- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:55.20-57.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁解释了《范畴篇》第4章开头(1b25–2a4),阐明“不依任何结合”的含义(区分发音上的复合与意义上的复合)、十大范畴的轮廓描摹性定义,以及借助“真假所属”这一规准将单纯语词与命题(肯定与否定)区分开来的论证。
" Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποτὲ ἢ ποὺ ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν." Καλῶς προσέθηκεν ὁ φιλόσοφος τῶν κατὰ μηδεμίαν συμπλοκήν· πολλαὶ γάρ εἰσι συμπλοκαί, αἱ μὲν κατὰ φωνὴν αἱ δὲ κατὰ τὸ σημαινόμενον·1 κατὰ μὲν φωνὴν οἷον ζῷον λογικὸν θνητόν, κατὰ δὲ τὸ σημαινόμενον οἷον Σωκράτης τρέχει· ἰστέον γάρ, ὡς ἔφαμεν, ὅτι τὰ ταῖς λέξεσι σύνθετα γραμματικοῖς καὶ μόνοις ἐστίν, οἷον τὸ ζῷον λογικὸν θνητόν, τὸ Κόρακος πέτρα, τὸ Ἄρειος πάγος, τὰ δὲ τοῖς ἐνθυμήμασιν σύνθετα κατὰ συμπλοκὴν καὶ μόνον καλοῦσιν οἱ φιλόσοφοι, ἐπεὶ τούτοις τὴν ψῆφον ἀποδεδώκασι, ἐκεῖνα καλοῦντες ἁπλᾶ, εἰ καὶ ταῖς λέξεσι πεφύκασι σύνθετα.2 κατὰ μηδεμίαν τοίνυν συμπλοκὴν εἴρηκεν ὁ φιλόσοφος σημαινόμενον, ὅτι αἱ κατηγορίαι οὔτε ταῖς φωναῖς οὔτε τῷ σημαινομένῳ κατὰ συμπλοκὴν ὑπάρχουσι.
“在不依任何结合而言的事物中,每一个要么指称实体,要么指称量,要么指称质,要么指称关系,要么指称何时,要么指称何处,要么指称姿态,要么指称具有,要么指称能动,要么指称受动。” 哲学家恰当地加上了“不依任何结合”;因为结合有多种,有的依于发音,有的依于所指之物:依于发音的,例如“有理性的会死的动物”;依于所指之物的,例如“苏格拉底在跑”。因为正如我们所说,应当知晓,在措辞上复合的事物仅仅属于语法学家,例如“有理性的会死的动物”、“渡鸦之岩”、“阿雷奥帕古斯”,而唯独在思想上复合的事物,哲学家们才称之为依结合的,因为他们把裁决权归于这些[在思想上复合的事物],而把前者称为单纯的,即使它们在措辞上生来是复合的。因此,哲学家说“不依任何结合”,意指这些范畴无论在发音上还是在所指之物上都不依结合而存在。
"Ἔστι δὲ οὐσία μὲν ὡς τύπῳ εἰπεῖν οἷον ἄνθρωπος." Ἐνταῦθα ἡ σκιαγραφία τῶν κατηγοριῶν, ὡς ἐλέγομεν ἐν τῇ θεωρίᾳ πρὸ τῆς διδασκαλίας τῶν κατηγοριῶν, οἷον ὅτι σκιαγραφίαν τούτων ἀποδίδωσιν ὁ φιλόσοφος. ἰστέον οὖν ὅτι αὐτὸς μὲν διὰ παραδειγμάτων ταύτας ἐχαρακτήρισεν, ἡμεῖς δὲ τὰς ὑπογραφὰς αὐτῶν ἐν τοῖς προτελείοις τοῖς εἰσαγομένοις ἀποδεδώκαμεν. οὐδὲν δὲ ἄτοπον καὶ νῦν ταύτας εἰπεῖν. οὐσία τοίνυν ἐστὶν αὐθυπόστατον πρᾶγμα. μάθοις δὲ τὸ λεγόμενον ἐκ τοῦ ἐναντίου· συμβεβηκὸς γάρ ἐστι τὸ ἐν ὑποκειμένῳ τὸ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. εἰ δὲ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ, τοῦτ’ ἔστιν ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, δῆλον ὅτι αὐθυπόστατός ἐστιν ἡ οὐσία ἑτέρου μὴ δεομένη πρὸς ὕπαρξιν. ποσὸν δέ ἐστι τὸ καταμετρούμενον, οἷον δίπηχυ, τρίπηχυ. ποιὸν τὸ παρωνύμως κατηγορούμενον, οἷον λευκόν, γραμματικόν. πρός τι δὲ τὸ ἐν σχέσει θεωρούμενον, ὡς πατήρ, υἱός. ποῦ δέ ἐστιν οὐσία ἐν τόπῳ, οἷον Σωκράτης ἐν Λυκείῳ. ποτὲ δέ ἐστιν οἷον οὐσία ἐν χρόνῳ, οἷον Σωκράτης ἐν τῷ Πελοποννησιακῷ πολέμῳ. κεῖσθαι δέ ἐστιν ἡ τοιάδε τῶν μορίων σχέσις, οἷον ἀνάκειται, κάθηται. ἔχειν δέ ἐστιν οὐσίας παρ’ οὐσίαν παράθεσις, οἷον δακτύλιος ἐν χειρί. ποιεῖν δέ ἐστιν τὸ εἴς τι ἐνεργεῖν, πάσχειν δὲ τὸ ὑφ’ ἑτέρου ἀλλοιοῦσθαι.
“概括地说,实体例如人。” 此处是诸范畴的轮廓描摹,正如我们在讲授诸范畴之前的理论探讨中所说,即哲学家给出了它们的轮廓描摹。因此应当知晓,他自己是通过例子来表征它们的,而我们则在初学者的入门准备中给出了它们的描述性定义。现在将它们讲出来也并无不妥。因此,实体是自身立足的事物。你可以从对立面来领会所说的话:因为偶性是处于载体之中的事物,需要他物以获得存在。而如果偶性是处于载体之中的事物,即在另一物中拥有其存在,显然实体是自身立足的,不需要他物以获得存在。量是可被测量的,例如两肘长、三肘长。质是按同源词被述说的,例如白的、懂文法的。关系是在关联中被考察的,如父亲、儿子。何处是在处所中的实体,例如“苏格拉底在吕克昂”。何时好比在时间中的实体,例如“伯罗奔尼撒战争时期的苏格拉底”。姿态是各部分的这般关系,例如躺着、坐着。具有是实体并置于实体之旁,例如手上戴的戒指。能动是对某物施加活动,而受动是被他物所异质化。
"Ἕκαστον δὲ τῶν εἰρημένων αὐτὸ μὲν καθ’ ἑαυτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεται 〈ἢ ἀποφάσει〉, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἢ ἀπόφασις γίνεται." Ἐνταῦθα βούλεται τὰς ἁπλᾶς φωνὰς ὁ φιλόσοφος χωρίσαι ἀπὸ τῶν καταφάσεων καὶ ἀποφάσεων. πρὸς δὲ τελείαν τούτων διάκρισιν κέχρηται κανόνι τοιούτῳ· ἐὰν ᾖ ἕν, πράγματα δὲ δύο τινά, καὶ τῷ μὲν ἁρμόσῃ τῷ δὲ οὐχ ἁρμόσῃ, διάφορά ἐστιν ἐκεῖνα δηλονότι.3 οἷον τι λέγω· εἰσὶ δύο τινά, ζῷον καὶ φυτόν· τούτων τὸ αἰσθητικὸν τῷ μὲν ὑπάρχει, λέγω δὴ τῷ ζῴῳ, τῷ δὲ οὐχ ὑπάρχει, λέγω δὴ τῷ φυτῷ· δῆλον οὖν ὅτι ταῦτα διάφορά εἰσιν, τοῦτ’ ἔστι τὸ ζῷον καὶ φυτόν. οὕτως οὖν καὶ ἐνταῦθά εἰσιν ἁπλαῖ φωναὶ καὶ κατάφασις καὶ ἀπόφασις· τὸ δὲ ἀληθεύειν ἢ ψεύδεσθαι καταφάσει καὶ ἀποφάσει ἁρμόζει, ταῖς δὲ ἁπλαῖς φωναῖς οὐκ ἐφαρμόζει· δῆλον ἄρα ὅτι καὶ διαφέρουσιν αὗται αἱ ἁπλαῖ φωναὶ καὶ αἱ καταφάσεις καὶ αἱ ἀποφάσεις. ὅθεν καὶ αὐτός φησιν ὅτι ἕκαστον τῶν εἰρημένων, τοῦτ’ ἔστι τῶν ἁπλῶν φωνῶν, λέγω δὴ τῶν κατηγοριῶν, αὐτὰ καθ’ αὑτὰ οὔτε κατάφασιν σημαίνει οὔτε ἀπόφασιν, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται καὶ ἀπόφασις. οἷον συμπλέκω τὴν οὐσίαν καὶ τὴν ποιὸν κατηγορίαν, τοῦτ’ ἔστι τὸ ἄνθρωπος τρέχει, καὶ γίνεται κατάφασις δηλονότι. τὸ δὲ οὔ ἀρνητικὸν μόριον μεταξὺ τούτων λαμβανόμενον ἀπόφασις γίνεται, οἷον ἄνθρωπος οὐ τρέχει. Περὶ οὐσίας.
“而所说的每一事物就其自身而言并不在任何肯定辞[或否定辞]中被述说,但通过它们彼此的结合便产生了肯定或否定。” 在此处,哲学家想要把单纯的语音与肯定和否定分离开来。为了对它们做出彻底的区分,他使用了这样一条规则:如果有一者,而事物有两者,那一者适用于其中之一而不适用于另一者,显而易见,那些事物是不同的。例如我指的是什么:有两个事物,动物与植物;在它们之中,感觉能力属于前者(我指的是动物),而不属于后者(我指的是植物);因此显然,这些事物是不同的,即动物与植物。于是同样地,此处也有单纯的语音以及肯定和否定;而为真或为假适用于肯定和否定,却不适用于单纯的语音;因此显然,这些单纯的语音与肯定和否定也是不同的。由此他自己也说,所说的每一事物,即单纯的语音(我指的是诸范畴),就其自身而言既不指称肯定也不指称否定,但通过它们彼此的结合便产生了肯定和否定。例如,我将实体与质这一范畴结合起来,即“人在跑”,显而易见就产生了肯定。而将否定小辞“不”置于它们之间,就变成了否定,例如“人不在跑”。 论实体。
- 10.1σημαινόμενον
中性现在分词 σημαινόμενον 在此处并非用作实体化的名词(“所指之物”),而是作为副词性分词(或独立宾格用法),意思是“意指/意在表明”,表达哲学家使用这一短语意在说明 ὅτι 引出的内容。
- 10.1ἐπεὶ τούτοις τὴν ψῆφον ἀποδεδώκασι, ἐκεῖνα καλοῦντες ἁπλᾶ, εἰ καὶ ταῖς λέξεσι πεφύκασι σύνθετα
指示代词的对应关系:τούτοις 指代紧挨着前述的 τὰ τοῖς ἐνθυμήμασιν σύνθετα(在思想上复合的事物),而 ἐκεῖνα 指代较远的 τὰ ταῖς λέξεσι σύνθετα(在措辞上复合的事物)。整句构成哲学家看重思想复合而非表面字词复合的对比论证。
- 10.3ἐὰν ᾖ ἕν, πράγματα δὲ δύο τινά, καὶ τῷ μὲν ἁρμόσῃ τῷ δὲ οὐχ ἁρμόσῃ, διάφορά ἐστιν ἐκεῖνα δηλονότι
条件规则句的结构:ἐὰν ᾖ ἕν(如果有一项性质/标准),πράγματα δὲ δύο τινά(且有两个事物),καὶ τῷ μὲν ἁρμόσῃ τῷ δὲ οὐχ ἁρμόσῃ(而该性质适用于其一而不适用于另一),διάφορά ἐστιν ἐκεῖνα(那些事物显系相异)。这是下文分别用于“动物/植物”及“命题/单纯语词”的论证准则。
