- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:50.6-51.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁讨论亚里士多德出自范畴“深度”(上下包含关系)的两条规则:首先解释“关于基底”之述谓的传递性及其添加该限制的原因,进而探讨从属属之间所共有的是构成性种差还是区分性种差。
Ἀλλ’ ἵνα ἡ τούτων γνῶσις γίνηται σαφεστέρα, μικρὸν ἄνωθεν ἀρξώμεθα ἕκαστον τούτων πολυπραγμονοῦντες, καὶ πρῶτόν γε τὸ βάθος, οὗ πρῶτον τὸν κανόνα φησὶν ὁ Ἀριστοτέλης 〈διὰ〉 τούτων· ὡς ἡνίκα τὸ πρότερον τοῦ δευτέρου κατηγορεῖται ὡς καθ’ ὑποκειμένου 〈καὶ〉 τὸ δεύτερον τοῦ τρίτου, τότε καὶ τὸ πρῶτον τοῦ τρίτου κατηγορηθήσεται· οἷον τὸ ἔμψυχον κατηγορεῖται τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου ὡς καθ’ ὑποκειμένου, ἀλλὰ καὶ τὸ ἔμψυχον τοῦ ἀνθρώπου. πρόσκειται δὲ τὸ καθ’ ὑποκειμένου διά τινας ἀπορίας, ἃς ἐφεξῆς λέξομεν. καθ’ ὑποκειμένου δέ ἐστιν, ἡνίκα τῆς αὐτῆς οὐσίας καὶ τῆς συστάσεως1 κατηγορεῖται τὸ κατηγορούμενον. πρόσκειται δὲ τοῦτο διὰ τὸ γένος· ἰδοὺ γὰρ τὸ γένος κατηγορεῖται τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου, οὐκ ἔτι δὲ καὶ τὸ γένος τοῦ ἀνθρώπου, διότι τὸ γένος τοῦ ζῴου οὐ καθ’ ὑποκειμένου κατηγορεῖται· οὐ γὰρ τῆς οὐσίας τοῦ ζῴου ἐστὶ δηλωτικόν, ἀλλ’ ὡς ἐν σχέσει θεωρεῖται. ἔτι τὸ δισύλλαβον κατηγορεῖται τοῦ ζῴου, οὐκ ἔτι δὲ καὶ τὸ δισύλλαβον τοῦ ἀνθρώπου, ἐπειδὴ οὐχ ὡς καθ’ ὑποκειμένου κατηγορεῖται τὸ δισύλλαβον τοῦ ζῴου, ἀλλ’ ὡς φωνῆς. διὰ ταῦτα οὖν πάντα πρόσκειται τὸ καθ’ ὑποκειμένου. καὶ ταῦτα μὲν ὁ πρῶτος περιέχει κανών. δεύτερος κανὼν ὁ ἀπὸ τοῦ βάθους προερχόμενος οὗτος· τῶν ὑπάλληλά φησι λεγομένων γενῶν αἱ αὐταί εἰσι διαφοραί. καὶ ἄξιον ἐνταῦθα ζητῆσαι ποίας ἐνταῦθα ὁ Ἀριστοτέλης φησὶ διαφορὰς τῶν ὑπαλλήλων γενῶν, ἆρα τὰς συστατικὰς ἢ τὰς διαιρετικάς. φαμὲν οὖν ὅτι αἱ μὲν συστατικαὶ αἱ αὐταί εἰσι τῶν ὑπαλλήλων γενῶν, οἷον τοῦ ζῴου καὶ τοῦ λογικοῦ (ἀμφοτέρων γὰρ αἱ αὐταί εἰσιν συστατικαὶ διαφοραί, ἤγουν τὸ οὐσία καὶ τὸ ἔμψυχος καὶ τὸ αἰσθητική), αἱ δὲ διαιρετικαὶ οὐ πάντως αἱ αὐταί, ἀλλὰ ποτὲ μὲν αἱ αὐταί εἰσιν ποτὲ δὲ οὐχ αἱ αὐταί· εἰ γὰρ διέλωμεν τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, ὁμοίως καὶ τὸ πεζὸν εἰς λογικὸν καὶ ἄλογον, οὐκ ἀπεικός τι ποιῶ. εἰ δὲ διέλω τὸ ζῷον εἰς πτηνὸν καὶ πεζὸν καὶ ἔνυδρον, οὐκ ἔτι δύναμαι εἰπεῖν ὅτι τοῦ πεζοῦ τὸ μὲν πτηνὸν τὸ δὲ ἔνυδρον, ἐπεὶ εὑρίσκομαι εἰς τὰ ἀντιδιαιρούμενα ποιούμενος τὴν διαίρεσιν. ἔνθεν οὐκ ἀνάγκη συντρέχειν ἀεὶ τὰς αὐτὰς διαφορὰς τὰς διαιρετικὰς τῶν ὑπαλλήλων γενῶν, ἀλλ’ ἔστιν ποτὲ μὲν 〈τὰς〉 αὐτὰς λαβεῖν, ποτὲ δὲ οὔ. ἄξιον δὲ ζητῆσαι εἰ αἱ αὐταί εἰσι διαφοραὶ τῶν ὑπαλλήλων γενῶν, δι’ ἣν αἰτίαν εἶπεν2 ὁ Ἀριστοτέλης τῶν δὲ ὑπ’ ἄλληλα γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς εἶναι διαφοράς· διὰ γὰρ τοῦ εἰπεῖν οὐδὲν κωλύει ἠνίξατο ὅτι ποτὲ καὶ δυνατὸν μὴ τὰς αὐτὰς εἶναι διαφοράς.
但为了使对这些的认识变得更加明晰,让我们从稍高处开始,详细探究它们中的每一项,并首先从深度开始;亚里士多德通过以下言辞陈述了其第一条规则:即当前者关于第二者作为关于基底[被述说者]而被述谓,且第二者关于第三者[亦如此被述谓]时,那时第一者亦将关于第三者被述谓;例如,有灵魂者关于动物被述谓,且动物关于人作为关于基底[被述说者]而被述谓,但有灵魂者亦关于人[被述谓]。而加上“关于基底”乃是由于某些疑难,这些疑难我们将依次陈述。而“关于基底”是指,当被述谓者关于[主体的]同一实体和构成被述谓时。而加上这一点乃是由于“属”;看哪,因为“属”关于动物被述谓,且动物关于人被述谓,但“属”却不再亦关于人被述谓,因为“属”并非关于动物作为关于基底而被述谓;因为[属]并不指示动物的实体,而是被视作处于关系之中。此外,“双音节的”关于动物被述谓,但“双音节的”却不再亦关于人被述谓,因为“双音节的”并非关于动物作为关于基底[被述说者]而被述谓,而是作为关于语音[被述谓]。因此,出于所有这些原因,才加上了“关于基底”。第一条规则便包含了这些内容。出自深度的第二条规则是这样的:[亚里士多德]说,在被称为相从属的属中,种差是相同的。在此值得探究,亚里士多德在此所说的相从属的属的种差究竟是哪一种,究竟是构成性的,还是区分性的。因此我们说,构成性种差在相从属的属中是相同的,例如在动物与理性者中(因为两者的构成性种差是相同的,即实体、有灵魂者与有感觉者);而区分性种差则绝非必然相同,而是有时相同,有时不相同。因为如果我们将动物划分为理性的与非理性的,同样也将陆行的划分为理性的与非理性的,我所做的并无不妥。但如果我将动物划分为有翼的、陆行的与水生的,我便不能再说陆行的有一部分是有翼的、另一部分是水生的,因为如此一来,我便发现自己是在向并列对立的区分支项进行划分。由此,相从属的属之相同的区分性种差并非必然总是相重合,而是有时可以取相同者,有时则不可。而且值得探究的是,如果相从属的属之种差是相同的,那么亚里士多德是出于何种原因才说“而在相互从属的属中,没有任何东西阻止种差是相同的”;因为通过说“没有任何东西阻止”,他暗示了有时种差亦可能不是相同的。
- 8.0τῆς αὐτῆς οὐσίας καὶ τῆς συστάσεως
由被动动词 κατηγορεῖται(被述谓)所支配的属格,表示述谓的对象(“关于……”),指针对基底本身的实体与构成进行的本质性述谓。
- 8.0εἰ αἱ αὐταί εἰσι διαφοραὶ τῶν ὑπαλλήλων γενῶν, δι’ ἣν αἰτίαν εἶπεν
在充当 ἄξιον ζητῆσαι(值得探究)之宾语的间接疑问从句 δι’ ἣν αἰτίαν εἶπεν(出于何种原因而说)之前,前置插入了作为探讨前提的条件从句 εἰ αἱ αὐταί εἰσι...(如果……是相同的)。
