- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:63.26-64.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《范畴篇》2a19及2a35的评注。奥林匹奥多罗阐明2a19是作为承接前文的推论而非定理或前提被提出的,随后针对2a35解释了亚里士多德为何特意选用较远的属(动物述说于人)而非直接的种来举例说明普遍者对个别者的述说。
" Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων1 ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον κατηγορεῖσθαι τοῦ ὑποκειμένου." Ἡμεῖς μὲν ἐν τῇ θεωρίᾳ παραδεδώκαμεν ὡς δυνατὸν τριχῶς τὸ προκείμενον ἀκούεσθαι καὶ ὡς θεώρημα καὶ ὡς λῆμμα καὶ ὡς πόρισμα. ὁ δὲ φιλόσοφος ἔοικε διαλαμβάνειν περὶ αὐτοῦ ὥσπερ πορίσματος· τὸ γὰρ φανερὸν ἐκ τῶν εἰρημένων τὸ πόρισμα σημαίνει, εἴ γε οὐδὲν ἕτερόν ἐστι τὸ πόρισμα ἢ κέρδος ἐκ τῶν φθασάντων ἀναφαινόμενον.
“从已说的事情中显而易见,对于被述说于载体的事物而言,其名称与其定义都必然被述说于载体。” 我们曾在总论中说明,摆在我们面前的命题可以有三种理解方式:即作为定理、作为前提以及作为推论。但这位哲学家似乎是将它当作推论来论述的;因为“从已说的事情中显而易见”正意味着推论,既然推论不是别的,正是从前述事物中显现出来的收获。
"Τοῦτο δὲ φανερὸν ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένων, οἷον κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον κατηγορεῖται." Βουλόμενος ὁ φιλόσοφος δεῖξαι ὡς τὰ καθόλου τῶν μερικῶν κατηγορεῖται, ἔστι δὲ καθόλου μὲν τὰ γένη καὶ τὰ εἴδη μερικὰ δὲ τὰ ἄτομα, οὐ κατηγόρησε τὸ εἶδος τῶν ἀτόμων, τὸ προσεχῶς καὶ φανερῶς τούτων κατηγορούμενον, ἀλλὰ τὸ γένος ὡς πόρρω ὑπάρχον· οὐδεὶς γὰρ ἂν περὶ τοῦ εἴδους ἀμφέβαλεν ὡς μὴ κατηγορούμενον2 τῶν ἀτόμων οὐσιῶν, ἐπειδὴ προσεχῶς, ὡς εἰρήκαμεν, ὑπῆρχεν, περὶ δὲ τοῦ γένους ἀμφιβολίαν ἴσως εἶχεν ἐν τοῖς πολλοῖς εἰ κατηγορεῖται τῶν ἀτόμων οὐσιῶν ἢ μὴ κατηγορεῖται. διὸ τὸ γένος ὁ φιλόσοφος τῶν ἀτόμων κατηγόρησε διὰ μιᾶς λέξεως τὸ πᾶσιν ἀμφίβολον διαλύων.
“这一点从手头取出的个别事例中也是显而易见的,例如动物被述说于人。” 哲学家想要表明普遍者被述说于个别者,而普遍者是属与种,个别者是个体,他并没有把直接且显然被述说于这些个体的种述说于个体,而是把作为较远者的属述说了出来。因为对于种,既然如我们所说它是直接存在的,绝不会有人产生怀疑,认为它不被述说于个别实体,但对于属,大众之中或许会有怀疑,它究竟是否被述说于个别实体。因此,哲学家把属述说于个体,通过一个简短的表述消除了众人皆有的疑虑。
- 12.1τῶν καθ’ ὑποκειμένου λεγομένων
句首的属格短语在此充当限制或定题属格(或整体属格),相对于不定式 κατηγορεῖσθαι 的宾格主语(καὶ τοὔνομα καὶ τὸν λόγον),意为“关于被述说于载体的事物/就……而言”。
- 12.2ὡς μὴ κατηγορούμενον
分词 κατηγορούμενον 与 ὡς 连用,在性与数上与前面的中性名词 τὸ εἶδος 一致,用以表达由动词 ἀμφέβαλεν 所引出的怀疑内容(“认为种不被述说”)。
