- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:59.28-61.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁解释了第一实体定义(2a11)中的赞美意图及其审慎保留,阐明何以选择“某个人”作为个别者的例证(2a13),说明第二实体定义(2a14)何以限定于“种”,并论证“第一”与“第二”并非实体的种差。
" Οὐσία δέ ἐστιν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν." Πανταχόθεν ὁ Ἀριστοτέλης τὴν ἄτομον οὐσίαν καὶ πρώτην ἐγκωμιάζει, ἐκ τοῦ λέγεσθαι καὶ τοῦ εἶναι καὶ τοῦ νοεῖσθαι, καὶ ἐκ μὲν τοῦ λέγεσθαι λέγων κυριώτατα, ὅτι κυρίως αὐτῇ πρόσεστι τὸ ὄνομα καὶ οὐ μεταφορικῶς, ἐκ δὲ τοῦ νοεῖσθαι λέγων καὶ πρώτως, ἐκ δὲ τοῦ εἶναι τῷ μάλιστα κεχρημένος, ὡς ἂν εἰ ἔλεγεν ὅτι1 οὐσία ἐστὶν ἡ κυρίως λεγομένη καὶ πρώτως νοουμένη καὶ μάλιστα οὖσα. ὅμως καὶ πανταχόθεν τὴν μερικὴν ἐπαινέσας οὐσίαν οὐκ ἠδυνήθη τελείαν ταύτῃ τὴν ψῆφον ἀποδοῦναι· περὶ γὰρ ταύτης φησὶν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἡ δὲ καθόλου οὐ μόνον κυριώτατα καὶ πρώτως καὶ μάλιστα λέγεται, ἀλλὰ καὶ ἔστιν.
“实体是最严格、最原初且首要而言的事物,它既不对任何载体被述说,也不在任何载体之中。” 亚里士多德从各个方面赞美了个别的即第一的实体:从被述说、存在以及被思想。从被述说,他说“最严格地”,因为这名称本义地而非借喻地属于它;从被思想,他说“且最原初地”;从存在,他使用了“首要地”,如同他是在说,实体是严格被述说的、原初被思想的且首要存在的。然而,尽管从各个方面赞扬了个别的实体,他仍未能给予它全票的赞同;因为关于这一实体,他说的是“最严格、最原初且首要而言的”,而普遍的[实体]不仅最严格、最原初且首要而言,而且实际存在。
"Οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος." Ἐνταῦθα ζητοῦμεν πῶς ὁ φιλόσοφος μερικῆς οὐσίας βουλόμενος παράδειγμα λαβεῖν, ὁ τὶς ἄνθρωπος εἶπεν, καὶ μὴ ἔφησεν Σωκράτης καὶ Πλάτων. φαμὲν οὖν ἡμεῖς ὅτι τοῦτο πεποίηκεν, ἵνα καὶ ἐν τοῖς μερικοῖς ἀναστρεφομένους ἡμᾶς τὰ κοινότερα παρασκευάσῃ καταδιώκειν· διὰ γὰρ τοῦ τὶς ἄνθρωπος καὶ καθολικωτέρῳ καὶ κοινοτέρῳ ὀνόματι ἐχρήσατο καὶ μερικὴν οὐσίαν ἐσήμανεν· τὸ γὰρ τίς, ὡς ἤδη πολλάκις εἰρήκαμεν, μερικόν ἐστιν πρόσρημα, τὸ δὲ ἄνθρωπος κοινὸν κατὰ πάντων φερόμενον τῶν μερικῶν. δῆλον οὖν ἐντεῦθεν ὡς ὁ τὶς ἄνθρωπος εἰπὼν καὶ κοινοτέρῳ ἐχρήσατο ὀνόματι καὶ τὸ μερικὸν οὐδὲν ἐζημίωσεν. ἢ οὖν διὰ ταύτην τὴν αἰτίαν προήγαγε τὸν λόγον, ἢ διότι περὶ τῶν κατηγοριῶν ὑπῆρχεν ὁ λόγος αὐτῷ, οὐκ ἐμνήσθη Σωκράτους ἢ Πλάτωνος, ἀλλ’ εἶπεν τὶς ἄνθρωπος, ὅπερ κοινότερόν ἐστιν, ὡς εἰρήκαμεν, ἤπερ ἴδιον τοῦ κατηγορουμένου,2 προσεγγίζει δὲ ταῖς κατηγορίαις μᾶλλον τὸ κοινῶς κατηγορεῖσθαι ἤπερ ἰδίως.
“例如某个人或某匹马。” 在此我们探究,这位哲学家想要举一个个别实体的例子,为何说了“某个人”,而没有说“苏格拉底”和“柏拉图”。于是我们说,他这样做是为了使我们在个别事物中活动时,也准备好去追求更共通的事物;因为通过“某个人”,他既使用了一个更具普遍性且更共通的名称,又指明了个别的实体;因为“某个”,正如我们已多次说过的,是个别的附加词,而“人”则是施加于所有个别事物之上的共通名称。因此由此显而易见,他说“某个人”,既使用了一个更共通的名称,又丝毫无损于个别者。因此,要么是因为这个缘由他推进了论述,要么是因为他的论述是关于范畴的,他才没有提及苏格拉底或柏拉图,而是说了“某个人”;正如我们所说,这与其说是被述说者的固有特征,不如说是更共通的,而共通地被述说比起固有地被述说,更接近范畴。
"Δεύτεραι δὲ οὐσίαι λέγονται, ἐν οἷς εἴδεσιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσιν.3" Εἰρηκὼς ὁ Ἀριστοτέλης ποίας πρώτας οὐσίας καλεῖ, μετέρχεται λοιπὸν ἐπὶ τὸ διδάξαι ποῖαι λέγονται εἶναι δεύτεραι οὐσίαι. δεύτεραι τοίνυν, φησίν, οὐσίαι εἰσίν, ἐν οἷς εἴδεσιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσιν. ὅρα δὲ πῶς τεχνικὸς ὢν καὶ ἀκριβὴς οὐκ εἶπεν ὅτι τὰ γένη καὶ τὰ εἴδη δεύτεραι οὐσίαι λέγονται· ἠπίστατο γὰρ ὅτι καὶ ἐν τοῖς συμβεβηκόσιν εἰσὶν γένη καὶ εἴδη, οἷον ἐπὶ τῷ ποιῷ συμβεβηκότι ὄντι ἐστὶ γένος μὲν τὸ χρῶμα εἶδος δὲ τὸ λευκόν. ἵνα οὖν μὴ ἐπὶ τὰ συμβεβηκότα τὸν νοῦν ἡμῶν ἐπαγάγῃ, διὰ τοῦτο εἶπεν δεύτεραι οὐσίαι λέγονται, ἐν οἷς εἴδεσιν αἱ πρῶται οὐσίαι ὑπάρχουσιν, τοῦτ’ ἔστι τὰ εἴδη τὰ κατηγορούμενα τῶν ἀτόμων οὐσιῶν. σκόπει δὲ πῶς οὐκ ἐκαρτέρησε πάλιν τελείαν ἀποδοῦναι τὴν ψῆφον κἀνταῦθα προστιθεὶς τὸ λεγόμεναι, πανταχοῦ τοὺς τοσούτους ἐπαίνους κολάζων.
“被称为第一实体的诸事物存在于其中的那些种,被称为第二实体。” 亚里士多德在说完了他把哪些称为第一实体之后,接下来便转入教授哪些被称为第二实体。他说:“被称为第一实体的诸事物存在于其中的那些种,便是第二实体。”且看他作为一个专业而严密的人,为何没有说各个属和各个种被称为第二实体;因为他知晓在偶性之中也同样有属和种,例如在作为偶性的性质中,颜色是属,白色是种。因此,为了不把我们的心思引向偶性,正因如此他才说“第一实体存在于其中的那些种被称为第二实体”,也就是被述说于个别实体之上的那些种。且看他在这里又如何不愿给予全票的赞同,在此处也添加了“被称为”,处处抑制着如此高度的赞辞。
"Δεύτεραι οὖν αὗται οὐσίαι λέγονται, οἷον ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον." Ἔστι καὶ ἑτέρως ἐπιχειρῆσαι ὅτι τὸ πρῶτον καὶ τὸ δεύτερον οὔκ εἰσι διαφοραὶ τῆς οὐσίας· ἡ γὰρ οὐσία ἔχουσα γένη καὶ εἴδη καὶ ἄτομα ἔχει τὸ πρῶτον καὶ τὸ δεύτερον. ἔχοντα δὲ καὶ τὰ συμβεβηκότα γένη καὶ εἴδη καὶ ἄτομα, εὑρεθήσεται ταῦτα4 ἔχοντα τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ ταῖς αὐταῖς διαφοραῖς διαιρούμενα. ἠκούσαμεν δὲ ἐν τοῖς ἀνωτέρω τοῦ φιλοσόφου λέγοντος ὡς τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραί εἰσι καὶ αἱ διαφοραί. δῆλον οὖν ἄρα ὅτι οὐκ ἔστι τὸ πρῶτον καὶ δεύτερον καὶ ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ συμβεβηκότι· εἰ γὰρ τοῦτο παραδεξώμεθα, ψευδὴς ὁ λόγος ἐστὶ τοῦ φιλοσόφου. δῆλον οὖν ἄρα ἐκ τούτων πάντων γέγονεν ὡς οὐκ εἰσὶ τὸ πρῶτον καὶ τὸ δεύτερον τῆς οὐσίας διαφοραί.
“因此这些被称为第二实体,例如人和动物。” 也可以从另一种方式来论证:“第一”和“第二”并不是实体的种差;因为实体拥有属、种和个别者,便拥有第一和第二。而既然偶性也拥有属、种和个别者,它们便同样会被发现拥有第一和第二,并且被相同的种差所划分。但我们在前文中听过这位哲学家说,对于异属且不相互从属的事物,其种差也是相异的。因此显然,“第一”和“第二”并不能既在实体中又在偶性中;因为如果我们承认了这一点,这位哲学家的论述便是虚妄的。因此,从所有这一切中显而易见:“第一”和“第二”并非实体的种差。
- 11.1ὡς ἂν εἰ ἔλεγεν ὅτι
由比况连词 ὡς ἄν 与由 εἰ 引导的过去直陈式(未完成过去时 ἔλεγεν)结合构成的常规反事实比况结构,意为“如同他是在说……”。
- 11.2ὅπερ κοινότερόν ἐστιν, ὡς εἰρήκαμεν, ἤπερ ἴδιον τοῦ κατηγορουμένου
在比较级 κοινότερον 之后紧接 ἤπερ,以此并列对比两个性质(κοινότερον 与 ἴδιον),意为“与其说是被述说者的固有特征,不如说是更共通的”。中性关系代词 ὅπερ 指代前文的表述“某个人”(τὶς ἄνθρωπος)。
- 11.3ἐν οἷς εἴδεσιν αἱ πρῶται οὐσίαι λεγόμεναι ὑπάρχουσιν
先行词吸引(incorporation)结构:先行词 εἴδεσιν 连同介词 ἐν 一同被吸收入关系代词 οἷς 所引导的关系从句中(“被称为第一实体的诸事物存在于其中的那些种”)。主句谓语 δεύτεραι οὐσίαι λέγονται 的主语在逻辑上隐含着 ταῦτα τὰ εἴδη。
- 11.4ἔχοντα δὲ καὶ τὰ συμβεβηκότα γένη καὶ εἴδη καὶ ἄτομα, εὑρεθήσεται ταῦτα
分词 ἔχοντα 为中性复数主格,与其从属的主语 τὰ συμβεβηκότα(在主句中由指示代词 ταῦτα 复指)相一致,充当表原因的状语从句分词(“既然偶性也拥有……”)。
