- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:57.2-58.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》第5章开篇对实体的定义(2a11),注解者总结了前范畴部分的框架(定义、划分与规则),论证了首先讨论实体的理由,并在提出的六项探究课题中,阐明了实体的多重涵义、本书所论实体的性质及其划分方式。
" Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν." Ἐπειδὴ αἱ κατηγορίαι καὶ λέγονται καὶ εἰσὶ καὶ αὐτὸ τοῦτο κατηγοροῦνται, διότι μὲν λέγονται, τῶν λεγομένων ἐποιήσατο τὴν διαίρεσιν, διότι δὲ εἰσί, τὰ ὄντα διεῖλεν, διότι δὲ κατηγοροῦνται, ὡρίσατο ὁμώνυμα, συνώνυμα, παρώνυμα· ταῦτα γὰρ κατηγορίας τρόποι εἰσίν. ἐν ᾧ δὲ μάλιστα προσῆκεν ταῖς κατηγορίαις τὸ συνωνύμως κατηγορεῖσθαι, ἐνδιέτριψε τῷ λόγῳ τῷ περὶ τῶν συνωνύμων, παραδοὺς αὐτῶν τὸ ἴδιον. ἦν δὲ τοῦτο τὸ μεταδιδόναι τοῖς οἰκείοις ὑποκειμένοις τῶν ἰδίων κατηγορουμένων. τοῦτο δὲ εἶπεν, ὅτε ἔλεγεν ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορημένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. εἶτα ἐδίδαξεν ποῖα μὲν τῶν συνωνύμων τὰς αὐτὰς ἔχει διαφοράς, ποῖα δὲ ἑτέρας, καί φησιν ὅτι τὰ ἑτερογενῆ ἑτέρας ἔχει τὰς διαφοράς, τὰ δὲ ὑπάλληλα τὰς αὐτάς. καὶ ἁπλῶς εἰπεῖν, πέντε μέν τινας ὁρισμοὺς ἀποδέδωκεν, ὁμωνύμων, συνωνύμων, παρωνύμων, τῆς ἐν ὑποκειμένῳ φωνῆς, τῆς καθ’ ὑποκειμένου, τρεῖς δὲ διαιρέσεις, * * τῶν λεγομένων κατὰ συμπλοκὴν εἰς τέσσαρα,1 τῶν ἄνευ συμπλοκῆς εἰς τὰς δέκα κατηγορίας, καὶ τρεῖς κανόνας, δύο μὲν τοῦ βάθους τῶν κατηγοριῶν ἕνα δὲ τοῦ πλάτους. καὶ διαλαβὼν περὶ τούτων ἐν τῷ πρώτῳ τμήματι καὶ οὕτω προπαρασκευάσας ἡμᾶς, μέτεισι λοιπὸν ἐπὶ τὸ δεύτερον τμῆμα ἐντεῦθεν ἐφαπτόμενος τῶν ἀγώνων καὶ ποιεῖται τὴν ἀρχὴν ἀπὸ τῆς οὐσίας. εἰκότως, ἐπειδὴ αὕτη πρώτη τῶν ἄλλων ἐστίν· ὄντων μὲν γὰρ τῶν συμβεβηκότων ἀνάγκη πάντως οὐσίαν ὑπάρχειν, οὔσης δὲ ταύτης οὐκ ἀνάγκη πάντως εἶναι καὶ τὰ συμβεβηκότα· ὥστε συνεισφέρεται μέν, οὐ συνεισφέρει δέ.2 ἀλλὰ καὶ συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ· ἀναιρουμένης μὲν γὰρ οὐσίας ἀνήρηται καὶ τὸ συμβεβηκός, ἀναιρουμένων δὲ τῶν συμβεβηκότων οὐκ ἀνήρηται ἡ οὐσία. τὰ δὲ τοιαῦτα φύσει πρῶτά ἐστιν. Οὐκοῦν ἐπειδὴ καλῶς ἡμῖν ὑπεξείργαστο ὁ λόγος ὁ περὶ τῆς τάξεως, φέρε ζητήσωμεν ἐπὶ τῆς παρούσης θεωρίας ἕξ τινα· πρῶτον μὲν πόσα τὰ σημαινόμενα τῆς οὐσίας, δεύτερον δὲ περὶ ποίου σημαινομένου ὁ λόγος ἐστί, τρίτον ποίῳ τρόπῳ διαιρέσεως κέχρηται, τέταρτον διὰ τί τὴν ἄτομον τῆς καθόλου πρώτην ἐκάλεσεν, πέμπτον εἰ γένος ἡ οὐσία, πῶς ἐπιδέχεται τὸ πρῶτον καὶ τὸ δεύτερον, ἕκτον ζητήσωμεν εἰ ὑγιής ἐστιν ἡ ἀποδεδομένη ὑπογραφὴ τῆς οὐσίας. οὐχ ἓν τοίνυν ἀλλὰ πολλὰ σημαινόμενα τῆς οὐσίας ἔστιν· λέγεται γὰρ οὐσία καὶ πάντα τὰ ὄντα, καθὸ ὕπαρξιν ἔχει τινά, ἔστιν δὲ οὐσία καὶ ἡ ἁπλῆ (καὶ αὕτη πάλιν διττή· ἢ κρείττων τῆς συνθέτου, ὡς ἡ μία τῶν πάντων ἀρχή, ἢ χείρων τῆς συνθέτου, ὡς ἡ ἀνείδεος ὕλη), ἔστι δὲ οὐσία καὶ ἡ σύνθετος, οἷον ἄνθρωπος, ἵππος. τοσαῦτα τοίνυν σημαινόμενα τῆς οὐσίας. ἐπὶ τούτοις δεύτερον ζητήσωμεν περὶ ποίου σημαινομένου διαλέγεται. φημὶ δὴ ὅτι οὐ περὶ τοῦ σημαινομένου ἐκείνου τοῦ δηλοῦντος πάντα τὰ ὄντα· ταῦτα γὰρ ὑπὸ πασῶν τῶν κατηγοριῶν διδάσκεται καὶ οὐχ ὑπὸ μιᾶς μόνης. ἀλλ’ οὐδὲ μὴν περὶ τῆς ἁπλῆς διαλέγεται, οὔτε τῆς κρείττονος τῆς συνθέτου (τοῦτο γὰρ θεολογίας ἔργον διδάξαι), οὔτε περὶ τῆς χείρονος· τοῦτο γὰρ φυσιολογίᾳ προσήκει. λείπεται οὖν περὶ τῆς συνθέτου αὐτὸν διαλαβεῖν. οὐχὶ συνθέτου ἁπλῶς, ἐπεὶ εὑρισκόμεθα πάντα τὰ φυσικὰ συγγράμματα τοῦ φιλοσόφου ἐν τούτῳ περιλαμβάνοντες,3 ἀλλὰ περὶ ταύτης φαμὲν διαλέγεσθαι ὡς ὑπὸ φωνῆς σημαινομένης, ἐπεὶ καὶ ἡ λογικὴ πραγματεία περὶ πραγμάτων διαλέγεται, οὐχ ὅτι πράγματα, ἀλλ’ ὅτι ὑπὸ φωνῶν σημαίνονται. τρίτον ἦν τῶν ζητουμένων, ποίῳ τρόπῳ διαιρέσεως κέχρηται. διαιρεῖ τοίνυν ὁ φιλόσοφος τὴν οὐσίαν εἰς καθόλου καὶ μερικήν.
“实体是最严格、最原初且首要而言的事物,它既不对任何载体被述说,也不在任何载体之中。” 既然诸范畴既被言说,又存在,并且正以此被述说:因其被言说,他便对所言说之事作了划分;因其存在,他便划分了存在之物;因其被述说,他便定义了同名异义者、同名同义者和同源词;因为这些是述说的诸种方式。在同名同义地被述说最为切合诸范畴的范围内,他详加探讨了关于同名同义者的学说,传达了它们的固有特性。而这就是把自身被述说的东西赋予各自固有的载体。这正是他在说以下这番话时所指出的:当一物如同对载体那样被述说于另一物时,凡是对被述说者所言说的事物,也同样将对载体而言说。接着他教导了同名同义者中哪一类具有相同的种差,哪一类具有不同的种差,并且说不同属的事物具有不同的种差,而相互从属的属则具有相同的种差。简而言之,他给出了五个定义(同名异义者、同名同义者、同源词、“在载体之中”这一用语、以及“依载体”这一用语),三个划分([对存在之物分为四类]、对依结合而言之物分为四类、对不依结合之物分为十个范畴),以及三条规则(两条关于诸范畴的深度,一条关于广度)。在第一部分中探讨了这些并以此对我们做了前期准备之后,他最后过渡到第二部分,自此进入论辩的正题,并从实体开始入手。这是理所当然的,因为实体相对于其他事物是首要的;因为如果有偶性存在,就绝对必然有实体存在,但如果实体存在,偶性却并非绝对必然存在;因此它被一同引入,却不一同引入[偶性]。不仅如此,它还一同毁灭[偶性],却不被一同毁灭;因为当实体被毁灭时,偶性也被毁灭了,但当偶性被毁灭时,实体并没有被毁灭。而这样的事物在本性上是第一位的。因此,既然关于次序的讨论已被我们妥善处理,且让我们在本次讲义中探讨六个问题:第一,实体所指的意义有几种;第二,论说针对的是哪一种意义;第三,他采用了何种划分方式;第四,他为何把个别者称为相对于普遍者而言的第一;第五,如果实体是一个属,它如何接纳第一和第二;第六,让我们探讨所给出的实体的描述性定义是否健全。因此,实体所指的意义并非只有一种,而是有许多种;因为一切存在之物只要拥有某种存在,便也被称为实体;单纯的实体也是实体(这同样是双重的:要么胜于复合实体,如万物的单一原初本原;要么劣于复合实体,如无形式的质料);而复合的实体也是实体,例如人、马。实体所指的意义就是这些。在此之后,我们其次探讨他在论辩的是关于哪一种意义。我说,并非关于指明一切存在之物的那种意义;因为那些是由一切范畴共同讲授的,而非仅仅由一个范畴讲授。但也绝非在论辩单纯的实体,既不是关于胜于复合实体的单纯实体(因为讲授这是神学的任务),也不是关于劣于复合实体的单纯实体;因为这属于自然哲学。因此,剩下的便是他所论及的是关于复合实体。但并不是简单地关于复合实体——否则我们就会发现自己把这位哲学家的所有自然哲学著作都包含于其中了——相反,我们说他是把复合实体作为被发音所指称者来论辩的;因为逻辑学研究也是在论辩事物,不是因其为事物,而是因其被发音所指称。所探究之事的第三点是,他采用了何种划分方式。哲学家于是把实体划分为普遍的和个别的。
- 10.4τρεῖς δὲ διαιρέσεις, * * τῶν λεγομένων κατὰ συμπλοκὴν εἰς τέσσαρα
底本中的符号 表示文本缺文(lacuna)。在三种划分中,对照上文语境及《范畴篇》第2章(1a20),显然脱落了与“存在之物的四分法”(τῶν ὄντων εἰς τέσσαρα)相对应的内容,阅读时须在义理上予以补足。
- 10.4συνεισφέρεται μέν, οὐ συνεισφέρει δέ
动词 συνεισφέρω 的被动态与主动态的对比,表明了存在论上蕴涵的不对称性:当偶性存在时,实体被“一同引入”(被必然蕴涵),但实体自身的存在并不“一同引入”(必然蕴涵)偶性。
- 10.4ἐπεὶ εὑρισκόμεθα πάντα τὰ φυσικὰ συγγράμματα τοῦ φιλοσόφου ἐν τούτῳ περιλαμβάνοντες
εὑρισκόμεθα 后接补充连带分词 περιλαμβάνοντες 的句式,表示一种假定的不良后果:“[若如此,]我们将发现自己把……包含在其中了”。句中的 ἐν τούτῳ(“在其中/在此书中”)指代正在注解的《范畴篇》本身。
