- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:70.13-71.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《范畴篇》3a21–3a33,论述了“不在载体之中”和“同名地被述说”因同样属于种差而并非严格意义上的固有属性,并解答了实体的部分是否为偶性的疑难。
" Οὐκ ἴδιον δὲ οὐσίᾳ τοῦτο, ἀλλὰ καὶ ἡ διαφορά, καὶ τὰ ἑξῆς." Ἀποδοὺς ἡμῖν ὁ φιλόσοφος τὸ ἴδιον τῆς οὐσίας, τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, καὶ δείξας ὡς πάσῃ οὐσίᾳ ἁρμόττει, ἐπειδὴ τὸ ἴδιον βούλεται μὴ μόνον παντὶ ἐφαρμόζειν, ἀλλὰ καὶ μόνῳ ἐκείνῳ οὗ ἐστιν ἴδιον, ἐξ οὗ καὶ μᾶλλον χαρακτηρίζεται, δείκνυσιν ὡς τὸ μὴ ἐν ὑποκειμένῳ πάσῃ μὲν οὐσίᾳ ὑπάρχει, οὐ μόνῃ δέ· καὶ γὰρ καὶ αἱ διαφοραὶ τῶν μὴ ἐν ὑποκειμένῳ εἰσίν.
“但这并非实体的固有属性,而且种差〔也不在载体之中〕,等等。” 哲学家为我们给出了实体的固有属性,即不在载体之中,并表明了它适合于每一个实体;既然固有属性不仅要求适用于全部,而且还要求仅适用于它是其固有属性的那一者,并且由此能更好地得到表征,于是他表明不在载体之中固然属于每一个实体,却不属于实体单独所有;因为种差也属于不在载体之中的事物。
"Τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν, καὶ τὰ ἑξῆς." Προσθετέον ἐνταῦθα ‘τὸ μὴ ἐν ὑποκειμένῳ’· τὸ μὲν γὰρ ὅλως εἰπεῖν ὅτι τὸ δίπουν οὐκ ἔστιν ἐν τῷ ἀνθρώπῳ ἀδύνατον· ἐν τούτῳ γὰρ ἔστιν, οὐκ ἐν ὑποκειμένῳ μέν, ἀλλ’ ὡς καθ’ ὑποκειμένου τούτου κατηγορούμενον.1
“因为陆生的与两足的,等等。” 在此处应当补上“不在载体之中”;因为如果全然断言两足的不在人之中,那是不可能的;因为它确实在这人之中,但并不是作为在载体之中,而是作为关于这载体被述说。
"Μὴ ταραττέτω δὲ ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ἕως τοῦ τὰ ὡς μέρη ὑπάρχοντα ἔν τινι." Ὃ ἐλέγομεν ἐν τῇ θεωρίᾳ, [ὅτι] τὰς διαφορὰς ἀντιδιέστειλεν ταῖς οὐσίαις μὴ οὐσίας ὑπαρχούσας. ἐπεὶ οὖν αἱ διαφοραὶ μέρη τῶν οὐσιῶν εἰσι, δεδιὼς μή τις τὰς διαφορὰς ὑποπτεύσῃ μὴ εἶναι οὐσίας, νῦν βούλεται δεῖξαι ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσίν. οὐκ αὐτόθεν δὲ περὶ τούτου διαλέγεται, ἀλλὰ πρῶτον ἀπορίαν τίθησίν τινα, δεικνὺς ὅτι αἱ διαφοραί, εἰ καὶ μέρη εἰσὶ τῆς οὐσίας καὶ ἐν ὑποκειμένῳ εἰσὶ τοῖς ὅλοις, οὐκ εἰσι συμβεβηκότα. ἡ δὲ ἀπορία τοιαύτη ἐστίν· εἰ τὰ μέρη τῶν οὐσιῶν ἐν ὑποκειμένῳ εἰσὶ τοῖς ὅλοις, τὰ δὲ ἐν ὑποκειμένῳ συμβεβηκότα, τὰ ἄρα μέρη τῶν οὐσιῶν συμβεβηκότα ἐστίν. ἡ λύσις διττή· πρώτη μὲν ὅτι τὸ ἔν τινι πολλαχῶς λέγεται· πᾶν μὲν γὰρ συμβεβηκὸς ἔν τινι, οὐ πᾶν δὲ ἔν τινι συμβεβηκός. 〈δευτέρα δὲ〉 ὅτι ὁ ὁρισμὸς τῶν συμβεβηκότων οὐχ ὡς μέρος ἐβούλετο τὸ ἐν ὑποκειμένῳ εἶναι τοῦ ὑποκειμένου, ἐνταῦθα δὲ αὐτόχρημα τὰ μέρη τῆς οὐσίας εἰλήφαμεν· ὁ γὰρ λόγος περὶ τοῦ ὡς ὅλου εἰς μέρη κατηγορουμένου ἐστίν.2
“实体的各部分也不应扰乱我们,直至‘那些作为部分而在某物之中的事物’。” 正如我们在讲课中所言,他将种差与实体区分对立开来,认为种差不是实体。因此,既然种差是实体的部分,他担心有人怀疑种差不是实体,现在他意图表明实体的各部分是实体。但他并非一开始就径直论述这一点,而是首先提出一个疑难,表明种差即使是实体的部分并且在整体这一载体之中,也并非偶性。这一疑难如下:如果实体的各部分在整体这一载体之中,而在载体之中的事物是偶性,那么实体的各部分便是偶性。其解决是双重的:第一,“在某物之中”是多义地被言说的;因为所有的偶性固然都在某物之中,但并非所有在某物之中的事物都是偶性。第二,偶性的定义并不要求在载体之中的事物作为载体的“部分”而存在,但在此处我们所取的正是实体的部分;因为这里的论述是关于作为整体对部分被述说者的。
"Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ ταῖς διαφοραῖς τὸ πάντα συνωνύμως ἀπ’ αὐτῶν λέγεσθαι." Ἐλέγομεν ὅτι τὸ ἴδιον βούλεται καὶ μόνῳ καὶ παντὶ ἐφαρμόζειν. τὸ μὲν οὖν ἴδιον τῆς οὐσίας, ὅπερ ἀποδέδωκεν ὁ φιλόσοφος, τοῦτό ἐστι τὸ μὴ ἐν ὑποκειμένῳ, πάσῃ μὲν ὑπάρχει τῇ οὐσίᾳ, οὐ μέντοι γε μόνῃ. βούλεται δὲ τὸ ἴδιον χαρακτηρίζεσθαι ἐκ τοῦ μόνῳ ὑπάρχειν, ἤπερ ἐκ τοῦ παντί· τὸ μὲν γὰρ πᾶσιν ὑπάρχον κοινόν ἐστιν μᾶλλον ἢ ἴδιον, τὸ δὲ μόνῳ ἴδιον μᾶλλον ἤπερ κοινόν. εἰκότως βουληθεὶς ἐκ τοῦ μόνῳ τὸ πρῶτον ἴδιον χαρακτηρίσαι καὶ μὴ εὑρηκὼς τοῦτο, διότι καὶ ταῖς διαφοραῖς ὑπάρχει, οὐκ ἔφησεν αὐτὸ κυρίως ἴδιον εἶναι. ὅτι δὲ πάσαις οὐσίαις ὑπάρχει τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι, δηλοῖ αὐτὸς λέγων κοινὸν δὲ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ὅτι δὲ οὐ μόνῃ τῇ οὐσίᾳ ἥρμοττε, δηλοῖ αὐτὸς λέγων οὐκ ἴδιον δὲ οὐσίας τοῦτο. μετὰ γοῦν τὸ πρῶτον ἴδιον ἐπὶ τὸ δεύτερον μεταβέβηκε, τοῦτ’ ἔστι τὸ συνωνύμως κατηγορεῖσθαι. καὶ ἐπειδὴ εὑρίσκει τοῦτο μήτε πάσαις ἁρμόττον μήτε μόναις, οὔτε κοινὸν αὐτὸ λέγει οὔτε ἴδιον, ἀλλὰ μόνον φησὶν ὑπάρχει δὲ ταῖς οὐσίαις. ἐξ αὐτῶν δὲ τῶν θυρῶν ἐκάκισεν τοῦτο,3 προσθεὶς τὸν καί σύνδεσμον· ὁ γὰρ καί ἐναντίος ἐστὶ τῇ τοῦ ἰδίου φύσει· εἰ γὰρ ἴδιον, οὐκέτι καὶ ἄλλοις ἁρμόσει, εἰ δὲ ἄλλοις ἁρμόζει, καὶ κοινόν ἐστιν.
“但所有事物都从它们同名地被言说,这属于实体也属于种差。” 我们曾说,固有属性要求既“仅”适合又“全部”适合。那么,哲学家给出的实体的固有属性,即不在载体之中,固然属于每一个实体,然而并不属于它单独所有。而固有属性要求根据“仅属于”而非“属于全部”来表征;因为属于全部者与其说是固有属性,不如说是共通的,而仅属于者与其说是共通的,不如说是固有属性。理所当然地,他希望根据“仅属于”来表征第一项固有属性,但由于它也属于种差而未能如愿,因此他并未说它是严格意义上的固有属性。不在载体之中属于所有实体,这一点他自己通过说“对每一个实体而言不在载体之中是共通的”阐明了;而它并非仅适合于实体,他也通过说“但这并非实体的固有属性”阐明了。无论如何,在第一项固有属性之后,他过渡到了第二项,即同名地被述说。既然他发现这项既不适合于全部实体,也不适合于实体单独所有,他便既不称其为共通的,也不称其为固有属性,而只是说“属于实体”。他甚至从门阶起便通过添加“也”这一连词贬低了这一项;因为“也”与固有属性的本性是相反的;因为若是固有属性,它便不会再也适合于其他事物,而若是适合于其他事物,它便是共通的。
- 14.2ἐν τούτῳ γὰρ ἔστιν, οὐκ ἐν ὑποκειμένῳ μέν, ἀλλ’ ὡς καθ’ ὑποκειμένου τούτου κατηγορούμενον
τούτῳ与τούτου均指代前文的ἄνθρωπος(人)。在短语καθ’ ὑποκειμένου τούτου中,介词κατά支配属格名词短语,表示“关于这载体”被述说的关系,与前面的ἐν ὑποκειμένῳ(在载体之中)形成直接对立。
- 14.3ὁ γὰρ λόγος περὶ τοῦ ὡς ὅλου εἰς μέρη κατηγορουμένου ἐστίν
中性单数属格定冠词τοῦ使分词κατηγορουμένου名词化,整句意为“关于作为整体对诸部分被述说者”。ὡς ὅλου限定被述说项的方式,εἰς μέρη则作为介词短语表达述谓所及的对象(诸部分)。
- 14.4ἐξ αὐτῶν δὲ τῶν θυρῶν ἐκάκισεν τοῦτο
ἐξ αὐτῶν τῶν θυρῶν(直从门阶起)为一惯用表达,意为“从一开始就”或“在门槛上立即”。未明指的主语承前指亚里士多德,ἐκάκισεν(贬低、指出其不足)的直接宾语τοῦτο则指第二项固有属性(同名地被述说)。
