← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§52.2-53.6

第一规则的定义辨析与动物的四重划分

奥林匹奥多罗对《范畴篇》第3章(1b10–18)进行逐字注解,阐明第一条规则为何并非“关于基底被言说者”的定义,解释了规则陈述次序的差异,并分析了亚里士多德在举例说明异属之种差时对“动物”所作的四重划分(依据认知、寿命、器官构造与场所)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

" Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου." Ἐνταῦθά τινες πειρῶνται λέγειν ὡς ὁ Ἀριστοτέλης οὐ μόνον τὸν ὁρισμὸν τοῦ καθ’ ὑποκειμένου παραδίδωσιν ἀλλὰ καὶ τοῦ μὴ ἐν ὑποκειμένῳ, ἐνταῦθα μὲν τοῦ καθ’ ὑποκειμένου, ἐν τῷ λόγῳ δὲ τῷ 〈περὶ〉 τῆς οὐσίας τοῦ μὴ ἐν ὑποκειμένῳ. καὶ τοὺς μὲν λέγοντας τοῦ καθ’ ὑποκειμένου αὐτὸν παραδεδωκέναι διὰ τούτου τὸν ὁρισμὸν διελέγχομεν οὕτως· οὐδέποτε ὁρισμόν τινος προβαλλόμενοι ἐκείνου μνήμην ποιούμεθα, οὗ ἐστιν ὁ ὁρισμός,1 ἐπεὶ εὑρισκόμεθα αὐτὸ δι’ ἑαυτοῦ ὁριζόμενοι, ὅπερ ἐστὶν ἄτοπον· ἐνταῦθα δὲ φαίνεται ὁ Ἀριστοτέλης τοῦ καθ’ ὑποκειμένου μνημονεύσας· οὐκ ἄρα αὐτοῦ ἐστιν ὁρισμός. οἱ δὲ λέγοντες ὡς τὸ μὴ ἐν ὑποκειμένῳ ὁρίζεται ἐν τῷ λόγῳ τῷ περὶ τῆς οὐσίας διελέγχονται καὶ αὐτοὶ οὕτως· ὁ ὁρισμὸς τῶν καθόλου ἐστί· δείκνυται δὲ ἐκεῖ ὅτι περὶ τῆς μερικῆς οὐσίας διαλαμβάνει· οὐκ ἄρα ἐστὶν ὁρισμὸς τοῦ μὴ ἐν ὑποκειμένῳ. μεμνήσομαι δὲ ὅτι2 ἡμεῖς μὲν ἐν τῇ θεωρίᾳ βουλόμενοι συνέχειαν τῷ λόγῳ φυλάξαι τοὺς δύο κανόνας τοῦ βάθους ἐφεξῆς εἴπομεν, ὁ δὲ Ἀριστοτέλης οὐχ οὕτως, ἀλλὰ πρῶτον τὸν ἕνα φησὶ τὸν ἀπὸ τοῦ βάθους, καὶ οὕτως ἐπάγει τὸν ἀπὸ τοῦ πλάτους, καὶ τρίτον τὸν ἕτερον τὸν ἀπὸ τοῦ βάθους.

“当一物关于另一物作为关于基底[被述说者]而被述谓时。” 在此有人试图主张亚里士多德不仅给出了“关于基底[被述说者]”的定义,而且也给出了“不在基底之中者”的定义——在此给出了“关于基底[被述说者]”的定义,而在论及实体的论述中则给出了“不在基底之中者”的定义。对于那些声称他借此给出了“关于基底[被述说者]”的定义的人,我们如此反驳:在提出某物的定义时,我们绝不提及该定义所属的那一事物本身,否则我们就会陷于用自身来定义自身,而这是荒谬的;但在此亚里士多德显见提及了“关于基底[被述说者]”;因此这并非其定义。而那些声称“不在基底之中者”是在论及实体的论述中被定义的人,他们自己也同样如此被反驳:定义属于普遍者,而在那里显明他是在讨论个别实体;因此这并非“不在基底之中者”的定义。此外我还要提醒的是,我们为了在通论考查中保持论述的连贯性,接连陈述了来自深度的两条规则,而亚里士多德却并非如此,而是首先陈述来自深度的一条规则,随后引入来自宽度的一条规则,第三才陈述来自深度的另一条规则。

§9.2

"Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραί εἰσι καὶ αἱ διαφοραί." Ἐντεῦθέν ἐστιν ὁ τρίτος κανὼν ὁ ἀπὸ τοῦ πλάτους λαμβανόμενος τῶν κατηγοριῶν, ὅς φησι τῶν ἑτερογενῶν ἑτέρας εἶναι τὰς διαφοράς. δι’ ἣν δὲ αἰτίαν τρίτην ἔχει τάξιν παρ’ ἡμῖν, παρὰ δὲ Ἀριστοτέλει δευτέραν, ἤδη εἴρηται.

“异属且相互不从属者,其种差亦不同。” 由此开始的是从范畴的宽度中抽取的第三条规则,该规则说异属之物的种差亦不同。至于为何它在我们这里居于第三位,而在亚里士多德那里居于第二位,原因已被说明。

§9.3

"Ζῴου μὲν γὰρ διαφοραὶ τὸ πεζὸν καὶ δίπουν καὶ τὸ πτηνόν." Τὰς ἀντιδιαιρουμένας ἔλαβε διαφοράς· τῷ γὰρ πεζῷ τὸ πτηνὸν ἀντιδιῄρηται. ἰστέον δὲ ὅτι τετραχῶς διαιρεῖται τὸ ζῷον· ἢ γὰρ ἀπὸ τῆς γνώσεως λαμβάνεται ἡ διαίρεσις, ὡς ὅταν εἴπωμεν τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον,3 ἢ ἀπὸ τοῦ χρόνου τῆς ζωῆς, ὡς ὅταν εἴπωμεν τοῦ ζῴου τὸ μὲν θνητὸν τὸ δὲ ἀθάνατον, ἢ ἀπὸ τοῦ τρόπου τῆς διοργανώσεως, ὡς ὅταν εἴπωμεν τοῦ ζῴου τὸ μὲν δίπουν τὸ δὲ τετράπουν τὸ δὲ ἄπουν, ἢ ἀπὸ τοῦ τόπου τῆς ζωῆς, ὡς ὅταν εἴπωμεν τοῦ ζῴου τὸ μὲν πτηνὸν τὸ δὲ ἔνυδρον τὸ δὲ χερσαῖον. ἐνταῦθα τοίνυν ὁ φιλόσοφος τὴν διαίρεσιν ἐποιήσατο ἀπὸ τοῦ τόπου τῆς διαγωγῆς καὶ ἀπὸ τοῦ τρόπου τῆς διοργανώσεως, πῇ μὲν εἰπὼν 〈πεζὸν καὶ〉 πτητὸν καὶ ἔνυδρον, ὅπερ ἐστὶ τόπου, πῇ δὲ δίπουν, ὅπερ ἐστὶ διοργανώσεως.

“因为动物的种差是陆行的、二足的与有翼的。” 他选取了相互对分的种差;因为有翼的与陆行的乃是相互对分的。应当知晓,动物有四种划分方式:因为这种划分要么取自认知,如当我们说动物有一部分是有理性的,另一部分是无理性的;要么取自生命的存续时间,如当我们说动物有一部分是会死的,另一部分是不死的;要么取自器官构造的方式,如当我们说动物有的是二足的,有的是四足的,有的是无足的;要么取自生存的场所,如当我们说动物有的是有翼的,有的是水生的,有的是陆生的。因此哲学家在此乃是从生活场所和器官构造的方式两方面进行了划分:一方面陈述了属于场所的[陆行的与]有翼的和水生的,另一方面陈述了属于构造的二足的。

语法注3 条
  1. 9.1οὐδέποτε ὁρισμόν τινος προβαλλόμενοι ἐκείνου μνήμην ποιούμεθα, οὗ ἐστιν ὁ ὁρισμός

    现在分词 προβαλλόμενοι 作时间或条件状语(“在提出……时”),修饰主要动词 ποιούμεθα。指示代词 ἐκείνου 作为随后关系从句(οὗ ἐστιν ὁ ὁρισμός)的先行词,作动词短语 μνήμην ποιούμεθα(“提及”)所支配的宾格性属格。

  2. 9.1μεμνήσομαι δὲ ὅτι

    这是由完成体 μέμνημαι 构成的直陈式将来中动相(μεμνήσομαι),在语境中充当对听众的提醒动作(“在此我要提醒/指出……”),统辖由 ὅτι 引导的名词性从句。

  3. 9.3τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον

    属格 τοῦ ζῴου 是部分属格(partitive genitive),从属于其后由 μέν 和 δέ 对应的中性形容词实体化结构(τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον,“在动物中,一部分是有理性的,另一部分是无理性的”)。后文连续出现的三种划分均重复了这一部分属格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:52.2-53.6