← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§61.10-62.18

第一实体的述说模式与三种命题解释

奥林匹奥多罗将《范畴篇》2a19处的论述从定理、推论和预备引理三个角度加以解释,推导出述说的五种方式,并阐明第一实体如何作为中心载体支撑一切。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.5#1

" Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων ἀναγκαῖον καὶ τοὔνομα καὶ τὸν λόγον καὶ τὸ ἑξῆς." Πανταχόθεν ἐγκωμιάσας ὁ φιλόσοφος τὴν ἄτομον καὶ πρώτην οὐσίαν ἔκ τε τοῦ λέγεσθαι καὶ εἶναι καὶ νοεῖσθαι διὰ τριῶν λέξεων, τῆς τε κυριώτατα καὶ τῆς πρώτως καὶ μάλιστα, νῦν τὴν αἰτίαν ἀποδίδωσι τῶν τοσούτων ἐπαίνων καὶ κέχρηται λόγῳ δυναμένῳ τριχῶς ἀκούεσθαι, καὶ ὡς θεώρημα καὶ ὡς πόρισμα καὶ ὡς λῆμμα. ἀλλ’ ἐπειδὴ τῶν πραγμάτων τὰ μέν ἐστι καθ’ αὑτὰ τὰ δὲ ἐν σχέσει, καὶ εἰ μὲν καθ’ αὑτά, ποιεῖ τὸ θεώρημα, εἰ δὲ ἐν σχέσει, ἢ πρὸς τὰ φθάσαντα ἢ πρὸς τὰ μέλλοντα, καὶ εἰ μὲν πρὸς τὰ φθάσαντα, τὸ πόρισμα ποιεῖ οἷον κέρδος ἐκ τῶν φθασάντων ἀναφαινόμενον, εἰ δὲ πρὸς τὰ μέλλοντα τὸ λῆμμα ποιεῖ· ἀλλ’ ἐπειδὴ τὰ καθ’ αὑτὰ τῶν ἐν σχέσει πρῶτά εἰσιν, πρῶτον ὡς θεωρήματος ἀκουστέον τοῦ λόγου,1 εἶτα ἐπειδὴ πάλιν τὰ φθάσαντα τῶν μελλόντων πρῶτά ἐστι, δεύτερον ὡς πορίσματος ἀκουστέον, καὶ εἶθ’ οὕτως ὡς λήμματος. ὡς μὲν οὖν θεωρήματος οὕτως· πέντε τρόποι εἰσὶ κατηγοριῶν, ὡς δείξομεν ἐκ διαιρέσεως τοιαύτης· πάντα τὰ κατηγορούμενα ἢ κατὰ φύσιν ἐστὶν ἢ παρὰ φύσιν· κατὰ φύσιν μέν, ὅταν τὰ καθόλου τῶν μερικῶν κατηγορῶνται ἢ τὰ συμβεβηκότα τῶν οὐσιῶν, παρὰ φύσιν δὲ τὸ ἀνάπαλιν· ἐνδέχεται γὰρ καὶ τὰ μερικὰ τῶν καθόλου κατηγορεῖσθαι καὶ τῶν συμβεβηκότων τὴν οὐσίαν· τὰ μὲν μερικὰ τῶν καθόλου, ὡς ὅταν εἴπω ‘τὸ προσιὸν ζῷον ἄνθρωπός ἐστι’, τὴν δὲ οὐσίαν τῶν συμβεβηκότων, ὡς ὅταν εἴπω ‘λευκὸς ἄνθρωπός ἐστι’.2 τὰ μὲν οὖν κατηγορούμενα, ὡς εἰρήκαμεν, ἢ κατὰ φύσιν ἐστὶν ἢ παρὰ φύσιν, καὶ εἰ μὲν κατὰ φύσιν, ἢ καθ’ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ· καθ’ ὑποκειμένου μὲν ὡς τὰ καθόλου τῶν μερικῶν, ἐν ὑποκειμένῳ δὲ ὡς τὰ συμβεβηκότα τῶν οὐσιῶν. πάλιν τὸ ἐν ὑποκειμένῳ ὂν ἢ οὐ μεταδίδωσι τοῦ ὀνόματος καὶ ποιεῖ τὸ ἑτερώνυμον, ἢ μεταδίδωσι· καὶ εἰ μεταδίδωσιν, ἢ μέρος ἢ ὅλον· καὶ εἰ μέρος, ποιεῖ τὰ παρώνυμα, εἰ δὲ ὅλον, ποιεῖ τὰ ὁμώνυμα. ἐφάνησαν οὖν ἡμῖν ἐκ ταύτης τῆς διαιρέσεως πέντε τρόποι κατηγοριῶν, παρὰ φύσιν, καθ’ ὑποκειμένου, ὁμωνύμως, ἑτερωνύμως, παρωνύμως. οὕτω μὲν οὖν ὡς θεωρήματος ἐξακουστέον τοῦ λόγου. ὡς δὲ πορίσματος οὕτως· ἔλεγεν ὁ φιλόσοφος ὅτι τὰ καθ’ ὑποκειμένου πάντων μεταδίδωσι τοῖς ἰδίοις ὑποκειμένοις, ὅτε ἔλεγεν ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. εἰ δὲ πάντων μεταδίδωσι, δῆλον ὅτι καὶ ὀνόματος καὶ λόγου· τὰ δὲ ὀνόματος καὶ λόγου μεταδιδόντα3 συνωνύμως κατηγοροῦνται· τὰ ἄρα καθ’ ὑποκειμένου συνωνύμως κατηγοροῦνται. ὅσα τοίνυν μὴ συνωνύμως κατηγορεῖται, οὐκ ἔτι καθ’ ὑποκειμένου κατηγοροῦνται, ἀλλ’ ἢ ὁμωνύμως ἢ ἑτερωνύμως ἢ παρωνύμως ἢ παρὰ φύσιν. ἐδείξαμεν ἄρα καὶ ἐκ τούτων ὡς πέντε τρόποι ἀνεφάνησαν κατηγοριῶν. οὕτω μὲν οὖν καὶ ὡς πορίσματος ἀκουστέον τοῦ λόγου. ὡς δὲ λήμματος * * *. εἰκότως προέταξεν τὴν ἄτομον οὐσίαν· πέντε γὰρ ὄντων τρόπων κατηγοριῶν καὶ ὑπὸ δύο ἀναγομένων τῶνδε, καθ’ ὑποκειμένου καὶ οὐ καθ’ ὑποκειμένου, φαίνεται πᾶσιν ὑποκειμένη ἡ ἄτομος οὐσία, τοῖς τε καθ’ ὑποκειμένου, ἵνα κατηγορηθῶσιν, καὶ τοῖς ἐν ὑποκειμένῳ, ἵνα ὑποστῶσιν. καὶ ἔοικε τό τε καθ’ ὑποκειμένου καὶ τὸ ἐν ὑποκειμένῳ κύκλῳ τινί, αὕτη δὲ κέντρῳ κειμένῳ ἐν μέσῳ· πάντα γὰρ περὶ ταύτην κυκλοῦνται, τὰ μὲν ἵνα ὑποστῶσιν τὰ δὲ ἵνα κατηγορηθῶσιν.

“从上述诸事显而易见,对于就载体而被述说的事物而言,必然其名称与定义两者,等等。” 哲学家通过“最严格地”、“原初地”与“首要地”这三个用词,从被述说、存在以及被思想各个方面赞美了个别的即第一的实体之后,如今给出了如此高度赞扬的原因,并采用了一种能够以三种方式被领会的论述:作为定理、作为推论以及作为预备引理。但既然在诸事物中,有些是就其自身而言的,有些是在关系之中的,如果就其自身而言,它便构成定理;如果是在关系之中,则要么朝向已出现之事,要么朝向将临之事,如果朝向已出现之事,它便构成推论,如同从已出现之事中显露出的某种收获,如果朝向将临之事,它便构成预备引理。但是,既然就其自身而言者先于在关系之中者,就必须首先将这论述作为定理来领会;其次,又既然已出现者先于将临者,就必须第二步将它作为推论来领会,随后再如此作为预备引理来领会。作为定理,情况如下:述说有五种方式,正如我们将从如下划分中所展示的:一切被述说者要么合乎自然,要么违背自然;合乎自然,是指普遍者被述说于个别者之上,或偶性被述说于实体之上,而违背自然则是相反的情形;因为个别者被述说于普遍者之上以及实体被述说于偶性之上也是可能的:个别者被述说于普遍者之上,如同我说“正走近的动物是人”,而实体被述说于偶性之上,如同我说“白者是人”。因此,正如我们所说,被述说者要么合乎自然,要么违背自然;如果合乎自然,则要么就载体,要么在载体中:就载体,如普遍者对个别者,在载体中,如偶性对实体。再者,在载体中的事物,要么不分授其名称而构成异名者,要么分授其名称;如果分授,则要么部分分授,要么全部分授;如果是部分,便构成派生名者,如果是全部,便构成同音异义者。因此,从这一划分中向我们显出了五种述说方式:违背自然、就载体、同音异义地、异名地、派生名地。因此,论述当如此作为定理被领会。另一方面,作为推论,情况如下:这位哲学家曾说过,就载体而言的事物将其一切分授给各自的载体,当时他说,当一事物作为就载体而被述说于另一事物之上时,凡就述词所言说的,同样多者也将就载体被言说。如果它们分授一切,显而易见它们也分授名称与定义;而分授名称与定义的事物乃是同名同义地被述说;因此,就载体而言的事物是同名同义地被述说的。那么,凡非同名同义地被述说的事物,便不再是就载体而被述说,而是要么同音异义地,要么异名地,要么派生名地,要么违背自然地被述说。因此我们从这些方面也指明了显出五种述说方式。因此,论述也当如此作为推论被领会。另一方面,作为预备引理,* * *。他理所当然地把个别实体置于首位;因为述说的五种方式既然存在,并归属于“就载体”与“非就载体”这两者之下,个别实体便显出作为一切事物的载体而居于其下:对于“就载体”的事物而言,是为了使它们得以被述说,而对于“在载体中”的事物而言,是为了使它们得以存立。而“就载体”与“在载体中”犹如某种圆周,个别实体则如同置于中央的中心点;因为一切事物都围绕着它旋转,有些是为了得以存立,有些则是为了得以被述说。

语法注3 条
  1. 11.5ἀκουστέον τοῦ λόγου

    非人称动词性形容词 ἀκουστέον(“当听取/领会”)遵循动词 ἀκούω(“听、理解”)的支配要求,接属格补足语 τοῦ λόγου。该结构在下文中 ὡς πορίσματος ἀκουστέον 与 ὡς θεωρήματος ἐξακουστέον 处再次重复出现。

  2. 11.5λευκὸς ἄνθρωπός ἐστι

    违背自然的述说(παρὰ φύσιν)的例句。在此偶性(白色)处于主词位置,而实体(人)作为述词。虽然亚里士多德传统中常带中性定冠词作 τὸ λευκὸν ἄνθρωπός ἐστι,此处直接以阳性主格 λευκός 用作主词。

  3. 11.5τὰ δὲ ὀνόματος καὶ λόγου μεταδιδόντα

    由中性复数定冠词 τὰ 与现在分词 μεταδιδόντα 结合构成的名词化分词短语,作句子的主语。动词 μεταδίδωμι 依惯例接属格(ὀνόματος καὶ λόγου)以表示所分授的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:61.10-62.18