- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:65.29-67.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁说明由于实体是最高属而无法定义,因而以“不在载体之中”为其固有属性;为了纠正因第二实体“被述说于载体”而将其误认为“在载体之中”的看法,他提出了五条规则来证明第二实体绝不在载体之中。
εἰκότως ἄρα οὐσίαι λέγονται. Ἐν τούτοις ἡμᾶς ὁ φιλόσοφος προπαρασκευάσας ἐφάπτεται λοιπὸν ὡς εἰπεῖν αὐτῶν τῶν ἀγώνων, βουλόμενος ἡμῖν ἀποδοῦναι τί ἐστιν οὐσία. ἀλλ’ ἐπειδὴ γένος ἐστὶν αὕτη γενικώτατον, τῶν δὲ γενικωτάτων γενῶν, ὡς ἴσμεν, ὁρισμοὺς οὐκ ἔστιν ἀποδοῦναι, διότι πᾶς ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν, εἰκότως ὁρισμῷ οὐχ ὑποβάλλει τὴν φύσιν αὐτῆς, ἀλλ’ ἐξ ἰδίων αὐτὴν χαρακτηρίζει· τὸ γὰρ ἴδιον εἰκών ἐστιν ὡς εἰπεῖν ὁρισμοῦ. ἀποδίδωσιν οὖν ἴδιον τῆς οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ἐπειδὴ δὲ τὸ ἴδιον καὶ μόνῳ καὶ παντὶ βούλεται ἐφαρμόζειν, ζητήσωμεν ἐπὶ τοῦ παρόντος ἰδίου εἰ πρόσεστιν αὐτῷ ταῦτα. ἀλλ’ εἰ μὲν μόνῃ ἢ οὐ μόνῃ ἐφαρμόζει, ἑτέρᾳ θεωρίᾳ φυλάξωμεν· εἰ δὲ πάσῃ 〈καὶ〉 πῶς πάσῃ ἐφαρμόσει, ἐπὶ τῆς παρούσης θεωρίας ζητήσωμεν. λέγω τοίνυν ὅτι πάσαις ταῖς οὐσίαις ὑπάρχει, ὡς δηλώσομεν ἐκ διαιρέσεως τοῦτον ἐχούσης τὸν τρόπον· ἡ οὐσία ἢ πρώτη ἐστὶν ἢ δευτέρα. καὶ εἰ μὲν πρώτη, οὔτε καθ’ ὑποκειμένου ἐστὶν οὔτε ἐν ὑποκειμένῳ, ὡς ἐδίδαξεν ὁ φιλόσοφος. εἰ δὲ δευτέρα, καθ’ ὑποκειμένου μέν ἐστιν, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν. καὶ ἀμφότεραι αὗται κατὰ μὲν τὸ καθ’ ὑποκειμένου καὶ οὐ καθ’ ὑποκειμένου διαφέρουσι, τὸ δὲ οὐκ ἐν ὑποκειμένῳ κοινὸν ἐν ἀμφοτέραις ἀναφαίνεται. εἰ οὖν ηὑρέθη καὶ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ οὐσίᾳ τὸ οὐκ ἐν ὑποκειμένῳ, δῆλον ἄρα ὅτι ἐν πάσῃ τῇ οὐσίᾳ ἔστι τὸ οὐκ ἐν ὑποκειμένῳ καὶ πάσης ἴδιόν ἐστι. καὶ ὅτι μὲν αἱ πρῶται οὐσίαι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ, πρόδηλον πᾶσι καθέστηκεν. πολλοὶ δὲ τὰς δευτέρας οὐσίας ὑπολαμβάνουσιν εἶναι1 διὰ τὸ καθ’ ὑποκειμένου εἶναι αὐτάς, μηδὲν ἕτερον εἶναι νομίζοντες τὸ καθ’ ὑποκειμένου παρὰ τὸ ἐν ὑποκειμένῳ. ὅτι δὲ αἱ δεύτεραι οὐσίαι οὐκ εἰσὶν ἐν ὑποκειμένῳ ταῖς πρώταις οὐσίαις, δείξωμεν ἐκ πέντε κανόνων, ὧν ὁ πρῶτος τοιοῦτός ἐστιν· ὧν τὰ ἄτομα ἐν ὑποκειμένῳ,2 τούτων καὶ τὰ γένη καὶ τὰ εἴδη ἐν ὑποκειμένῳ, καὶ πάλιν ὧν τὰ γένη καὶ τὰ εἴδη ἐν ὑποκειμένῳ, τούτων καὶ τὰ ἄτομα. αἱ δὲ πρῶται οὐσίαι οὐκ ἐν ὑποκειμένῳ εἰσί· δῆλον ἄρα 〈ὅτι〉 οὐδὲ αἱ δεύτεραι ἐν ὑποκειμένῳ λέγονται, ἅτε δὴ εἴδη ὄντα καὶ γένη τῶν πρώτων οὐσιῶν. εἰ δὲ τὰ εἴδη καὶ τὰ γένη ἐν ὑποκειμένῳ εἰσίν, εὑρεθήσεται ἡ ἄτομος οὐσία καὶ πρώτη ἐν ὑποκειμένῳ, ὅπερ ἀδύνατον. δεύτερος κανών· οὐδὲν τῶν ἐν ὑποκειμένῳ ἐν τοῖς ἰδίοις ἀτόμοις ὡς ἐν ὑποκειμένῳ ἐστίν, οἷον οὐδέποτε τὸ χρῶμα ἐν σώματι λευκῷ ὡς ἐν ὑποκειμένῳ εὑρεθείη· εἰ δὲ τὰ γένη καὶ τὰ εἴδη ἐν ὑποκειμένῳ λέγεται, δῆλον ὅτι οὐκ εἰσὶν ἐν τοῖς ἰδίοις ἀτόμοις διὰ τὸν εἰρημένον κανόνα. εἰ δὲ μὴ ἐν τοῖς ἰδίοις ἀτόμοις εἰσί, δῆλον ὅτι ἐν συμβεβηκόσι ὑπολείπεται εἶναι τὰ γένη καὶ τὰ εἴδη. εἰ δὲ τοῦτο, στραφήσεται ἡ τάξις καὶ ἔσται τὰ μὲν συμβεβηκότα οὐκ ἐν ὑποκειμένῳ αἱ δὲ πρῶται οὐσίαι ἐν ὑποκειμένῳ,3 ὅπερ ἀδύνατον. τρίτος κανών· τὰ ἐν ὑποκειμένῳ ὡς ἄλλο ἐστὶν ἐν ἄλλῳ, τὰ δὲ καθ’ ὑποκειμένου ὡς ὅλον εἰς μέρη· οἷον ἐν ὑποκειμένῳ ἐστὶν τὸ λευκὸν ἐν σώματι, τοῦτ’ ἔστιν ἄλλο ἐν ἄλλῳ, καθ’ ὑποκειμένου δὲ ὡς ὅλον εἰς μέρη, οἷον ὡς λέγομεν τὰ γένη καὶ τὰ εἴδη τῶν ἀτόμων κατηγορεῖσθαι. εἰ οὖν αἱ δεύτεραι οὐσίαι ὡς ὅλον εἰς μέρη κατηγοροῦνται τῶν πρώτων οὐσιῶν καὶ οὐχ ὡς ἄλλο ἐν ἄλλῳ, δῆλον ὅτι καθ’ ὑποκειμένου καὶ οὐκ ἐν ὑποκειμένῳ εἰσίν. τέταρτος κανών· τὰ ἐν ὑποκειμένῳ οὐδέποτε συνωνύμως κατηγορεῖται, ἀλλ’ ἢ ὁμωνύμως ἢ ἑτερωνύμως ἢ παρωνύμως· ἀλλὰ μὴν αἱ δεύτεραι οὐσίαι τῶν πρώτων συνωνύμως κατηγοροῦνται· δῆλον 〈ἄρα〉 ὅτι οὐκ ἐν ὑποκειμένῳ εἰσίν. πέμπτος κανὼν καὶ τελευταῖος· τὰ ἐν ὑποκειμένῳ ἢ ἐνεργείᾳ ἐστὶν χωριστὰ ἢ τῇ ἐπινοίᾳ· ἐνεργείᾳ μὲν ὡς τὰ χωριστὰ λέγομεν συμβεβηκότα, 〈ἐπινοίᾳ δὲ ὡς τὰ ἀχώριστα συμβεβηκότα〉. εἰ οὖν αἱ δεύτεραι οὐσίαι μὴ δύνανται χωρισθῆναι τῶν πρώτων μήτε ἐνεργείᾳ μήτε ἐπινοίᾳ, δῆλον ὅτι οὔκ εἰσιν ἐν ὑποκειμένῳ, ὡς μηδὲ καθ’ ἕνα τρόπον χωριζόμεναι, ἀλλὰ μᾶλλον καθ’ ὑποκειμένου αἱ δεύτεραι οὐσίαι λέγοιντο ἂν δικαίως. τοῦτο πέρας τῆς προκειμένης θεωρίας εἰς ἐξέτασιν.
因此,它们理所当然地被称为实体。哲学家在这些问题上让我们作好准备之后,接下来可以说涉及了论辩本身,想要向我们说明什么是实体。但是,由于实体是最高属,而正如我们所知,对最高属不可能给出定义,因为一切定义都由属和种差构成,所以他理所当然地没有将它的本性置于定义之下,而是从固有属性来表征它;因为固有属性可以说就是定义的一幅画像。因此,他把不在载体之中作为实体的固有属性提出来。然而,既然固有属性要求既只适用于该事物,又适用于该事物的全体,那么就当下的固有属性而言,让我们探讨这些条件是否属于它。但是,它究竟是只适用于它还是不仅适用于它,让我们留待另一篇考察;至于它是否适用于全体,以及如何适用于全体,让我们在当下的考察中加以探讨。那么我说,它属于一切实体,正如我们将从具有如下形式的划分中所表明的那样:实体要么是第一的,要么是第二的。如果是第一的,它既不被述说于载体,也不在载体之中,正如哲学家所教导的那样。如果是第二的,它固然被述说于载体,但不在载体之中。这两者固然在被述说于载体与不被述说于载体上有所不同,但不在载体之中在两者中都显现为共同的。那么,如果在第一实体和第二实体中都发现了不在载体之中,显而易见,不在载体之中存在于一切实体之中,并且是一切实体的固有属性。而第一实体不在载体之中,对所有人来说已经是昭然若揭的。但许多人因为第二实体被述说于载体,便以为第二实体[也在载体之中],认为被述说于载体与在载体之中毫无二致。至于第二实体对于第一实体而言并不在载体之中,我们将通过五条规则来证明,其中第一条如下:凡是个体在载体之中的事物,其属和种也在载体之中;反之,凡是属和种在载体之中的事物,其个体也在载体之中。然而第一实体不在载体之中;显而易见,第二实体既然是第一实体的种和属,也不被称为在载体之中。如果种和属在载体之中,个体及第一实体就会被发现是在载体之中,而这是不可能的。第二条规则:在载体之中的事物,没有一个是作为在载体之中而存在于其自身的个体之中的;例如,颜色绝不会作为在载体之中而被发现存在于白色的物体之中。但是,如果属和种被称为在载体之中,由于前述规则,显而易见它们并不存在于自身的个体之中。如果它们不存在于自身的个体之中,显而易见,属和种所剩下的就只能是存在于偶性之中。如果这样,次序就会颠倒,偶性将不在载体之中,而第一实体倒会在载体之中,而这是不可能的。第三条规则:在载体之中的事物,犹如一物在另一物之中,而被述说于载体的事物,则犹如整体对部分;例如,在载体之中就像白色在身体之中,即一物在另一物之中,而被述说于载体则犹如整体对部分,例如我们说属和种被述说于个体。那么,如果第二实体被述说于第一实体是犹如整体对部分,而不是犹如一物在另一物之中,显而易见它们是被述说于载体,而不是在载体之中。第四条规则:在载体之中的事物绝不被同名地述说,而要么被同音异义地、要么被异名地、要么被派生名地述说;然而第二实体被同名地述说于第一实体;显而易见,它们不在载体之中。第五条也是最后一条规则:在载体之中的事物,要么在现实中是可分离的,要么在思维中是可分离的;在现实中,就像我们所说的可分离的偶性,而在思维中,就像不可分离的偶性。那么,如果第二实体无论在现实中还是在思维中都不能脱离第一实体而分离,显而易见它们就不在载体之中,因为它们连一种方式都不能被分离,反而第二实体理应被正当地称为是被述说于载体的。这就是提交审查的这一考察的终结。
- 12.3πολλοὶ δὲ τὰς δευτέρας οὐσίας ὑπολαμβάνουσιν εἶναι
不定词 εἶναι 的表语补足语(即 ἐν ὑποκειμένῳ)在语境中被省略。根据前文第一实体“不在载体之中(οὐκ εἰσὶν ἐν ὑποκειμένῳ)”以及后文“因为它们被述说于载体(διὰ τὸ καθʼ ὑποκειμένου εἶναι αὐτάς)”的对照,应补足理解为“以为第二实体[也在载体之中]”。
- 12.3ὧν τὰ ἄτομα ἐν ὑποκειμένῳ, τούτων καὶ τὰ γένη καὶ τὰ εἴδη ἐν ὑποκειμένῳ
关系代词属格 ὧν 是以 τούτων 为先行词的领属性属格,修饰 τὰ ἄτομα,构成条件性的统括关系从句:“凡是个体在载体之中的那些事物,其属和种也……”。动词 ἐστί 在从句和主句中均被省略。
- 12.3στραφήσεται ἡ τάξις καὶ ἔσται τὰ μὲν συμβεβηκότα οὐκ ἐν ὑποκειμένῳ αἱ δὲ πρῶται οὐσίαι ἐν ὑποκειμένῳ
归结从句中使用将来时(στραφήσεται, ἔσται),用以陈述从前提假设(属和种在偶性之中)必然引申出的荒谬后果(归谬法)。
