- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:53.7-54.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗将亚里士多德在1b25处转向无结合之述说(范畴列举)的意图比作轮廓素描,阐明范畴归属于完全有意义的语词及完全且复合的事物,并借由对存在者的划分推导出十个范畴。
" Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων." Διελὼν ὁ φιλόσοφος τὰ λεγόμενα εἰς δύο, εἰς καθόλου οὐσίαν καὶ μερικὸν συμβεβηκός, μέτεισι λοιπὸν ἐπὶ τὴν διαίρεσιν τῶν ἄνευ συμπλοκῆς, ἤγουν εἰς τὴν διαίρεσιν τῶν κατηγοριῶν, ἐφ’ οἷς καταπαύει τὸ πρῶτον τμῆμα καὶ ἄρχεται τὸ δεύτερον. τοῦτο δὲ ποιεῖ οὐ συνέχειαν τῷ λόγῳ μνηστευόμενος, ἀλλὰ καθάπερ οἱ ἄριστοι τῶν γραφέων πρὸ τῆς τελείας γραφῆς τὴν σκιαγραφίαν τιθέασι, οὕτω δὴ καὶ αὐτὸς πρὸ τῆς ἀκριβοῦς καὶ τελείας ἑκάστης τῶν κατηγοριῶν διδασκαλίας παχυμερῶς πως τὴν περὶ αὐτῶν διδασκαλίαν ποιεῖται. ζητήσωμεν τοίνυν ποίων φωνῶν καὶ ποίων πραγμάτων εἰσὶν αἱ κατηγορίαι. τῶν τοίνυν φωνῶν αἱ μέν εἰσι πάντῃ ἄσημοι. τοιαῦται δέ εἰσιν αἱ μήτε καθ’ αὑτὰς σημαίνουσαί τι μήτε μετὰ τῶν ἄλλων συμπλεκόμεναι, οἷον κνάξ, βλίτυρι. αἱ δὲ ποτὲ μὲν σημαντικαὶ ποτὲ δὲ ἄσημοι· καθ’ ἑαυτὰς μὲν γὰρ οὐδέν τι σημαίνουσι, μετὰ δὲ τῆς ἑτέρων συμπλοκῆς οὐ πεφύκασιν ἄσημοι, οἷον ἄρθρα, σύνδεσμοι καὶ προθέσεις. καὶ μήτοι θαυμάσῃς εἰ εἶπον1 τινὰς φωνὰς εἶναι μηδὲν καθ’ ἑαυτὰς σημαινούσας, ἀλλὰ μετὰ τῆς ἑτέρων συμπλοκῆς, ὅπου γε καὶ ἐπὶ ἑτέρων ἐστὶ τοῦτο ἰδεῖν· τόνοι γοῦν καὶ πνεύματα καὶ ὀβελοὶ καὶ κορωνίδες αὐτὰ μὲν καθ’ ἑαυτὰ οὐδεμίαν ἔχουσι δύναμιν, μετὰ ἄλλων δὲ γεγραμμένα πολλὴν ἐνδείκνυνται τὴν ἰσχύν. αἱ δὲ πάντῃ σημαντικαί, οἷον ἄνθρωπος, βοῦς, ἵππος. τῶν τοίνυν πάντῃ σημαινουσῶν εἰσὶν αἱ κατηγορίαι. ποίων δὲ ἄρα πραγμάτων εἰσί; τῶν γὰρ πραγμάτων τὰ μέν ἐστιν ἀτελῆ τὰ δὲ τέλεια, ἀτελῆ μὲν οἷον κίνησις, αὔξησις, γένεσις, φθορά, ἀλλοίωσις, ἡ κατὰ τόπον μεταβολή, τέλεια δὲ οἷον ἄνθρωπος, βοῦς. τούτων τοίνυν τῶν τελείων εἰσὶν αἱ κατηγορίαι. κατὰ δὲ ἑτέραν διαίρεσιν τῶν πραγμάτων τὰ μέν εἰσιν ἁπλᾶ, οἷον μονάς, εἶδος, σημεῖον, νῦν, τὰ δὲ σύνθετα. τῶν τοίνυν συνθέτων εἰσὶν αἱ κατηγορίαι. καὶ ἁπλῶς εἰπεῖν, οὔτε τὰ ἁπλᾶ πράγματα οὔτε τὰ ἀτελῆ ὑπὸ τὰς κατηγορίας ἀνάγεται, ἀλλὰ τέλεια καὶ σύνθετα. τί οὖν οὐκ ἀνάγονται ὑπὸ κατηγορίας τὰ ἁπλᾶ; φαμὲν ὅτι κατὰ μὲν τὴν ἰδίαν οὐσίαν οὔ, ὡς δὲ ἐν σχέσει δύνανται ἀνάγεσθαι· ἡ γὰρ μονὰς ὡς ἀρχὴ οὖσα ἀριθμοῦ ἀνάγεται, καὶ ἡ ὕλη καὶ τὸ εἶδος ὡς ἀρχὴ σώματος, καὶ τὸ σημεῖον ὡς ἀρχὴ μεγέθους, καὶ τὸ νῦν ὡς ἀρχὴ χρόνου· ταῦτα γάρ, ὡς ἔφαμεν, κατὰ τὴν τούτων οὐσίαν ὑπὸ κατηγορίαν οὐκ ἀνάγονται, ὡς δὲ ἐν σχέσει δύνανται ἀναφέρεσθαι ὑπὸ κατηγορίαν. Ἐπὶ τούτοις ζητήσωμεν πόσαι εἰσὶ τὸν ἀριθμὸν αἱ κατηγορίαι. φαμὲν ὅτι δέκα, ὡς δηλώσομεν ἔκ τινος διαιρέσεως τοιαύτης· πᾶν ὂν ἢ ἐν ὑποκειμένῳ ἢ οὐκ ἐν ὑποκειμένῳ. καὶ τὸ οὐκ ἐν ὑποκειμένῳ ὂν ποιεῖ οὐσίαν, τὸ δὲ ἐν ὑποκειμένῳ ὂν ἢ ἐν σχέσει ἐστὶν ἢ καθ’ αὑτό. εἰ μὲν οὖν ἐν σχέσει ἐστίν, ποιεῖ τὴν πρός τι κατηγορίαν, εἰ δὲ καθ’ αὑτό ἐστιν, ἢ μεριστόν ἐστιν ἢ ἀμέριστον. εἰ μὲν οὖν μεριστόν, ποιεῖ 〈τὸ〉 ποσόν, εἰ δὲ ἀμέριστον, ποιεῖ τὸ ποιόν. τέσσαρες οὖν ἡμῖν ἀνεφάνησαν κατηγορίαι, οὐσία, ποιόν, ποσόν, πρός τι. γίγνονται τοίνυν ἄλλαι ἓξ τῆς οὐσίας συμμεριζομένης ταῖς ἄλλαις·2 οἷον ἡ οὐσία συμπλακεῖσα τῷ ποσῷ ποιεῖ τὸ ποῦ καὶ τὸ ποτέ, εἴ γε οὐδὲν ἕτερόν ἐστι τὸ ποῦ εἰ μὴ 〈τὸ〉 τὴν οὐσίαν ἐν τόπῳ εἶναι,3 οἷον Σωκράτης ἐν Λυκείῳ, τὸ δὲ ποτέ τὸ τὴν οὐσίαν ἐν χρόνῳ εἶναι, οἷον Σωκράτης ἐν Πελοποννησιακῷ πολέμῳ· χρόνος δὲ καὶ τόπος ὑπὸ τὸ ποσὸν ἀναφέρεται.
“在不带任何结合而被述说的事物中。” 哲学家将所述说之物分为两类,即普遍实体与个别偶性之后,接下来便转入对无结合之物的划分,亦即对范畴的划分;至此他结束了第一部分,开始了第二部分。他这样做并非谋求论述的连贯性,而是正如最优秀的画师在完成画作之前先勾画轮廓一样,他自己在对每个范畴进行精确而完全的讲授之前,也以某种粗略的方式进行关于它们的讲授。那么,让我们探究范畴属于何种语词以及何种事物。在语词之中,有些是完全无意义的。这类语词既不能凭自身表达任何意义,也不能与其它词结合表达意义,例如 κνάξ 和 βλίτυρι。有些语词有时具有意义,有时则无意义;因为它们凭自身并不表达任何意义,但与其它词相结合则自然并非无意义,例如冠词、连词和介词。如果我说某些语词凭自身不表达任何意义,而是在与其它词结合时才表达意义,你切莫感到奇怪,因为在其它事物上也可以看到这一点:声调符号、送气符号、短剑符和节末符凭自身并不具有任何效力,但与其它字母一起写出时却展现出巨大的力量。还有些语词是完全有意义的,例如人、牛、马。因此,范畴乃是属于完全有意义的语词。那么,范畴究竟属于何种事物呢?因为在事物之中,有些是不完全的,有些是完全的:不完全的如运动、增长、生成、消灭、变质、处所的改变;完全的如人、牛。因此,范畴乃是属于这些完全之物的。根据事物的另一种划分,有些是单纯的,如单子、形式、点、现在;有些则是复合的。因此,范畴乃是属于复合之物的。简而言之,既不是单纯的事物也不是不完全的事物被归入范畴之下,而是完全且复合的事物被归入其中。那么,为何单纯之物不被归入范畴之下呢?我们说,依其自身的本质而言并不被归入,但作为处于关系之中的事物,它们能够被归入:因为单子作为数的第一原理而被归入,质料和形式作为物体的第一原理而被归入,点作为大小的第一原理而被归入,现在作为时间的第一原理而被归入;因为正如我们所说,这些事物依其本质并不被归入某一范畴之下,但作为处于关系之中的事物,它们能够被归属于范畴之下。 在此之外,让我们探究范畴在数目上有多少。我们说有十个,正如我们将从如下的划分中所显明的那样:凡存在者,要么在基底之中,要么不在基底之中。不在基底之中的存在者构成了实体;而在基底之中的存在者,要么处于关系之中,要么凭自身存在。如果处于关系之中,就构成了“关系”范畴;如果凭自身存在,则要么是可分的,要么是不可分的。如果可分,就构成了“量”;如果不可分,就构成了“质”。于是我们便显出了四个范畴:实体、质、量、关系。随之,当实体与其余范畴共同结合时,便产生了另外六个范畴:例如,实体与量结合便构成了“何处”与“何时”,因为“何处”无非就是实体在处所之中(例如苏格拉底在吕克昂),而“何时”无非就是实体在时间之中(例如苏格拉底在伯罗奔尼撒战争期间);而时间和处所乃是归属于量之下的。
- 9.4καὶ μήτοι θαυμάσῃς εἰ εἶπον
此处为 μήτοι 加上不定过去虚拟式(θαυμάσῃς)构成的否定祈使/禁止结构,其后接由 εἰ 引导的从句,依附于表感情的动词。此处的 εἰ 并非纯粹的假定(“如果”),而是用以引出事实内容(“不要因我说……而感到惊异”)。
- 9.4τῆς οὐσίας συμμεριζομένης ταῖς ἄλλαις
以名词短语 τῆς οὐσίας 为逻辑主语的属格独立结构。动词中动态 συμμερίζομαι 意为“共同分有”、“相互结合”,用以表达在前文推导出的四个基本范畴中,实体通过与其余范畴结合而派生出其余六个范畴的逻辑过程。
- 9.4εἴ γε οὐδὲν ἕτερόν ἐστι τὸ ποῦ εἰ μὴ 〈τὸ〉 τὴν οὐσίαν ἐν τόπῳ εἶναι
连词 εἴ γε 用于引入已确立的前提或解释性理由(“既然确实……”)。在系动词 ἐστι 的表语部分,εἰ μὴ(“除了……之外”)之后接带有冠词的宾格不定式从句 〈τὸ〉 τὴν οὐσίαν ... εἶναι,用以给出定义性的等同关系。
