- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:67.10-68.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德通过种差证明“不在载体之中”并非实体固有属性的论述(3a21),借助单一实体与复合实体的区分解决了种差是否为实体的疑难,并进而探讨了同名述说与表示“这个”等其他固有属性。
" Οὐκ ἴδιον δὲ οὐσίας τοῦτο, ἀλλὰ καὶ ἡ διαφορὰ τῶν μὴ ἐν ὑποκειμένῳ ἐστί· τὸ γὰρ πεζὸν καὶ τὸ δίπουν καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν." Ἀποδοὺς ἡμῖν ὁ φιλόσοφος τὸ ἴδιον τῆς οὐσίας καὶ δείξας ὡς πάσῃ ἁρμόττει, οὐκ ἀρκεῖται τῷ πάσῃ ὑπάρχειν (οὐδὲ γὰρ τοῦτο καὶ μόνον ἔχει τὰ ἴδια, ἀλλὰ βούλεται μὴ μόνον παντὶ ὑπάρχειν, ἀλλὰ καὶ μόνῳ ἐκείνῳ οὗ ἔστιν ἴδιον), 〈ἀλλὰ〉 διὰ τῶν παρόντων ζητεῖ εἰ μόνῃ τῇ οὐσίᾳ ὑπάρχει τοῦτο, φημὶ δὴ τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι· ἐκ τούτου γὰρ μᾶλλον χαρακτηρίσει τὸ ἴδιον ἤπερ ἐκ τοῦ πάσῃ ὑπάρχειν. ἐνταῦθα τοίνυν φησὶν ὡς οὐκ ἔστι τὸ μὴ ἐν ὑποκειμένῳ ἴδιον τῆς οὐσίας, διότι καὶ ταῖς διαφοραῖς ἐφαρμόττει· καὶ γὰρ καὶ αἱ διαφοραὶ οὐκ ἐν ὑποκειμένῳ εἰσίν. ἀλλ’ ἐκ τούτου εὐθὺς ἀπορία τις ἀνακύπτει ἡ λέγουσα· τί φῄς, ὦ Ἀριστότελες; οὐκ οἴει τὰς διαφορὰς οὐσίας εἶναι, ἐπειδὴ λέγεις μὴ μόνῃ τῇ οὐσίᾳ ὑπάρχειν ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι ἀλλὰ καὶ ταῖς διαφοραῖς, ὡς τῶν διαφορῶν δηλονότι μὴ οὐσῶν οὐσιῶν; οὐκοῦν συνελόντα φάναι1 αἱ διαφοραὶ ἢ οὐσίαι εἰσὶν ἢ οὐκ εἰσιν οὐσίαι. εἰ μὲν οὖν οὐσίαι τετυχήκασιν οὖσαι, τίς ἡ χρεία τῆς τοιαύτης ἀντιδιαστολῆς; εἰ δὲ οὐκ οὐσίαι, ἐπειδὴ ὁρῶμεν τὰς τοιαύτας διαφορὰς μέρη τῶν οὐσιῶν οὔσας, εὑρεθήσεται ἡ οὐσία οὐκ ἐξ οὐσιῶν ἀλλ’ ἐκ συμβεβηκότων συγκειμένη, ὅπερ ἀδύνατον. ἀλλ’ ἐρεῖ ἴσως πρὸς ἡμᾶς τοὺς τὰ τοιαῦτα ἀποροῦντας ὁ φιλόσοφος ὅτι δυνατὸν τὰς διαφορὰς καὶ οὐσίας ὑπάρχειν καὶ μὴ εἶναι οὐσίας· οὐσίας μὲν γὰρ λέγομεν ταύτας, διότι ἁπλαῖ οὐσίαι εἰσίν, οὐκ οὐσίαι δέ, διότι οὐκ εἰσὶν σύνθετοι, περὶ ὧν ἡ παροῦσα πραγματεία ζητεῖ. ὅθεν καὶ αὐτὸς δεδιὼς μή τις ὑπολάβοι τὰς διαφορὰς συμβεβηκότα ὑπάρχειν, προαναστέλλει τὴν κατ’ αὐτοῦ φερομένην ἀπορίαν, δεικνὺς ὡς αἱ διαφοραὶ οὐκ εἰσι συμβεβηκότα, ἀλλ’ οὐσίαι, διὰ τὸ δεῖξαι ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσίν. Μετὰ γοῦν τὸ πρῶτον ἴδιον ἐπὶ τὸ δεύτερον ἴδιον τῆς οὐσίας μεταβαίνει λοιπὸν ὁ φιλόσοφος, τοῦτ’ ἔστι τὸ συνωνύμως κατηγορεῖσθαι. ὅθεν ζητητέον εἰ ὅλως ἴδιόν ἐστι τοῦτο. λέγω τοίνυν ὅτι οὐκ ἔστιν ἴδιον, ἐπειδὴ ἐκπέφευγε τὰ προσόντα τῷ ἰδίῳ· πρόσεστι γὰρ τῷ ἰδίῳ, ὡς πολλάκις εἰρήκαμεν, τὸ παντὶ ὑπάρχειν καὶ μόνῳ. τούτῳ 〈δ’〉 οὐ πρόσεστι ταῦτα· οὔτε γὰρ πάσῃ οὐσίᾳ ὑπάρχει τὸ συνωνύμως κατηγορεῖσθαι οὔτε μὴν μόνῃ. ὅτι μὲν οὖν πάσῃ οὐχ ὑπάρχει, δῆλον ἐντεῦθεν· εἰ γὰρ τὰς ἀτόμους καὶ πρώτας οὐσίας οὔ φαμεν κατηγορεῖσθαι τὴν ἀρχήν, πῶς ἂν συνωνύμως κατηγορεῖσθαι ταῦτά φαμεν, ὅπου γε μηδὲ κατηγοροῦνται τὸ σύνολον, ὡς εἰρήκαμεν; οὔτε δὲ μόνῃ ὑπάρχει, διότι καὶ ἐν συμβεβηκόσι ἐστὶ τὸ συνωνύμως κατηγορεῖσθαι. ἔτι μέντοι γε καὶ ταῖς διαφοραῖς ὑπάρχει τὸ συνωνύμως κατηγορεῖσθαι. εἰ δὲ καὶ ταῖς διαφοραῖς καὶ τοῖς συμβεβηκόσι, δῆλον ὅτι οὐκ ἔστι ἴδιον τῆς οὐσίας. ἀλλ’ ἐντεῦθεν ἑτέρα τις ἡμῖν ἀνακύπτει ἀπορία, ὅτι πῶς λέγεται συνωνύμως ἡ διαφορὰ κατηγορεῖσθαι ὑπὸ τοῦ φιλοσόφου, δεδειγμένου αὐτῷ ὅτι οὐ κατηγοροῦνται2 τῶν εἰδῶν, ὅτε ἐλέγομεν μὴ δύνασθαι τὴν λογικότητα κατηγορηθῆναι τοῦ ἀνθρώπου. πρὸς ταύτην τὴν ἀπορίαν φαμὲν ὅτι τὸ συνώνυμον διττόν, ὡς ἐν τῇ ἀρχῇ μεμαθήκαμεν· ἢ τὸ μεταδιδοῦν ὀνόματος καὶ λόγου ἢ τὸ συμβαλλόμενον πρὸς τὸ εἶναι, τοῦτ’ ἔστι τὸ ἀναπληροῦν τὴν οὐσίαν τινός. οὕτω καὶ τὴν ψυχὴν τοῦ ἐμψύχου κατηγορεῖσθαι συνωνύμως φαμέν. ἆρα μὴ διότι τοῦ αὐτοῦ ὀνόματος μετέχει καὶ τοῦ λόγου;3 οὐδαμῶς· οὔτε γὰρ τὸ ἔμψυχον ψυχὴν ἂν καλέσαιμέν ποτε, ἀλλ’ οὐδὲ μὴν τὸν ὁρισμὸν τῆς ψυχῆς ἐπιδέξαιτο. ἀλλὰ τούτου χάριν τὴν ψυχὴν τοῦ ἐμψύχου συνωνύμως κατηγορεῖσθαί φαμεν, ὅτι συμβάλλεται τῷ ἐμψύχῳ πρὸς τὸ εἶναι καὶ ἀναπληροῖ τούτου τὴν οὐσίαν· ψυχῆς γὰρ μὴ οὔσης, πῶς ἂν ἔμψυχον εἶναί φαμεν; κατὰ τοῦτο τοίνυν τὸ σημαινόμενον καὶ τὰς διαφορὰς συνωνύμως κατηγορεῖσθαί φαμεν, οὐχ ὅτι μεταδιδόασιν ὀνόματος καὶ λόγου, ἀλλ’ ὅτι συμβάλλονται πρὸς τὸ εἶναι καὶ τὴν οὐσίαν ἀναπληροῦσιν τοῦ ὑποκειμένου. Μετὰ ταῦτα λοιπὸν ἐπὶ τρίτον ἴδιον μεταβαίνει τῆς οὐσίας ὁ φιλόσοφος καί φησιν ὅτι ἴδιόν ἐστιν τῆς οὐσίας τὸ τόδε τι σημαίνειν· τὸ μὲν γὰρ τόδε ἐπὶ μερικοῦ εἴληφεν, τὸ δὲ τί ἐπὶ πάσης οὐσίας· ἴσμεν γὰρ ὅτι τὸ τί οὐσίας ἐστὶν πρόσρημα καὶ ὅτι πάντα τὰ οὐσιωδῶς κατηγορούμενα ἐν τῷ τί ἐστι κατηγορεῖται.
“但这并非实体的固有属性,种差同样也属于不在载体之中的事物;因为有足的和两足的固然就人作为载体而被述说,却不在载体之中。” 哲学家向我们给出了实体的固有属性并指明了它是如何适合于每一个实体的,随后他并不满足于它属于每一个实体(因为固有属性并不单单具备这一点,而是要求不仅属于全部,而且只属于它是其固有属性的那唯一者);相反,通过眼前的内容,他探究这是否仅属于实体,我指的正是“不在载体之中”;因为从这一点比起从属于全部而言,他更能刻画出固有属性的特征。因此在这里他说,不在载体之中并非实体的固有属性,因为它也适合于种差;因为种差同样也不在载体之中。然而由此立刻生出一个难题,质问道:亚里士多德啊,你这是什么意思?难道你认为种差不是实体吗?因为你说不在载体之中作为固有属性并非仅属于实体,而是也属于种差,这显然是把种差当作不是实体;那么简而言之,种差要么是实体,要么不是实体。如果它们恰好是实体,这种对立区分又有何必要?而如果它们不是实体,既然我们看到这样的种差是实体的组成部分,实体就将成为不是由实体而是由偶性组合而成的,而这是不可能的。然而哲学家或许会对我们这些提出如此难题的人说:种差既可能是实体,也可能不是实体;因为我们称它们为实体,乃因它们是单一的实体;而称它们不是实体,乃因它们不是复合的实体(而眼下的著作探究的正是复合实体)。因此,他自己也唯恐有人以为种差是偶性,便预先排除了针对他而来的难题,通过指明实体的部分即是实体,以此表明种差不是偶性,而是实体。总之,在第一项固有属性之后,哲学家接下来过渡到实体的第二项固有属性,即同名地被述说。因此必须探究这究竟是否是固有属性。所以我说它不是固有属性,因为它逃逸了属于固有属性的特征;因为正如我们屡次所说,属于固有属性的特征在于属于全部且仅属于它。然而对于这一项而言,并不具有这些特征;因为同名地被述说既不属于每一个实体,也绝非仅属于实体。它并不属于全部实体,由此便显而易见:因为如果我们说不可分且第一的实体根本不被述说,那么正如我们所说,既然它们根本就不被述说,我们又怎能说它们同名地被述说呢?它也并非仅属于实体,因为同名地被述说同样存在于偶性之中。此外,同名地被述说确实也属于种差。既然它既属于种差又属于偶性,显然它就不是实体的固有属性。然而由此又为我们生出另一个难题:当哲学家先前已经指明种差不被述说于种(就在我们曾说有理性不能被述说于人时),哲学家又怎么能说种差是同名地被述说的呢?针对这一难题,我们说,正如我们在开篇所学到的,“同名”具有两重含义:要么是赋予名称和定义的,要么是促成存在、即充实某物之实体的。以此方式,我们也说灵魂同名地被述说于有灵魂者。难道这是因为它分有了同样的名称和定义吗?绝非如此;因为我们决不会把有灵魂者称为灵魂,它也决不会接受灵魂的定义。相反,我们之所以说灵魂同名地被述说于有灵魂者,乃是因为它促成有灵魂者的存在,并充实其实体;因为若没有灵魂,我们又怎能说有有灵魂者存在呢?因此,按照这一含义,我们也说种差是同名地被述说的,不是因为它们赋予名称和定义,而是因为它们促成存在,并充实载体的实体。在此之后,哲学家接下来过渡到实体的第三项固有属性,并说表示“这个某物”是实体的固有属性;因为他把“这个”用于个别事物,而把“某物”用于一切实体;因为我们知道,“某物”是实体的称谓,并且一切在实体上被述说的事物,都是在“它是什么”中被述说的。
- 13.2συνελόντα φάναι
限定性/绝对不定式结构,意为“简而言之”或“扼要地说”。分词 συνελόντα 与不定式结构中泛指的宾格主语一致。
- 13.2δεδειγμένου αὐτῷ ὅτι οὐ κατηγοροῦνται
属格绝对结构,其中完成时被动分词 δεδειγμένου 作中性单数无人称使用,其后接的 ὅτι 从句充当实质主语内容。αὐτῷ 为施动者与格(意为“在已被他证明……的情况下”)。
- 13.2ἆρα μὴ διότι τοῦ αὐτοῦ ὀνόματος μετέχει καὶ τοῦ λόγου;
语气小词组合 ἆρα μή 引导一个预期得到否定回答的直接疑问句(“难道是因为……吗?”)。紧接着的 οὐδαμῶς(“绝非如此”)呼应了这一预期。
