰ τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ καὶ τὸ ψυχρὸν τὸ ἐν τῷ ὕδατι ἐναντία εἰσίν, ἐπειδὴ τὰ ἐναντία μάχεται περὶ ἓν ὑποκείμενον, ἵνα τὸ ἕτερον ἐξωθῆσαν τὸ ἕτερον τὸ κοινὸν ὑποκείμενον ἴδιον ποιήσῃ,2 εὑρεθήσεται ἄρα τὸ ψυχρὸν τὸ ἐν τῷ ὕδατι μαχόμενον τῷ θερμῷ τῷ ἐν τῷ πυρί, ἵνα τὸ ὑποκείμενον τῆς θερμότητος γένηται τῆς ψυχρότητος, ὅπερ ἀδύνατον· οὐδέποτε γὰρ οὐδὲ τὸ πῦρ ᾗ πῦρ ἐν ψυχρότητι θεωροῦμεν οὐδὲ τὸ ὕδωρ ᾗ ὕδωρ ἐν θερμότητι.

“没有任何事物与实体相反,这也是属于诸实体的;因为对第一实体而言,会有什么与之相反呢?例如对某一个人而言,没有任何事物是相反的;对人或动物而言,也同样没有任何事物是相反的。” 在讲授了第一批固有属性——即不在基底中、同名地被述谓、表示‘某个特定的这一个’——之后,哲学家接下来过渡到实体的其余固有属性,它们在数目上也同样是三个:没有相反者、不容纳较多与较少、在数目上保持为一且相同的同时能容纳相反者。这些属性彼此之间具有某种亲缘关系:第四个与第六个具有亲缘关系,因为在这两者中都提及了相反者;而第五个之所以具有亲缘关系,是因为它包含较多与较少;而在有较多与较少的地方,也有相反者;在有相反者的地方,也有较多与较少;并且在其中一方退去之处,另一方也同样退去了。第五个固有属性与其他属性具有极大亲缘关系这一点,亚里士多德也表明了:他审查了第四个固有属性并指出它严格来说并非固有属性,然而对于第五个固有属性既没有进行审查,也没有专门加以讨论,因为它是与第四个一同被领会的;显然,简而言之,较多与较少是通向相反者的道路,而相反者是终点,终点与道路具有天然的亲缘关系。因此,哲学家要么是因为这个缘故没有审查第五个固有属性,要么是因为他赋予第六个固有属性极高赞誉,从而显然贬低了第五个。第四个与第六个并不冲突,倘若第四个是说实体不具有相反者,而第六个是说实体容纳相反者;因为‘具有相反者’是一回事,而‘容纳相反者’是另一回事。关于这三个固有属性的共通之处就谈这些;来吧,让我们依次考察它们之中的每一个。 于是他说实体的第四个固有属性是不具有任何相反者。但既然固有属性正如我们屡次所说的那样,要求适合于一切且仅适合于其自身,某些人便认为这一属性并不属于每一个实体,并向我们提出了两个疑难,其中第一个是这样的:他们说,在《论生成与消灭》中,亚里士多德本人曾说火与水相反、气与土相反,尽管它们确实是实体;那么他为何说没有任何事物与实体相反呢?我们以三种方式解决这一疑难:第一,指出这些事物就其自身而言并非相反者;因为它们既非就作为物体而言是相反的,亦非就作为质料而言是相反的,否则就会发现某物与自身相反,而这是不可能的。相反,我们说这些事物仅仅就性质而言是相反的。而如果性质作为在物体之中的事物是偶性,那么相反性存在于偶性中而非存在于实体中,就绝非不合理。 第二个解答:你们认为火中的热与水中的冷究竟是什么,是偶性还是实体?如果是一方面作为偶性,我就得到了所寻求的结论,即相反性不在实体中;因为我们曾将没有任何相反者赋予为实体的固有属性。如果是在另一方面作为实体,显然它是单纯的,因为它是整个热的一部分;而如果它被确立为是单纯的,我们在此处讨论的并非单纯实体,而是复合实体,因为我们曾说过这里的诸种差亦非实体。 第三个解答:如果火中的热与水中的冷是相反者,既然相反者围绕着单一基底进行争夺,以便一方排挤掉另一方而将共同的基底变为自身所特有的,那么水中的冷就会被发现与火中的热相争夺,以便使热的基底变为冷性的基底,而这是不可能的;因为我们从未观察到火就其作为火而言处于冷性之中,也从未观察到水就其作为水而言处于热之中。

语法注2 条
  1. 14.7ἐπεὶ εὑρεθήσεται αὐτὸ ἑαυτοῦ ἐναντίον

    连词 ἐπεί 在此具有承接省略假定条件的用法(“否则的话[若承认它们作为物体或质料是相反的]……就会发现”),引出一个荒谬的推论以否定该前提。

  2. 14.7ἵνα τὸ ἕτερον ἐξωθῆσαν τὸ ἕτερον τὸ κοινὸν ὑποκείμενον ἴδιον ποιήσῃ

    在 ἵνα 小句中,主格分词短语 τὸ ἕτερον ἐξωθῆσαν(“一方排挤掉……”)支配宾格的 τὸ ἕτερον(“另一方”)作为分词的宾语,而虚拟式动词 ποιήσῃ 的直接宾语为 τὸ κοινὸν ὑποκείμενον,谓词为 ἴδιον。紧邻出现的两个 τὸ ἕτερον 分别承担主格(分词主语)与宾格(分词宾语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:72.27-74.3