- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:68.33-70.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗调和了亚里士多德与柏拉图关于“这个某物”与“这样的事物”的用法分歧,阐明了通过词物属性互换实体何以能被说成“表示”,并解释了实体的固有属性的结合修正及讲授排列次序的理据。
ἵνα οὖν πάσῃ οὐσίᾳ ἐφαρμόσῃ, εἴληφεν τὸ τόδε τι. ἀλλὰ διαφωνοῦσιν ἐνταῦθα οἱ κορυφαῖοι τῶν φιλοσόφων, Ἀριστοτέλης καὶ Πλάτων· ὁ μὲν γὰρ Ἀριστοτέλης τὸ τόδε τι ἐπὶ μερικοῦ πράγματος ἐπιφέρει, τὸ δὲ τοιόνδε ἐπὶ τοῦ καθόλου· δύο γὰρ ταῦτά ἐστιν παρακείμενα τὸ τόδε καὶ τὸ τοιόνδε. ὁ δὲ Πλάτων οὐχ ὡς ὁ Ἀριστοτέλης τὸ τόδε μερικῶς ἐπιφέρει καὶ τὸ τοιόνδε καθόλου, ἀλλὰ τὸ ἀνάπαλιν.1 οὐκοῦν ἵνα μὴ ἡμεῖς παρίδωμεν τοὺς κορυφαίους τῶν φιλοσόφων διαφωνοῦντας καὶ κινδυνεύσῃ στῆναι τὰ τῆς φιλοσοφίας, φέρε διαιτήσωμεν αὐτούς. ἰστέον οὖν ὅτι οὐδέτερος αὐτῶν διαμαρτάνει τῆς ἀληθείας· δυνατὸν γὰρ ἐπὶ ἑκάστης οὐσίας, ἐπί τε τῆς μερικῆς καὶ τῆς καθόλου, τὰ δύο παραλαμβάνεσθαι· εἰ γὰρ καὶ τῇ μερικῇ οὐσίᾳ δείξομεν ἁρμόζον τὸ τόδε τι καὶ τὸ τοιόνδε καὶ τῇ καθόλου τὸ τόδε τι καὶ τοιόνδε, δῆλον ὡς ἑκάτεροι συμφωνοῦσιν· τῇ μὲν γὰρ καθόλου οὐσίᾳ ἁρμόττει τὸ τόδε τι ὡς ἀιδίῳ ὑπαρχούσῃ καὶ ἀεὶ ὡσαύτως ἐχούσῃ. τὸ δὲ τοιόνδε ταύτῃ ἁρμόττει, ὅτι πλήθους ἐστὶ περιεκτική. πάλιν δὲ τῇ μερικῇ οὐσίᾳ τὸ τόδε τι ἁρμόζει ὡς μιᾷ οὔσῃ τῷ ἀριθμῷ, τὸ δὲ τοιόνδε ὡς ποικίλας ἐχούσῃ μεταβολάς. δέδεικται τοίνυν ὡς τοῦ μὲν Πλάτωνος ἐπιφέροντος τοῖς μερικοῖς τὸ τοιόνδε τοῖς δὲ καθόλου τὸ τόδε, Ἀριστοτέλους δὲ τὸ ἀνάπαλιν τοῖς μὲν μερικοῖς τὸ τόδε τοῖς 〈δὲ〉 καθόλου τὸ τοιόνδε, οὐ διαφωνοῦσιν ἀλλὰ μᾶλλον συμφωνοῦσιν· ἐν γὰρ ταῖς ἀμφοτέραις οὐσίαις ἀμφοτέρας λαμβάνομεν τὰς προσηγορίας. ἀλλ’ ἐπειδὴ τὰ πράγματα σημαίνονται αἱ δὲ φωναὶ σημαίνουσιν, ὡς ἴσμεν, ζητήσωμεν πῶς Ἀριστοτέλης ἐνταῦθα τὴν οὐσίαν λέγει σημαίνειν καίτοι πρᾶγμα ὑπάρχουσαν. πρὸς τοῦτό φαμεν ὅτι πολλάκις εἰρήκαμεν ὅτι ἐνταῦθα περὶ πραγμάτων διαλεγόμεθα οὐχ ὅτι πράγματα ἀλλ’ ὡς ὑπὸ φωνῶν σημαινομένων, καὶ περὶ φωνῶν οὐχ ὅτι φωναὶ ἀλλ’ ὡς πράγματα σημαινουσῶν. ἐνδέχεται δὲ καὶ τὰς φωνὰς ἀναδέξασθαι τὰ τῶν πραγμάτων ὡς διὰ τὴν πρὸς ἄλληλα σχέσιν καὶ τὰ πράγματα ὁμοίως τὰ τῶν φωνῶν· διότι μὲν γὰρ αἱ φωναὶ τὰ τῶν πραγμάτων ἀναδέχονται, ἐροῦμεν ὅτι Σωκράτης τρέχει, οὐχ ὡς τῆς φωνῆς τῆς τρισυλλάβου τρεχούσης, ἀλλ’ ὡς τοῦ πράγματος τοῦ σημαινομένου ὑπὸ τῆς φωνῆς, τοῦτ’ ἔστι τῆς οὐσίας Σωκράτους. ἔστι δὲ ὅτι καὶ τὰ πράγματα 〈τὰ〉 τῶν φωνῶν ἀναδέχονται, ὥσπερ ἐνταῦθά φησιν ὁ Ἀριστοτέλης τὴν οὐσίαν σημαίνειν, οὐχ ὡς αὐτοῦ τοῦ πράγματος σημαίνοντος, ἀλλὰ τὴν ὀνομασίαν δηλονότι τοῦ πράγματος αὐτῆς τῆς οὐσίας σημαινούσης. ἆρα οὖν δεχόμεθα τοῦτο ὡς ἴδιον, τοῦτ’ ἔστι τὸ τόδε τι; φαμὲν ὅτι οὔ· μόνῃ μὲν γὰρ ὑπάρχει, οὐ πάσῃ δέ, διότι κατὰ Ἀριστοτέλη ταῖς καθόλου οὐσίαις οὐχ ὑπάρχει· οὔτε γὰρ αὐτὸ καθ’ ἑαυτὸ τὸ τόδε παραλαμβανόμενον ἴδιον, ἀλλ’ οὐδὲ τὰ προειρημένα ἕτερα δύο. ἀλλὰ συμμίξαντες τὸ δεύτερον καὶ τὸ τρίτον, τοῦτ’ ἔστι τὸ συνωνύμως κατηγορεῖσθαι καὶ τὸ τόδε τι σημαίνειν, ὡς ἴδιον ἀποδώσομεν τῆς οὐσίας, λέγοντες ὅτι ἴδιόν ἐστι τῆς οὐσίας τὸ συνωνύμως κατηγορεῖσθαι τῶν τόδε τι σημαινόντων.2 ἀλλ’ ἐπειδὴ ταῦτα τὰ δύο διορθώσεως τετύχηκεν, ἆρα καὶ τῷ πρώτῳ ἔχομεν ἐπιθεῖναι διόρθωσιν ἢ οὔ, ἀλλὰ ἀδιόρθωτον αὐτὸ καταλείπομεν, λέγω δὴ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι; λέγομεν τοίνυν ὅτι τοῦτο εἴληπται, οὐχ ἵνα μάθωμεν δι’ αὐτοῦ τί 〈ἔστιν, ἀλλὰ τί〉 οὐκ ἔστι. Καὶ ἐπειδὴ τοῦτο καλῶς ἡμῖν διήρθρωται, φέρε κατὰ τὸ συνεχὲς βαδίζοντες χωρήσωμεν ἐπὶ τὴν τάξιν τῶν ἰδίων, ζητοῦντες πῶς καὶ ποίᾳ τάξει κεχρημένος ταῦτα παραδέδωκεν ὁ φιλόσοφος. πρῶτον τοίνυν εἶπεν τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. εἰκότως· ἐπειδὴ γὰρ τὸν ὁρισμὸν ἀποδοὺς τῆς οὐσίας ἐν ἐκείνῳ ἐμνήσθη τούτου τοῦ ἰδίου, ἵνα μὴ ἐπὶ πολὺ ἀνηκόους ἡμᾶς τούτου καταλείπῃ, δίκαιον ᾠήθη τοῦ μνημονευθέντος ποιήσασθαι τὴν διδασκαλίαν παραχρῆμα, ἵνα ἐκ γνωριμωτέρων ὀφθείη ἐκ θυρῶν3 ὁ λόγος ὁ περὶ τῆς οὐσίας. μετὰ δὲ τοῦτο δεύτερον ἴδιον ἐδίδαξεν τὸ συνωνύμως κατηγορεῖσθαι, τὸ συγγενὲς ὑπάρχον τῷ πρώτῳ· τὰ δύο γὰρ διὰ τὴν αὐτὴν αἰτίαν οὐ δεχόμεθα, διότι μὴ μόναις ὑπάρχουσι ταῖς οὐσίαις ἀλλὰ καὶ ταῖς διαφοραῖς. λοιπῶν οὖν τεσσάρων ὄντων ἰδίων, ἑνὸς μὲν τοῦ τόδε τι, ἑτέρων δὲ τριῶν μελλόντων λέγεσθαι, τῶν τριῶν τοῦτο προέταξεν εἰκότως· ἐκεῖνα μὲν γὰρ ἀπὸ τῶν πραγμάτων παρείληπται, τοῦτο δὲ ἀπὸ τοῦ ὀνόματος. ἐπειδὴ οὖν σαφέστερα τὰ ἀπὸ τοῦ ὀνόματος ἤπερ τὰ ἀπὸ τῶν πραγμάτων, τούτου χάριν ἐν τῇ διδασκαλίᾳ τὰ σαφέστερα τῶν μὴ οὕτως ἐχόντων προέταξε. τοῦτο πέρας τῆς παρούσης θεωρίας.
因此,为了适合于每一个实体,他采用了“这个某物”。但在此处,哲学家中的泰斗们——亚里士多德与柏拉图——产生了分歧;因为亚里士多德将“这个某物”用于个别事物,而将“这样的事物”用于普遍者;因为“这个”与“这样的”乃是并列的两者。然而柏拉图并不像亚里士多德那样个别地应用“这个”而普遍地应用“这样的”,而是恰恰相反。那么,为了不让我们对哲学家泰斗们的分歧视而不见,并使哲学的事务免于停滞的危险,来吧,让我们为他们调解。应当知道,他们二人都没有偏离真理;因为对每一种实体而言,无论是对个别实体还是对普遍实体,这两种说法都是可以适用的;因为如果我们指明“这个某物”和“这样的事物”既适合于个别实体,又适合于普遍实体,显然他们双方是达成一致的;因为对于普遍实体而言,“这个某物”之所以适合于它,乃因它是永恒的且始终保持同一状态。而“这样的事物”之所以适合于它,乃因它是包容众多的。反过来,对于个别实体而言,“这个某物”之所以适合于它,乃因它在数目上为一;而“这样的事物”之所以适合于它,乃因它具有多样的变化。因此已经表明,尽管柏拉图将“这样的事物”用于个别者而将“这个”用于普遍者,而亚里士多德反过来将“这个”用于个别者而将“这样的事物”用于普遍者,他们并不存在分歧,反而是相互一致的;因为在两类实体中我们都接受这两种称谓。然而,正如我们所知,既然事物是被表示的,而词语是进行表示的,那么我们就探究一下亚里士多德在此处怎么会说实体进行表示,尽管它本身是事物。对此我们说,我们屡次提到,在此处我们讨论事物并不是把它们当作事物,而是当作被词语所表示者;讨论词语也不是把它们当作词语,而是当作表示事物者。并且,由于彼此之间的相互关系,词语完全有可能承受事物的属性,事物也同样有可能承受词语的属性;因为在词语承受事物属性方面,我们会说“苏格拉底奔跑”,并不是说那个三音节的词在奔跑,而是作为被词语所表示的事物,即苏格拉底的实体在奔跑。而有时事物也承受词语的属性,正如亚里士多德在此处说实体进行表示,并不是说事物本身在表示,而是显然该事物的名称、即实体本身的名称在表示。那么,我们是否将此——即“这个某物”——接纳为固有属性呢?我们说并非如此;因为它固然仅属于实体,却并不属于全部实体,因为按照亚里士多德,它并不属于普遍实体;因为无论是单独看待的“这个”本身不是固有属性,先前所述的其他两项也不是。但是,把第二项和第三项结合起来,也就是把同名地被述说与表示“这个某物”结合起来,我们将把它作为实体的固有属性给出,即说:在表示“这个某物”的事物上同名地被述说是实体的固有属性。然而,既然这两者都得到了修正,我们是否也能对第一项、即不在载体之中施加修正呢,抑或不能,而是任其保留原样?对此我们说,采用这一项,并不是为了让我们借此明白它是什么,而是明白它不是什么。既然这一点已被我们清晰阐明,来吧,让我们顺着次序前进,走向诸固有属性的排列,探究哲学家是如何以及使用何种次序传授这些属性的。首先,他谈到了不在载体之中。这是合情合理的;因为既然他在给出实体的定义时在其中提到了这项固有属性,为了不让我们长久地未闻其详,他认为理应立即就所提及的事项进行讲授,以便关于实体的论述能从门阶起便基于更为熟知的事物而显现。在此之后,他讲授了作为第二项固有属性的同名地被述说,这一项与第一项属于同类;因为出于同样的原因我们不接纳这两者,即它们不仅属于实体,也属于种差。因此,在剩下的四项固有属性中,一项是“这个某物”,其余三项即将在后文被论述,他合乎情理地将这一项置于那三项之前;因为那些是从事物中抽取的,而这一项则是从名称中抽取的。既然从名称中抽取的事物比从事物中抽取的事物更为明晰,为此他在讲授中将更为明晰者置于不那么明晰者之前。这就是本讲的终结。
- 13.2τοῦ μὲν Πλάτωνος ἐπιφέροντος τοῖς μερικοῖς τὸ τοιόνδε τοῖς δὲ καθόλου τὸ τόδε, Ἀριστοτέλους δὲ τὸ ἀνάπαλιν
对照性的独立属格结构(μέν...δέ)。在后半句 Ἀριστοτέλους δὲ τὸ ἀνάπαλιν 中,前半句的分词 ἐπιφέροντος 被承前省略,需补充理解为“而亚里士多德相反地应用”。该独立属格在主句 οὐ διαφωνοῦσιν ἀλλὰ μᾶλλον συμφωνοῦσιν 之前充当让步性状语。
- 13.2τῶν τόδε τι σημαινόντων
由动词 κατηγορεῖσθαι(“被述说于……”)所支配的属格补足语。其功能等同于 κατά +属格,构成一个逻辑单元:“在表示‘这个某物’的事物上同名地被述说”。
- 13.2ἐκ θυρῶν
字面意为“从门出发”,是表示“从门阶起”、“从一开始”或“立即”的习语性介词短语。修饰谓语动词 ὀφθείη,指关于实体的讨论从一开始门面上就基于更熟知的事物显现出来。
