← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§51.3-51.36

从属属的种差疑难解答与异属规则

在解决了出自深度的第二条规则(从属属中种差的一致性)的相关疑难后,提出了出自范畴宽度的第三条规则(异属之物的种差亦不同),并驳斥了基于比喻用法的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#2

πάλιν ἄξιον ζητῆσαι ὅτι εἰ ποτὲ μὲν αἱ αὐταί εἰσιν,1 ποτὲ δὲ οὐχ 〈αἱ〉 αὐταί, δι’ ἣν αἰτίαν εἶπεν ὁ Ἀριστοτέλης ὅτι ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, ἐκ τούτου αἰνιττόμενος ὅτι αἱ αὐταί εἰσι διαφοραὶ πάντοτε καὶ πάντα τὰ ἄλλα. πρὸς τοῦτό φαμεν ὅτι τὰς αὐτὰς εἶναι διαφορὰς εἶπεν ὁ Ἀριστοτέλης διὰ τὸν πρῶτον κανόνα τὸν λέγοντα ὅτι ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. τὸ δὲ οὐδὲν κωλύει εἶπεν ὁ Ἀριστοτέλης διὰ τὰς διαιρετικάς, ἐπειδὴ αὗται, ὡς εἴρηται, ἔστιν ὅτε οὔκ εἰσιν αἱ αὐταί. καὶ αὕτη μὲν μία ἐξήγησις. ἔστι δὲ καὶ δευτέραν εἰπεῖν τοιαύτην· ὅτι οὐδὲν κωλύει * * * καὶ ἡ μὲν πρώτη ἐξήγησις τῶν πραγμάτων ἐφάπτεται, ἡ δὲ δευτέρα αὐτῆς τῆς ὑφηγήσεως τῆς λέξεως. καὶ ταῦτα περὶ τοῦ δευτέρου κανόνος. Τρίτος κανών ἐστιν ὁ ἀπὸ τοῦ πλάτους λαμβανόμενος τῶν κατηγοριῶν. ἔχει δὲ οὕτως· τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί. ἑτέρας εἶναι βούλεται ὁ φιλόσοφος τὰς διαφορὰς ἐπὶ τῶν γενῶν τῶν ἑτέρων τῶν μὴ ὑπαλλήλων. καὶ τοῦτο οὐ μάτην· εἰ γάρ 〈τι〉 ἑτέρου γένους ἐστὶ καὶ προσαγάγῃς αὐτῷ διαφορὰς ἑτέρου γένους, ὀφθήσῃ εἰς ἀνοικείους διαφορὰς ποιῶν τὴν διαίρεσιν·2 οἷον ἔστι ζῷον καὶ ἐπιστήμη ἕτερον καὶ ἕτερον γένος, καὶ οὐ δύναταί τις τὰς διαφορὰς τοῦ ζῴου, τὸ πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον, λαβεῖν καὶ ἀναγαγεῖν ὑπὸ τὴν ἐπιστήμην ὡς οἰκείας διαφοράς. καὶ ἁπλῶς εἰπεῖν, εὖ ἔχει ὁ λόγος ὁ λέγων τῶν ἑτερογενῶν ἑτέρας εἶναι τὰς διαφοράς. ἀλλά τινες πρὸς τοῦτο ἀποροῦσι λέγοντες ὅτι εὑρίσκομεν ἐπὶ ἑτερογενῶν τὰς αὐτὰς διαφοράς· ἰδοὺ γάρ, φασί, τὸ ἔμψυχον καὶ ἄψυχον ἑτερογενῆ, καὶ ὅμως ὥσπερ τὸ ἔμψυχον διαιροῦμεν εἰς ἄπουν καὶ ὑπόπουν, ἄπουν μὲν λέγοντες ὄφιν καὶ πάντα τὰ ἑρπετά, ὑπόπουν δὲ ἄνθρωπον καὶ βοῦν καὶ ἕτερα ζῷα, ἃ βαδίζει χρώμενα 〈ποσίν〉, οὕτω καὶ ἐπὶ τῶν ἀψύχων φαμὲν τὰ μὲν εἶναι ἄποδα, ὡς θυίαν καὶ δοίδυκα, τὰ δὲ ὑπόποδα, ὡς κλίνην, θρόνον καὶ ὅσα τοιαῦτα. πρὸς τούτους φαμὲν ὅτι μᾶλλον οὐκ ἔγνωτε τί φησιν ὁ Ἀριστοτέλης· ἑτέρας φησὶν εἶναι τὰς διαφορὰς τῷ εἴδει ἀντὶ τοῦ εἰδοποιούς·3 τῶν μὲν γὰρ ἐμψύχων αὗται αἱ διαφοραὶ εἰδοποιοί εἰσι, τῶν δὲ ἀψύχων οὐδαμῶς, ἀλλὰ κατὰ μεταφορὰν λέγονται. μάτην οὖν προήχθη τὰ τῆς ἀπορίας. ταῦτα ἡ παροῦσα περιέχει θεωρία.

再次值得探究的是,如果它们有时是相同的,有时是不相同的,那么亚里士多德究竟出于何种原因才说凡关于被述谓者所说的,亦同样将关于基底被言说,并由此暗示种差及其他所有事物总是相同的。对此我们说,亚里士多德说种差是相同的,乃是基于第一条规则,该规则说:当一物关于另一物作为关于基底[被述说者]而被述谓时,凡关于被述谓者所说的,亦同样将关于基底被言说。而亚里士多德说“没有任何东西阻止”,则是由于区分性种差,因为如前所述,这些种差有时并非相同。这是一种解释。但亦可提出如下第二种解释:即没有任何东西阻止 * * * 并且第一种解释关涉事实,第二种解释则关涉文句措辞的传达本身。关于第二条规则的内容便止于此。第三条规则是从范畴的宽度中抽取的。其内容如下:异属且相互不从属者,其种差在种上也不同。哲学家意在表明,在不相从属的不同属中,其种差是不同的。这并非徒劳;因为如果[某物]属于另一个属,而你向它引入另一属的种差,你就会被看出是在向不恰当的种差进行划分;例如动物与知识是各自不同的属,谁也不能把动物的种差——有翼的、陆行的与水生的——取来归入知识之下作为其固有的种差。简而言之,说异属之物的种差亦不同这一论说确是妥当的。但有人对此提出疑难,说我们在异属之物中亦发现了相同的种差;因为看哪,他们说,有灵魂者与无灵魂者乃是异属,然而正如我们将有灵魂者划分为无足的与有足的,称蛇及一切爬行动物为无足的,称人、牛及其他使用[足]行走的动物为有足的,同样在无灵魂者中,我们亦称某些是无足的,如臼和研槌,而某些是有足的,如床、椅子以及所有诸如此类的东西。对这些人我们说,不如说是你们未领会亚里士多德所言;他说种差“在种上”不同,是用以代替“构成种的”;因为在有灵魂者中,这些种差是构成种的,但在无灵魂者中则绝非如此,而是依比喻被述说的。因此,提出该疑难的内容完全是徒劳的。当前的考查便包含了这些内容。

语法注3 条
  1. 8.0πάλιν ἄξιον ζητῆσαι ὅτι εἰ ποτὲ μὲν αἱ αὐταί εἰσιν

    紧接在 ἄξιον ζητῆσαι 之后的 ὅτι 是一个引导性或陈述性连词,用于引出后面的间接疑问句(由 διʼ ἣν αἰτίαν 引导),在晚期希腊语注解体中起赘词性的引述作用。

  2. 8.0ὀφθήσῃ εἰς ἀνοικείους διαφορὰς ποιῶν τὴν διαίρεσιν

    动词 ὀφθήσῃ(第二人称单数被动将来时)接补充性分词(ποιῶν),句式类似于 φαίνομαι,表达“你将被看出正在进行/事实将表明你在进行”的结果性涵义。

  3. 8.0ἑτέρας φησὶν εἶναι τὰς διαφορὰς τῷ εἴδει ἀντὶ τοῦ εἰδοποιούς

    在亚里士多德原文(1b16)的 ἕτεραι τῷ εἴδει 中,τῷ εἴδει 本是表示限定的与格(“在种上不同”),但注解者在此采取了独特的语法诠释,将其视为代指(ἀντὶ τοῦ)形容词 εἰδοποιούς(“构成种的/种形成性的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:51.3-51.36