- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:64.9-65.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗从“接近性”与“类比”两个方面阐释了亚里士多德关于种比属更是实体的论证,并提出并解决了有关实体的程度、第二实体名称的共享以及与偶性之区分的三大疑难。
" Τῶν δὲ δευτέρων οὐσιῶν μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους· 〈ἔγγιον γὰρ τῆς πρώτης οὐσίας〉 ἐστίν· ἐὰν γὰρ ἀποδιδῷ τις τὴν πρώτην οὐσίαν τί ἐστιν, γνωριμώτερον καὶ οἰκειότερον ἀποδίδωσι τὸ εἶδος ἤπερ τὸ γένος." Πανταχόθεν ἐπαινέσας τὴν πρώτην οὐσίαν ὁ Ἀριστοτέλης καὶ τὴν αἰτίαν τῶν ἐπαίνων ἀποδούς, μετέρχεται λοιπὸν ἐπὶ τὰς δευτέρας οὐσίας καὶ τὸ φαινόμενον μὲν τῇ ἀληθείᾳ ἀκμὴν ἔχεται1 τῶν ἐπαίνων τῆς ἀτόμου καὶ πρώτης οὐσίας· ἐν γὰρ ταῖς δευτέραις οὐσίαις τὸ εἶδος τοῦ γένους μᾶλλον οὐσίαν καλεῖ, διότι ἐγγύτερόν ἐστι τῆς πρώτης οὐσίας. εἰ οὖν τοῦτο ἀληθές, πῶς οὐ τῶν μεγίστων ἐπαίνων ἀξιωθήσεται; κατασκευάζει τοίνυν ἐκ δύο ἐπιχειρημάτων ὅτι μᾶλλον τὸ εἶδος οὐσία ἤπερ τὸ γένος, ἐκ τῆς ἐγγύτητος καὶ τῆς ἀναλογίας. καὶ ἐκ μὲν τῆς ἐγγύτητος οὕτως· τὸ μᾶλλον πλησιάζον τῇ ἀτόμῳ οὐσίᾳ μᾶλλον οὐσία ἐστί· τὸ δὲ εἶδος μᾶλλον τοῖς ἀτόμοις πλησιάζει τοῦ γένους· τὸ εἶδος ἄρα μᾶλλον οὐσία ἐστίν. ὅτι δὲ πλησιέστερόν ἐστι τοῦ γένους, δῆλον ἐντεῦθεν· ἐὰν γὰρ βουληθῶμεν εἰδέναι τί ἐστιν ἡ ἄτομος καὶ πρώτη οὐσία καὶ ἀποδῶμεν ὅτι ἄνθρωπος, οἰκειότερον καὶ προσεχέστερον ἀποδώσομεν, ἤπερ ἐὰν εἴπωμεν ζῷον. ἐκ δὲ τῆς ἀναλογίας ὅτι ᾧ δἂν ἐν ταῖς δευτέραις οὐσίαις αἴτιον ὑπῆρχεν τῶν τοσούτων ἐπαίνων τῆς ἀτόμου οὐσίας, ἐκεῖνο μᾶλλον οὐσία ἐστί·2 λέγω δὴ τοσούτων ἐπαίνων αἴτιον τὸ πᾶσιν ὑποκεῖσθαι· εἰ οὖν τὸ εἶδος πᾶσιν ὑπόκειται, τοῖς μὲν συμβεβηκόσιν ἵνα ὑποστῶσιν, τοῖς δὲ γένεσιν ἵνα κατηγορηθῶσιν, δῆλον ὅτι μᾶλλον οὐσία ἐστίν. ὅτι δὲ τὸ γένος ὑπόκειται τοῖς συμβεβηκόσι πρὸς ὑπόστασιν, οὐκ ἔτι δὲ καὶ ἄλλοις τισὶ πρὸς κατηγορίαν, πρόδηλόν ἐστι. εἰκότως οὖν ἔκ τε τῆς ἐγγύτητος καὶ τῆς ἀναλογίας τὴν τοιαύτην προσηγορίαν τὸ εἶδος μᾶλλον ἀπείληφεν ἤπερ τὸ γένος, διότι τὸ ἴδιον τῆς πρώτης οὐσίας ἐν τούτῳ μᾶλλόν ἐστιν, ἤπερ ἐν τῷ γένει, φημὶ δὴ τὸ εἶναι μᾶλλον οὐσίαν τὸ εἶδος ἤπερ τὸ γένος. Ἀλλ’ ἐντεῦθεν τρεῖς ἡμῖν ἀνακύπτουσιν ἀπορίαι, ὧν ἡ πρώτη τοῦτον ἔχει τὸν τρόπον· πῶς αὐτὸς ὁ φιλόσοφός φησιν μετ’ ὀλίγον ὅτι οὐκ ἐπιδέχεται ἡ οὐσία τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐνταῦθα τοῦτο ἀποφαινόμενος τῷ μᾶλλον εἶναι οὐσίαν τὸ εἶδος ἤπερ τὸ γένος. πρὸς ταύτην τὴν ἀπορίαν φαμὲν ὅτι καὶ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ οὐκ ἐπιδέχεται· εἰ μὲν γὰρ μία καὶ μόνη οὐσία πρὸς ἑαυτὴν παραληφθείη, οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον ἄνθρωπος· οὐ γὰρ μᾶλλον οὐσία ἐστὶ ἢ ἧττον, καθάπερ τὸ λευκὸν ἐπίτασιν δέχεται καὶ ἄνεσιν. εἰ δὲ δύο οὐσίαι πρὸς ἑαυτὰς συγκριθῶσι, τότε λέγεται οὐσία τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι· οἷον ἐὰν ὑπάρχωσι δύο οὐσίαι, οἷον 〈ὁ〉 ἄνθρωπος καὶ τὸ ζῷον, μᾶλλον οὐσίαν λέγω εἶναι τὸν ἄνθρωπον ἤπερ τὸ ζῷον. δευτέρα ἀπορία· εἰ τὰ εἴδη τῶν γενῶν μᾶλλον οὐσίαι ἐστί, τίνος χάριν μὴ τὰ εἴδη μὲν δευτέρας οὐσίας ἐκάλεσεν, τὰ δὲ γένη τρίτας οὐσίας; πρὸς ταύτην πάλιν φαμὲν τὴν ἀπορίαν ὅτι ὁ φιλόσοφος πρὸς τὴν αἰτίαν τούτων ἀποβλέψας τὴν κοινήν, τοῦτ’ ἔστι τὸ κατηγορεῖσθαι, μιᾶς ἠξίωσε ταῦτα προσηγορίας· κοινὴν γὰρ αἰτίαν ἔχουσι τὸ κοινῶς κατηγορεῖσθαι κατὰ τῆς πρώτης οὐσίας. πρὸς τοῦτο ἀποβλέψας ἀμφοτέρας δευτέρας ἐκάλεσεν, οὐ πρὸς τὸ τὴν μὲν μᾶλλον οὐσίαν εἶναι τὴν δὲ ἧττον. ἀλλ’ ἐκ ταύτης τῆς ἐπιλύσεως τρίτη τις ἡμῖν ἀναφαίνεται ἀπορία, ἡ λέγουσα ὅτι εἰ καὶ τὰ εἴδη καὶ τὰ γένη διὰ τὴν κοινὴν αἰτίαν, τοῦτ’ ἔστι διὰ τὸ συμβάλλεσθαι τούτοις τὰς πρώτας οὐσίας, δεύτεραι οὐσίαι ἐκλήθησαν, τίνος χάριν μὴ καὶ τὰ συμβεβηκότα; οὐδὲν γὰρ ἧττον καὶ τοῖς συμβεβηκόσιν ἡ πρώτη οὐσία συμβάλλεται. [μὴ δεύτεραι οὐσίαι ἐκλήθησαν, ἤγουν αἱ δεύτεραι οὐσίαι συμβεβηκότα]. πρὸς τούτους φαμὲν ὅτι εἰ καὶ ὁμοίως πᾶσιν ἡ πρώτη οὐσία συμβάλλεται, ἀλλ’ οὐχ ὁμοίως ἔχει πρὸς πάντα τὴν σχέσιν οὐδὲ ὁμοίως ὑπὸ πάντων δηλοῦται· ἀμέλει εἰ βουληθείην δηλῶσαι τὴν ἄτομον οὐσίαν, οἰκειότερον ἀποδίδωμι λέγων τὸ εἶδος ἢ τὸ γένος ἤπερ ἓν τῶν συμβεβηκότων. εἰκότως οὖν τὰ προσεχῆ σημασίαν ἔχοντα καὶ οἰκειότερον δηλοῦντα τὴν πρώτην οὐσίαν δεύτεραι οὐσίαι ἐκλήθησαν. καὶ ἄλλως· τὰ ἔχοντα τὸ ἴδιον τῆς πρώτης οὐσίας εἰκότως οὐσίαι καλοῦνται· τὰ γὰρ γένη καὶ τὰ εἴδη ὑπόκειται τοῖς συμβεβηκόσι, τὰ δὲ συμβεβηκότα οὐχ ὑπόκειται οὔτε τοῖς εἴδεσιν οὔτε τοῖς γένεσιν.
“在第二实体中,种比属更是实体;〈因为种更接近于第一实体〉;因为若有人说明第一实体是什么,他给出种要比给出属更易认识和更为切近。” 亚里士多德在从各方面赞美了第一实体并说明了赞美的原因之后,接下来转向第二实体;然而从表象上看虽然如此,在真理上他仍旧执着于对个体及第一实体的赞美。因为在第二实体中,他之所以称种比属更是实体,乃是因为种更接近于第一实体。那么,如果这是真的,它怎能不配受极大的赞美呢?因此,他从两个论据来论证种比属更是实体:从接近性和从类比。从接近性得出的论述如下:更接近个体实体的事物更是实体;但种比属更接近个体;因此种更是实体。而种比属更接近,从以下情况显而易见:因为如果我们想知道个体及第一实体是什么,并回答说是“人”,我们就要比说“动物”回答得更为切近和更为直接。从类比得出的论述则是:在第二实体中,无论哪一个具有个体实体受到如此巨大赞美的原因,那一个就更是实体;我所谓如此巨大赞美的原因,乃是指为万物作载体;因此,如果种为万物作载体——为偶性作载体以便偶性得以持存,为属作载体以便属得以被述说——那么显而易见它更是实体。而属在持存上为偶性作载体,却不再为任何其他事物在述说上作载体,这也是显而易见的。因此,无论从接近性还是从类比来看,种都理所当然地比属更多地获得了这样的称谓,因为第一实体的固有属性存在于它之中的程度高于存在于属之中,我指的正是种比属更是实体这一事实。但由此向我们显现出三个疑难,其中第一个如下:这位哲学家自己不久之后就说实体不接受“较多”与“较少”,为何在这里却通过宣称种比属更是实体而作出了这个断言?对此疑难我们说,实体既接受“较多”与“较少”,又不接受“较多”与“较少”。因为如果考察一个单一且孤立的实体自身,它并不接受“较多”与“较少”,例如人;因为他并不更是实体或更少是实体,就像白色接受增强与减弱那样。但如果两个实体相互比较,那时实体就被称为接受“较多”与“较少”;例如,若存在两个实体,如人和动物,我说人比动物更是实体。第二个疑难:如果种比属更是实体,为何他不把种称为第二实体,而把属称为第三实体呢?对这个疑难我们再次说,哲学家着眼于它们共同的原因,即被述说,因而赋予了它们单一的称谓;因为它们具有共同被述说于第一实体这一共同原因。着眼于此,他把二者都称为第二实体,而不是着眼于一方更是实体而另一方更少是实体。但是从这个解答中向我们显现出第三个疑难,即:如果种和属都是因为这一共同原因——即第一实体有助于它们——而被称作第二实体,那么偶性又为何没有被这样称呼呢?因为第一实体对偶性的贡献也毫不逊色。对这些人我们说,即使第一实体平等地有助于一切,但它对一切的关系并不相同,也不是被一切同样地表明的;确实,如果我想表明个体的实体,我说出种或属,要比说出偶性中的某一个更为切近。因此,那些具有直接意义且更为切近地表明第一实体的事物,理所当然地被称为第二实体。从另一个角度说:具有第一实体固有属性的事物理所当然地被称为实体;因为属和种为偶性作载体,而偶性既不为种作载体,也不为属作载体。
- 12.3τὸ φαινόμενον μὲν τῇ ἀληθείᾳ ἀκμὴν ἔχεται
τὸ φαινόμενον 用作副词性宾格(“表象上”),与后续作方式或限定与格的 τῇ ἀληθείᾳ(“在真理上、实际上”)形成对比(代替了常规的 μέν...δέ 结构)。中动动词 ἔχεται 支配属格 τῶν ἐπαίνων,意为“执着于”或“从事于”。
- 12.3ᾧ δἂν ἐν ταῖς δευτέραις οὐσίαις αἴτιον ὑπῆρχεν τῶν τοσούτων ἐπαίνων τῆς ἀτόμου οὐσίας, ἐκεῖνο μᾶλλον οὐσία ἐστί
与格关系代词 ᾧ(δἂν 为 δὴ ἄν 的缩合形式)在关系从句中作动词 ὑπῆρχεν 的领属与格补足语,其先行词为主句的主格指示代词 ἐκεῖνο。句子的骨干结构为:“在第二实体中,那拥有[对个体实体的如此多赞美的原因]者,那一个(ἐκεῖνο)就更是实体”。
