← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§71.26-72.26

表示某一个这个与第二实体

奥林匹奥多鲁阐述了实体的第三项固有属性即“表示某一个这个”,解释了个别实体与第二实体的差异以及亚里士多德添加“似乎”这一限定的原因。随后他说明第二实体所表示的“某种性质”不同于偶性中的性质,而属于实体性限定,且该界定比起种来更适合于属。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.5

" Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν ἕως τοῦ καὶ ἕν ἀριθμῷ τὸ δηλούμενον." Μετὰ τὸ δεύτερον ἴδιον τῆς οὐσίας ἐπὶ τὸ τρίτον ἴδιον μετέρχεται καί φησιν ἴδιον εἶναι τῆς οὐσίας τὸ τόδε τι σημαίνειν. καὶ τί μὲν ἀντίκειται τῷ τόδε τι καὶ πῶς δοκοῦσι διαφωνεῖν Πλάτων τε καὶ Ἀριστοτέλης, διεξήλθαμεν ἐν τῇ θεωρίᾳ. ὃ δὲ ἐπ’ αὐτῆς τῆς ἀληθείας βούλεται σημᾶναι, τοιοῦτόν ἐστιν· φησὶν ὅτι πᾶσα οὐσία τόδε τι σημαίνει. καὶ ὅτι μὲν μόνῃ τῇ οὐσίᾳ ὑπάρχει, πρόδηλον. κατὰ δὲ Ἀριστοτέλη οὐ πάσαις· ἐπὶ γὰρ τῶν μερικῶν καὶ μόνον τὸ τόδε τι λέγει, οὐκέτι δὲ καὶ ἐπὶ τῶν καθόλου, ἀλλὰ ποιόν τι. εἰκότως δὲ τόδε τι 〈τῇ〉 μερικῇ καὶ μόνῃ οὐσίᾳ ἁρμόττει· τὸ μὲν γὰρ τόδε μερικοῦ ὡρισμένου ἐστὶ δηλωτικόν, τὸ δὲ τί, ὡς ἤδη πολλάκις εἰρήκαμεν, οὐσίας ἐστὶν πρόσρημα. βούλεται γοῦν εἰπεῖν ὅτι πᾶσα οὐσία τὸ τόδε τι σημαίνει. καὶ ὅτι μὲν ἡ μερικὴ οὐσία τόδε τι σημαίνει, ἀναμφισβήτητόν ἐστι καὶ ἀληθές, ὡς ἐδείξαμεν. αἱ δὲ δεύτεραι οὐσίαι οὐ τόδε τι σημαίνουσιν, ἀλλὰ τὸ ποιόν τι· φησὶν γὰρ ὅτι εἰ καὶ τῷ ὀνόματι φαίνονται τὸ τόδε τι σημαίνουσαι, ἀλλ’ οὖν οὐκ ἔστιν ἀληθές, διότι μὴ καὶ τῷ σημαινομένῳ τὰ αὐτὰ δηλοῦσι· ταύτας γὰρ ὀνομάζομεν ἑνικῇ κεχρημένοι τῇ φωνῇ, οὐκέτι δὲ καὶ τῷ σημαινομένῳ ἕν εἰσι, διότι πλήθους εἰσὶν περιεκτικαί. σκόπει δὲ πῶς τεχνικῶς ὁ φιλόσοφος ὢν καὶ ἀκριβὴς προσέθηκεν τὸ δοκεῖ· εἰπὼν γὰρ ὅτι πάσῃ οὐσίᾳ ἁρμόττει τὸ τόδε τι σημαίνειν, ὡς αὐτὸς ἑαυτοῦ λαμβανόμενος1 ἐπήγαγεν τὸ δοκεῖ, τοῦτ’ ἔστι καὶ ταῖς πρώταις ἁρμόττει τὸ τόδε τι σημαίνειν καὶ ταῖς δευτέραις· δοκεῖ δὲ εἶπεν, διότι τῇ φωνῇ μόνῃ τῶν δευτέρων οὐσιῶν ἁρμόττει, οὐκέτι δὲ καὶ τῷ σημαινομένῳ.

“每一个实体似乎都表示某一个这个,直至‘并且被表明者在数目上也是一’。” 在第二项实体的固有属性之后,他过渡到第三项固有属性,并说表示某一个这个是实体的固有属性。至于什么是与某一个这个相对立的,以及柏拉图和亚里士多德看起来如何存在分歧,我们在讲课中已经详述过了。但他依实际真理所欲表示的内容则是如下的:他说每一个实体都表示某一个这个。而这一项仅属于实体,是显而易见的。然而按照亚里士多德的看法,它并不属于所有实体;因为他仅在个别事物上说某一个这个,而在普遍事物上则不再如此说,而是说某种性质。理所当然地,某一个这个仅适合于个别实体;因为“这个”指示确定的个别事物,而“某一个”,正如我们已经多次说过的,是实体的称谓。无论如何,他意图说每一个实体都表示某一个这个。个别实体表示某一个这个,这一点如我们所表明的,是无可争议且真实的。而第二实体表示的则不是某一个这个,而是某种性质;因为他说,即使在名称上它们看起来表示某一个这个,但这并非真实,因为它们在所指的事物上所表明的并不相同;因为我们用单数的声音来称呼它们,但在所指的事物上它们已不再是一,因为它们包含着多数。请看这位严谨的哲学家是多么巧妙地添加了“似乎”;因为他在说了表示某一个这个适合于每一个实体之后,仿佛自我约束似地引出了“似乎”,这就是说,表示某一个这个既适合于第一实体,也适合于第二实体;但他之所以说“似乎”,是因为它仅在第二实体的声音上适合,而在所指的事物上则不再适合。

§14.6

"Οὐχ ἁπλῶς δὲ ποιόν τι σημαίνει, ὥσπερ τὸ λευκόν." Εἰρηκὼς ὁ φιλόσοφος ὅτι αἱ μὲν μερικαὶ οὐσίαι τὸ τόδε τι σημαίνουσιν, αἱ δὲ δεύτεραι οὐσίαι οὐκέτι τὸ τόδε τι ἀλλὰ ποιόν τι, ἐπειδὴ ποιόν τί ἐστιν ἐν τοῖς συμβεβηκόσιν, ἐπήγαγεν λέγων ὅτι οὐχ ἁπλῶς ποιόν τι σημαίνουσιν αἱ δεύτεραι οὐσίαι, ἀλλὰ τὸ ἐν οὐσίαις ποιόν· ἐν μὲν γὰρ τοῖς συμβεβηκόσιν ἓν ποιὸν δηλοῖ τὸ συμβεβηκός, ἐν δὲ ταῖς οὐσίαις οὐκέτι μία οὐσία ὑπὸ τοῦ ποιοῦ δηλοῦται, ἀλλὰ καὶ εἰδικὴ οὐσία καὶ γενική, καὶ εἰδικὴ μὲν ἡ τοῦ εἴδους γενικὴ δὲ ἡ τοῦ γένους. ἐπιφέρει δὲ λέγων ὅτι ἀνωτέρω οὗτος ὁ εἰρημένος ὁρισμὸς μᾶλλον τοῖς γένεσιν ἁρμόζει ἤπερ τοῖς εἴδεσιν, τοῦτ’ ἔστιν ὁ ταῦτα λέγων ὅτι2 αἱ δεύτεραι εἰ καὶ φωνῇ τὸ τόδε τι σημαίνουσιν, ἀλλ’ οὖν πλήθους εἰσὶν περιεκτικαὶ καὶ οὐκέτι 〈ἓν〉 σημαίνουσιν. πρόδηλον δὲ ὅτι τὸ γένος, τοῦτ’ ἔστι τὸ ζῷον, πλήθους ἐστὶν περιεκτικὸν ἤπερ τὸ εἶδος.

“然而它并不单单表示某种性质,就像白色那样。” 哲学家在说了个别实体表示某一个这个,而第二实体不再表示某一个这个而是表示某种性质之后,既然某种性质属于偶性,便补充说第二实体并不单单表示某种性质,而是表示在实体之中的性质;因为在偶性中,偶性表明单一的性质,但在实体中,通过这一性质所表明的不再是单一的实体,而是兼指种别的实体和属别的实体,种别的实体即种的实体,属别的实体即属的实体。他进一步指出,上文所述的这一定义与其说适合于种,不如说适合于属,这就是说,那表述这一内容的定义,即第二实体即使在声音上表示某一个这个,却仍包含着多数且不再表示单一者。而属即动物比种包含更多的多数,这是显而易见的。

语法注2 条
  1. 14.5ὡς αὐτὸς ἑαυτοῦ λαμβανόμενος

    中动分词 λαμβανόμενος 支配反身代词属格 ἑαυτοῦ,构成了意为“自我制约”、“收住自己的话口”的惯用表达。作为状语分词修饰主动词 ἐπήγαγεν,说明亚里士多德仿佛在自我审视和制止过度的断言,因而引入了 δοκεῖ(似乎)。

  2. 14.6τοῦτ’ ἔστιν ὁ ταῦτα λέγων ὅτι

    句法上,该从属短语是对紧随其前的主语短语 οὗτος ὁ εἰρημένος ὁρισμός(“上文所述的这一定义”)的同位语式补充说明。带冠词分词 ὁ ταῦτα λέγων(“述说这些内容的[定义]”)作为同位语,后接说明具体内容的 ὅτι 引导的名词从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:71.26-72.26