- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:62.18-63.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗探讨了普遍偶性是否存在于个别实体中的疑难,通过三个论证驳斥了这一说法,进而阐明亚里士多德的意图:普遍实体唯有通过个别者的中介才能接纳偶性。
Ἀλλὰ ἀπορία τις ἡμῖν ἐντεῦθεν ἀνακύπτει ἡ λέγουσα ὅτι εἰ πάντα ἐστὶν ἐν τῇ ἀτόμῳ οὐσίᾳ, καθὸ κατηγοροῦνται αὐτῆς, εὑρεθήσεται καὶ τὸ καθόλου συμβεβηκὸς ἐν τῇ μερικῇ οὐσίᾳ. ὃ ἐπιλυόμενοί τινες λέγουσιν ὅτι ναί· ἔστιν γὰρ τὸ καθόλου συμβεβηκὸς ἐν τῇ μερικῇ οὐσίᾳ· ἔχει γὰρ ἡ ψυχὴ τὴν καθόλου γνῶσιν καὶ οἶδεν τὸ καθόλου συμβεβηκός. ἀλλὰ πρὸς τοὺς τὰ τοιαῦτα λέγοντας ἡμεῖς φαμεν ὅτι ἡ ψυχὴ τὴν τοῦ καθόλου γνῶσιν ἔχει, οὐ μέντοι γε τὴν καθόλου γνῶσιν· τὴν τοῦ καθόλου μὲν γὰρ ἔχει γνῶσιν ὡς γιγνώσκουσα τὰ καθόλου, τὴν δὲ καθόλου γνῶσιν οὐκ ἔχει, ἐπεὶ ἐχρῆν μηδεμίαν ἄλλην γιγνώσκειν, εἰ μὴ τὴν ἔχουσαν καὶ μόνον.1 ὅτι δὲ τὸ καθόλου συμβεβηκὸς οὐκ ἔστιν ἐν τῇ μερικῇ οὐσίᾳ, δείξομεν ἐκ τριῶν τινων ἐπιχειρημάτων, ὧν τὸ πρῶτον τοιαύτην ἔχει τὴν ἀγωγήν· εἰ τὸ καθόλου συμβεβηκός, ὡς ὑμεῖς φατε, ἐν τῇ μερικῇ οὐσίᾳ ἐστίν, εὑρεθήσεται καὶ τὸ μερικὸν συμβεβηκὸς ἐπὶ τῇ καθόλου οὐσίᾳ, ἐπεὶ τίς ἡ αἰτία τῆς ἀποκληρώσεως τὸ αὐτὸ μὲν καθόλου συμβεβηκὸς εἶναι ἐν τῇ μερικῇ οὐσίᾳ, τὸ δὲ μερικὸν συμβεβηκὸς μὴ εἶναι ἐν τῇ καθόλου οὐσίᾳ; εἰ δέ ἐστι τὸ μερικὸν συμβεβηκὸς ἐν τῇ καθόλου οὐσίᾳ, ἔστι δὲ καὶ ἐν τῇ μερικῇ οὐσίᾳ, ἔσται ἓν πρᾶγμα κατὰ ἀριθμόν, οἷον τὸ λευκὸν ἢ τὸ μέλαν, ἐν δύο ὑποκειμένοις, ὅπερ ἀδύνατον. δεύτερον ἐπιχείρημα τοιαύτην ἔχον τὴν ἀγωγήν· εἰ τὸ μερικὸν συμβεβηκὸς ἐν τῇ καθόλου οὐσίᾳ ἐστίν, ἀλλὰ μὴν καὶ ἐν τῇ μερικῇ ἐστιν οὐσίᾳ, οὐδὲν ἧττον θεωρεῖται, εἰ τὰ αὐτὰ ἀλλήλοις ἐστίν, ἢ ἕτερα. ἀλλ’ εἰ μὲν ταὐτά, συνάγεται ἄτοπον· οὐδέποτε γὰρ οὔτε τὸ καθόλου καὶ τὸ μερικὸν ταὐτόν φαμεν εἶναι οὔτε δύο πράγματα κατὰ ἀριθμὸν ἓν δύναταί τις εἰπεῖν. λείπεται οὖν εἶναι αὐτὰ ἕτερα. εἰ δὲ ἕτερά ἐστιν τὸ καθόλου καὶ τὸ μερικόν, ἐπειδὴ ἁρμόζει τὸ καθόλου ὡς ἀσώματον τῇ μιᾷ τῶν πάντων 〈ἀρχῇ〉, εὑρεθήσεται τὰ ἁρμόζοντα τοῖς ἀσωμάτοις καὶ τὰ ἁρμόζοντα πᾶσιν τοῖς σώμασιν ἐμψύχοις τε καὶ ἀψύχοις ἐν Σωκράτει θεωρούμενα, ὅπερ ἐστὶν ἀδύνατον· δῆλον γὰρ ὅτι τὸ καθόλου συμβεβηκὸς ὡς ἀσώματον ὂν οὐκ ἐν Σωκράτει θεωρηθήσεται. τρίτον ἐπιχείρημα· ἐπειδὴ τὸ καθόλου συμβεβηκὸς ἐν τῇ μερικῇ οὐσίᾳ βούλεται εἶναι, ποῖον τοῦτο; τὸ πρὸ τῶν πολλῶν; τοῦτο γὰρ ἐν μόνῳ τῷ δημιουργῷ ἐστιν. εἰ δὲ τὸ ἐν τοῖς πολλοῖς, καὶ τοῦτο πάλιν ἄτοπον· ἐν γὰρ ταῖς ἡμετέραις ψυχαῖς, ὃ καὶ φανταζόμεθα. εἰ δὲ 〈τὸ〉 ἐπὶ τοῖς πολλοῖς, τοῦτο πᾶσι τοῖς πράγμασιν ἁρμόζει ὁμοίως· τὸ δὲ πᾶσιν ἁρμόζον καὶ μὴ ἑνί, πῶς δύναται Σωκράτης καὶ μόνος παραλαβεῖν; τί οὖν φαμεν; πῶς δήλων τούτων, ἀποδειξάντων ἡμῶν ὅτι2 ἀδύνατον τὸ καθόλου συμβεβηκὸς ἐν τῇ μερικῇ οὐσίᾳ ὑπάρχειν, ὁ Ἀριστοτέλης φησὶν ὅτι τὸ καθόλου συμβεβηκὸς ἐν τῇ μερικῇ οὐσίᾳ ἐστίν; πρὸς τοῦτό φαμεν ὅτι ἐπειδὴ ἠπίστατο 〈ὅτι〉 τὰ καθόλου ὡς μετεχόμενα ὑπὸ τῶν μερικῶν ἐπιδέχεται τὰ συμβεβηκότα, τούτου χάριν ἔφη ‘ἐπεὶ αὗται αἱ καθόλου οὐσίαι ἀσώματοι οὖσαι ὅσον ἐφ’ ἑαυταῖς, οὐκ ἂν ἐπιδέξαιντό ποτε συμβεβηκός, εἰ μὴ διὰ μέσων τῶν μερικῶν δηλονότι’. ὅθεν ὁ μὲν καθόλου κύκνος ὡς ἀσώματος ὢν αὐτὸς καθ’ ἑαυτόν, ὡς εἰρήκαμεν, οὐκ ἂν ἐπιδέξοιτο τὴν λευκότητα, ἀλλ’ ἐπειδὴ οἱ καθ’ ἕκαστα κύκνοι πάντες λευκοί εἰσι, διὰ τοῦτο καὶ τῷ καθόλου διὰ μέσων τῶν μερικῶν προσάπτομεν τὴν λευκότητα. τοῦτο πέρας τῆς προκειμένης ἡμῖν θεωρίας εἰς ἐξέτασιν.
然而,从这里向我们出现了一个疑难,声称:如果一切事物都在个别实体中,只要它们被述说于个别实体,普遍偶性也将被发现存在于个别实体中。为了解决这一点,有些人说正是如此:因为普遍偶性确实存在于个别实体中;因为灵魂拥有普遍知识并认识普遍偶性。但针对说这类话的人,我们说灵魂拥有“关于普遍者的知识”,却绝非拥有“普遍知识”;因为作为认识普遍者之物,它拥有关于普遍者的知识,但它并不拥有普遍知识,否则除了唯独拥有该知识者之外,本应没有任何其他〔灵魂〕有所认识。至于普遍偶性不在个别实体中,我们将通过三个论证来展示,其中第一个论证具有如下理路:如果普遍偶性如你们所说是存在于个别实体中,个别偶性也将被发现在普遍实体之上,既然将同一个普遍偶性定于个别实体中、而个别偶性不在普遍实体中,这种武断偏择的原因是什么?但如果个别偶性在普遍实体中,并且也在个别实体中,那么在数目上为一个的事物,例如白或黑,就将在两个载体中,这是不可能的。具有如下理路的第二个论证:如果个别偶性在普遍实体中,而且确实也在个别实体中,那么它们彼此是相同还是相异,同样需要考察。如果相同,则得出荒谬:因为我们绝不会说普遍者与个别者是相同的,也没有人能够说在数目上为二的事物是一。因此剩下的就是它们是相异的。如果普遍者与个别者是相异的,既然普遍者作为无形体者适合于万物的唯一[本原],适合于无形体者之物与适合于一切有灵魂和无灵魂的形体之物,就将被发现在苏格拉底中被观察到,这是不可能的;因为显而易见普遍偶性作为无形体者不会在苏格拉底中被观察到。第三个论证:既然普遍偶性被主张存在于个别实体中,这是哪一种普遍者?是多者之前的吗?因为这仅存在于造物主中。如果是多者之中的,这再次是荒谬的;因为这存在于我们的灵魂中,即我们所想象者。如果是后于多者的[随多者而起的],这同样适合于一切事物;而适合于一切事物且非仅适合于一者之物,苏格拉底,而且仅仅是他,如何能够领受?那么我们该说什么?既然这些是明白的,且在我们已经证明了普遍偶性不可能存在于个别实体中之后,亚里士多德怎么会说普遍偶性是在个别实体中呢?对此我们说,既然他深知普遍者作为被个别者所分有之物接纳偶性,因此他说:“既然这些普遍实体就其自身而言是无形体的,若非显然通过个别者的中介,绝不可能接纳偶性”。因此,普遍的天鹅就其自身作为无形体者而言,如我们所说,不会接纳白,但既然各个天鹅全都是白的,因此我们也通过个别者的中介将白归于普遍者。这是摆在我们面前供检验的探究的终结。
- 11.5ἐπεὶ ἐχρῆν μηδεμίαν ἄλλην γιγνώσκειν, εἰ μὴ τὴν ἔχουσαν καὶ μόνον
非人称动词未完成过去时 ἐχρῆν 带有与事实相反的虚拟语气色彩(“本应……[但实际上并非如此]”)。在 μηδεμίαν ἄλλην 之后承前省略了作为不定式 γιγνώσκειν 宾格主语的名词 ψυχήν,而 εἰ μὴ τὴν ἔχουσαν 则作为排除性条件从句(“除非是拥有该知识的[灵魂]”)。
- 11.5πῶς δήλων τούτων, ἀποδειξάντων ἡμῶν ὅτι
δήλων τούτων 是省略了分词 ὄντων 的属格独立结构(名词+谓语形容词),与接下来的 ἀποδειξάντων ἡμῶν(属格独立结构)并列。在疑问词 πῶς 的统辖下,它们构成了让步性或背景性的前提陈述:既然这些事实昭然若揭且我们已完成论证,主句中亚里士多德的说法又如何能够成立。
