- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:54.16-55.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者通过实体与质、关系的结合推导出了其余各范畴(能动、受动、姿态、具有),确立了十范畴说,并反驳了主张十一个、九个或两个范畴的各种异说。
πάλιν εἰ συμπλακείη ποιῷ, ποιεῖ τὸ ποιεῖν καὶ τὸ πάσχειν· ποίησις γὰρ καὶ πάθησις κατὰ ποιότητα γίγνεται, οἷον τὸ θερμὸν ὕδωρ ποιοῦν εἰς ἡμᾶς, τοῦτ’ ἔστι θερμαῖνον, πάσχει τι καὶ αὐτὸ ὑφ’ ἡμῶν, τοῦτ’ ἔστι ψύχεται, καὶ ἔστι τὸ θερμαίνειν ποιεῖν, τὸ δὲ ψύχεσθαι πάσχειν. ὅτι δὲ ταῦτα ὑπὸ τὴν ποιὸν κατηγορίαν ἀνάγονται, πάντῃ που δῆλον. πάλιν εἰ συντεθείη ἡ οὐσία τοῖς πρός τι, ποιεῖ τὸ κεῖσθαι καὶ τὸ ἔχειν· ἢ γὰρ πρὸς τὰ οἰκεῖα μόρια ἔχει τὴν σχέσιν καὶ ποιεῖ τὸ κεῖσθαι, εἴ γε οὐδὲν ἕτερόν ἐστι τὸ κεῖσθαι ἢ τοιάδε θέσις τῶν μορίων, ἢ πρὸς ἑτέραν ἔχει σχέσιν καὶ ποιεῖ τὸ ἔχειν, εἴ γε οὐδὲν ἕτερόν ἐστι τὸ ἔχειν ἢ οὐσίας παρ’ οὐσίαν παράθεσις. δῆλον οὖν ὡς ἐκ τῆς μιᾶς διαιρέσεως δέκα καὶ μόνον ἡμῖν ἀνεφάνησαν κατηγορίαι. τινὲς δὲ ταύτης οὐκ ἀνέχονται τῆς διαιρέσεως, ἀλλ’ οἱ μέν φασιν πλείονας αὐτὰς εἶναι τὰς κατηγορίας οἱ δὲ ἐλάττους. καὶ οἱ μὲν πλείους εἶναι ταύτας βουλόμενοι ἕνδεκα ταύτας εἶναι λέγουσι· ὥσπερ τῷ ποιεῖν ἀντίκειται τὸ πάσχειν, καὶ τῷ ἔχειν ἀντικείσεται τὸ ἔχεσθαι. πρὸς οὕς φαμεν ὅτι τὸ ἔχεσθαι ὑπὸ τὸ κεῖσθαί ἐστιν· καὶ γὰρ καὶ τὸ ἐχόμενον κεῖταί πως. οἱ δὲ βουλόμενοι ταύτας ἐλάττους εἶναι οἱ μὲν ἐννέα φασὶν εἶναι τὰς κατηγορίας οἱ δὲ δύο. καὶ οἱ μὲν ἐννέα βουλόμενοι λέγουσιν ὅτι τὸ ποιεῖν καὶ τὸ πάσχειν κατὰ κίνησιν γίγνεται, καὶ ἡ κίνησις ὤφειλεν ἀντὶ τούτων ὑπάρχειν. πρὸς οὓς φαμὲν ἡμεῖς πρῶτον μὲν ὅτι οὐδὲ πᾶν τὸ ποιοῦν κινεῖται· ἰδοὺ γὰρ τὸ πρῶτον αἴτιον ποιοῦν εἰς ἡμᾶς οὐ κινεῖται. καλῶς οὖν ἀνωτέρω τὴν κίνησιν ἀτελῶν ὑπάρχουσαν πραγμάτων ἐδιδάξαμεν καὶ τούτου χάριν μηδὲ ὑπὸ κατηγορίαν ἀναγομένην· πῶς οὖν δυνηθείη κατηγορία εἶναι τὸ μηδὲ ὑπὸ κατηγορίαν ἀναγόμενον· οἱ δὲ λέγοντες δύο καὶ μόνας εἶναι τὰς κατηγορίας φασὶν οὐσίαν εἶναι καὶ συμβεβηκός, καὶ λέγουσι τὸ συμβεβηκὸς κατηγορεῖσθαι τῶν λοιπῶν κατηγοριῶν ὡς γένος. οὓς ἡμεῖς ἐλέγχομεν ἔκ τινων ἐπιχειρημάτων, ὧν τὸ πρῶτόν ἐστι τοιοῦτον· ὅτι ἐν τῇ διαιρέσει τῇ ὡς γένος εἰς εἴδη διαιρουμένῃ οὐ θέλει1 τὸ ἕτερον τῶν εἰδῶν ὑπὸ τὸ ἕτερον εἶδος ἀνάγεσθαι, ἐνταῦθα δὲ τὸ ποσὸν ὑπὸ τὸ ποιὸν ἀνάγεται· ὁ γὰρ ἀριθμὸς τοῦ ποσοῦ ὑπὸ τὸ ἄρτιον καὶ τὸ περιττὸν ἀνάγεται, ἅτινά εἰσι τοῦ ποιοῦ. δῆλον οὖν ἐντεῦθεν [ἐκ τούτου] πέφυκεν ὡς οὐκ ἂν τὸ συμβεβηκὸς ὡς γένος τῶν λοιπῶν κατηγοριῶν κατηγορηθείη. τὸ δὲ δεύτερον ἐπιχείρημά ἐστιν οὕτως· ὅτι ἐν τῇ ὡς γένος εἰς εἴδη διαιρέσει οὐ θέλει τὰ μὲν τῶν εἰδῶν εἶναι καθ’ ἑαυτὰ τὰ δὲ ἐν σχέσει, ἀλλ’ ἢ πάντα καθ’ ἑαυτὰ ἢ πάντα ἐν σχέσει· οὐδὲ γὰρ ἄδικος ἡ φύσις τὰ μὲν τῶν εἰδῶν ἐν σχέσει ποιεῖ τὰ δὲ καθ’ ἑαυτά.2 ἐν ταύτῃ δὲ αἱ μὲν ἄλλαι κατηγορίαι καθ’ ἑαυτάς εἰσιν, ἡ δὲ πρός τι ὡς ἐν σχέσει [οὕτως· ὅτι ἢ πάντα τὰ εἴδη ἐν σχέσει ἐστὶν ἢ πάντα καθ’ ἑαυτά, οἷον τὰ μὲν εἴδη τοῦ ζῴου πάντα καθ’ ἑαυτά ἐστιν, τὰ δὲ εἴδη τοῦ πολλαπλασίονος, οἷον τὸ διπλάσιον, πάντα ἐν σχέσει]. δέδεικται οὖν πανταχοῦ ὡς οὐκ ἂν τὸ συμβεβηκὸς ὡς γένος κατηγορηθείη τῶν λοιπῶν κατηγοριῶν. τοῦτο πέρας τῆς παρούσης θεωρίας.
再者,如果[实体]与质相结合,便构成了能动与受动;因为作与受乃是按照质而产生的,例如热水对我们起作用——即加热——它自身也由我们承受了某种作用——即被冷却——而加热是能动,被冷却则是受动。至于这些被归入“质”这一范畴之下,是处处明白的。再者,如果实体与关系者复合,便构成了姿态与具有;因为它要么与自身的各个部分发生关系并构成姿态——因为姿态无非就是诸部分的这般安置——要么与另一实体发生关系并构成具有——因为具有无非就是实体并置于实体之旁。由此可见,从这单一的划分中,向我们呈现出了恰好十个范畴。然而有些人不容纳这种划分,有人说范畴更多,有人则说更少。那些主张范畴更多的人说范畴有十一个:正如受动与能动相对立,“被具有”也将与具有相对立。对于他们,我们说“被具有”归属于“姿态”之下;因为被具有之物也以某种方式处于一定位置。而在主张范畴更少的人中,有人说范畴有九个,有人则说有两个。那些主张九个的人说,能动与受动是按照运动而产生的,应当由运动取代它们而存在。对于他们,我们首先说,并非一切起作用之物都在运动;因为看哪,第一因对我们起作用,自身却并不运动。因此,我们先前教导说运动属于不完全的事物,并因这一缘故甚至不被归入某一范畴之下,乃是正确的;那么,连被归入某一范畴之下都不能的事物,怎能成为一个范畴呢?至于那些说范畴唯独有两个的人,则说范畴是实体与偶性,并且说偶性作为属而述说其余的范畴。我们通过一些论证来反驳他们,其中第一个论证如下:在作为属向种划分的划分中,绝不容许诸种中的一个被归入另一个种之下,但在此处量却被归入了质之下;因为属于量的数,被归入了奇与偶之下,而它们是属于质的。由此显然可知,偶性不可能作为属而述说其余范畴。第二个论证如下:在作为属向种的划分中,绝不容许有些种是凭自身的,而另一些种是处于关系之中的,而是要么全凭自身,要么全处于关系之中;因为自然并不是不公正的,以至于把有些种做成处于关系之中,而把另一些做成凭自身。但在此划分中,其余范畴是凭自身的,而“关系”则是处于关系之中的[如下所示:要么所有的种都处于关系之中,要么都凭自身,例如动物的种全凭自身,而倍数的种,如二倍,全处于关系之中]。因此,处处都已表明,偶性不可能作为属而述说其余范畴。这是本次讲授的终结。
- 9.4οὐ θέλει
θέλει 在此处由其本来的意志动词义(“意愿”、“希望”)转用为非人称或拟人化的逻辑必然性表达(与否定词 οὐ 连用表示“不容许”、“不应当”),表达了属向属下诸种进行恰当划分时必须遵守的逻辑规则。
- 9.4οὐδὲ γὰρ ἄδικος ἡ φύσις τὰ μὲν τῶν εἰδῶν ἐν σχέσει ποιεῖ τὰ δὲ καθ’ ἑαυτά
在 οὐδὲ γὰρ ἄδικος ἡ φύσις(“因为自然并非不公正”)之后,直接接续了分句 τὰ μὲν τῶν εἰδῶν ἐν σχέσει ποιεῖ τὰ δὲ καθ’ ἑαυτά,此处省去了表结果的连词(如 ὥστε),意为“[以至于]把有些种做成处于关系之中,而把另一些做成凭自身”。
