← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§46.20-48.6

偶性概括描述的分析与过度疑难

奥林匹奥多鲁解释了亚里士多德为何给出偶性的概括描述(hypographe)而非定义,列举了“在某物之中”的十一种含义,分析了该描述的各组成成分,并提出了该描述因亦适用于苏格拉底等个别实体而犯了过度(hyperbole)错误的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8#1

" Ἐν ὑποκειμένῳ δὲ λέγω ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν." Περὶ τεσσάρων φωνῶν διαλεγόμενος Ἀριστοτέλης, τῶν δύο μόνων ὑπογραφὴν ἡμῖν παραδέδωκεν, τοῦ τε καθ’ ὑποκειμένου καὶ τοῦ ἐν ὑποκειμένῳ, τοῦ μὲν καθ’ ὑποκειμένου εἰρηκὼς ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δὲ ἔνια οὐδὲν κωλύει εἶναι. τοῦ δὲ ἐν ὑποκειμένῳ παραδίδωσιν ὑπογραφὴν λέγων ὅτι ἐν ὑποκειμένῳ ἐκεῖνα λέγω, ἃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχοντα ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι. καλῶς δὲ ὑπογραφὴν καὶ οὐχ ὁρισμὸν αὐτῶν παραδίδωσι.1 καὶ τοῦτο ἐποίησεν ὡς φιλοσύντομος καὶ ὡς ἀκριβὴς καὶ ὡς φιλάνθρωπος. ὡς μὲν οὖν φιλοσύντομος τῶν δύο μόνων ἐμνημόνευσεν, ὡς δὲ ἀκριβὴς ἐπιστήμων ἐξ ἑκατέρας ἀντιθέσεως ἑνὸς ἐμνημόνευσεν, ὡς δὲ φιλάνθρωπος τῶν χειρόνων, ὅπως μὴ δόξωσι διὰ τὴν ἀμυδρότητα τῆς ὑπάρξεως μηδὲ ὅλως εἶναι. διὰ τοῦτο τοίνυν αὐτῶν ὑπογραφὴν παραδίδωσι καὶ οὐχ ὁρισμόν· ὁμώνυμος γάρ ἐστι φωνὴ τὸ ἔν τινι, τῶν δὲ ὁμωνύμων ὁρισμὸν οὐκ ἔστιν ἀποδοῦναι, ἀλλὰ μᾶλλον ὑπογραφήν. ὅτι δὲ τὸ ἔν τινι ὁμώνυμός ἐστι φωνὴ δῆλον· τὸ γὰρ ἔν τινι ἑνδεκαχῶς λέγεται. καὶ πρῶτον μὲν ἔν τινι λέγεται ὡς ἐν χρόνῳ, ὡς ὅταν φαμὲν τὸν Σωκράτην ἐν τοῖς Πελοποννησιακοῖς χρόνοις γενέσθαι καὶ Αἴαντα ἐν τῷ Τρωϊκῷ πολέμῳ. λέγεται ἔν τινι καὶ ὡς ἐν τόπῳ, ὡς ὅταν φαμὲν τὸν Σωκράτην ἐν Λυκείῳ εἶναι. λέγεται ἔν τινι ὡς ἐν ἀγγείῳ, ὡς ὅταν φαμὲν τὸν οἶνον ἐν τῷ ἀμφορεῖ εἶναι καὶ τὸν σῖτον ἐν τῷ μεδίμνῳ. διαφέρει δὲ ὁ τόπος τοῦ ἀγγείου κατὰ τὸ κινητὸν καὶ ἀκίνητον· ὁ μὲν γὰρ τόπος ἀκίνητός ἐστι, τὸ δὲ ἀγγεῖον κινούμενον λέγεται. λέγεται ἔν τινι καὶ ὡς γένος ἐν τοῖς εἴδεσιν, ὡς ὅταν φαμὲν τὸ ζῷον ἐν ἵππῳ καὶ ἀνθρώπῳ καὶ ἐν βοῒ εἶναι. λέγεται ἔν τινι καὶ ὡς εἶδος ἐν γένει, ὡς ὅταν φαμὲν τὸν ἄνθρωπον ἢ τὸν ἵππον ἐν τῷ ζῴῳ εἶναι. λέγεται ἔν τινι καὶ τὸ ὅλον ἐν τοῖς μέρεσιν, ὡς ὅταν φαμὲν τὴν χεῖρα ἐν δακτύλοις. λέγεται ἔν τινι καὶ ὡς μέρος ἐν ὅλῳ, ὡς ὅταν φαμὲν τὴν χεῖρα ἐν τῷ ὅλῳ σώματι. λέγεται ἔν τινι καὶ ὡς εἶδος ἐν ὕλῃ, ὡς ὅταν φαμὲν τὸ εἶδος τοῦ ἀνδριάντος ἐν τῷ χαλκῷ εἶναι. λέγεται ἔν τινι καὶ ὡς ἐν ποιητικῷ, ὡς ὅταν εἴπωμεν ‘οὐκ ἔστιν ἐν ἡμῖν τόδε τὸ πρᾶγμα, ἀλλ’ ἐν τῷ ἄρχοντι’. λέγεται ἔν τινι καὶ ὡς ἐν τελικῷ, ὡς ὅταν φαμὲν τὴν φιλοσοφίαν ἐν γεωμετρίᾳ τὸ τέλος ἔχειν ἢ τὴν ἰατρικὴν ἐν ὑγείᾳ ἔχειν τὸ τέλος. λέγεται πάλιν ἔν τινι ὡς συμβεβηκὸς ἐν οὐσίᾳ, ὡς τὸ λευκὸν ἐν τῷ Σωκράτει. εἰ τοίνυν τὸ ἔν τινι πολλαχῶς λέγεται, πῶς οὐκ ἔσται ὁμώνυμον; οὐκοῦν τὸ ἔν τινι ὡς ἐν πλείοσι κατηγορίαις θεωρούμενον ἀναλογεῖ γένει, τὸ δὲ λοιπὸν τὸ ἐν τῇ ὑπογραφῇ διαφοραῖς· τὸ γὰρ μὴ ὡς μέρος ὑπάρχον καὶ τὸ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν ἀναλογεῖ διαφοραῖς. ἀναγκαίως δὲ 〈προσέθηκε〉 τὸ μὴ ὡς μέρος ὑπάρχον διὰ τὸ μὴ εἶναι τὸν ὀφθαλμὸν συμβεβηκός·2 ἔν τινι γάρ ἐστιν καὶ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι, καὶ ὅμως οὐκ ἔστιν συμβεβηκός, διότι ὡς μέρος ἐστί, τὸ δὲ συμβεβηκὸς οὐ θέλει εἶναι ὡς μέρος. καὶ διὰ τοῦτο προσέθηκεν ὁ Ἀριστοτέλης τὸ μὴ ὡς μέρος ὑπάρχον. τὸ δὲ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν προσέθηκεν, διότι............... ἔν τινί ἐστι καὶ οὐκ ἔστιν αὐτοῦ μέρος, τοῦ σώματος, οὐ μέντοι οὐ δύναται χωρισθῆναι· χωρίζεται γὰρ καὶ καθ’ ἑαυτὴν ὑφίσταται σὺν τῇ ψυχῇ, ἅπερ οὐ δυνατὸν ἔχειν τὰ συμβεβηκότα. ὁ τοίνυν σύμπας νοῦς τῆς ὑπογραφῆς τοιοῦτος ἐστιν· ὅτι συμβεβηκός ἐστι ὃ ἔν τινι θεωρεῖται μὴ ὂν αὐτοῦ μέρος, καὶ ἀδυνάτως ἔχει χωρισθῆναι τῆς ὑποκειμένης οὐσίας αὐτοῦ. καὶ αὕτη μὲν οὖν ἡ διάνοια. Ἀλλὰ πρὸς ταύτην τὴν ὑπογραφὴν ἀποροῦσί τινες, πειρώμενοι δεῖξαι ἔχουσαν αὐτὴν τὴν διττὴν κακίαν, ἣν πέφυκεν ἐπιδέχεσθαι ὁ ὁρισμός, τοῦτ’ ἔστιν ὑπερβολὴν καὶ ἔλλειψιν· οἱ μὲν γὰρ λέγοντες ὑπερβολὴν ἔχειν αὐτὴν ἀποροῦσι λέγοντες οὕτως· ὅτι οὐ μόνον τὰ συμβεβηκότα ὑπέγραψεν διὰ τῆς εἰρημένης ὑπογραφῆς, ἀλλὰ καὶ τὰ ἄτομα, ἤγουν τὸν Σωκράτην· ἁρμόζει γὰρ αὐτῷ ἡ εἰρημένη ὑπογραφή. εἰ δὲ ἁρμόζει αὐτῷ, ἐπειδὴ ὧν ὁ ὁρισμὸς ὁ αὐτός, καὶ τὰ ὁριστὰ τὰ αὐτά, ἀνάγκη τὸν Σωκράτην ἢ συμβεβηκὸς εἶναι, ὅπερ ἄτοπον, ἢ οὐσίαν αὐτὸν ὄντα ἁρμόζειν ἐπ’ αὐτῷ τὴν εἰρημένην ὑπογραφήν,3 καὶ οὐκέτι ἁρμόσαι μόνον τοῖς συμβεβηκόσιν.

“所谓‘在基底之中’,我指的是那在某物之中非作为部分存在,且不可能脱离其所在之物而存在者。” 亚里士多德在讨论四种表达时,仅向我们传授了其中两种的概括描述,即“被用来述说基底”与“在基底之中”。关于“被用来述说基底”,他曾说“总的来说,不可分者以及数目上一者不被用来述说任何基底,但这并不妨碍[其中某些]在基底之中”;关于“在基底之中”,他则通过说“所谓‘在基底之中’,我指的是那些在某物之中非作为部分存在,且不可能脱离其所在之物而存在者”传授了概括描述。而他传授它们的概括描述而非定义是恰当的。他这样做是作为喜好简练者、严谨者和仁爱者。作为喜好简练者,他只提及了其中两项;作为严谨的学者,他从每一组对立项中各提及了一项;作为仁爱者,他提及了较差者,以免它们由于存在的微弱而被认为完全不存在。正是为此,他传授了它们的概括描述而非定义;因为“在某物之中”这一表达是同名异义的,而对同名异义者不能给出定义,而毋宁是给出概括描述。且“在某物之中”是同名异义的表达,这一点是显然的;因为“在某物之中”有十一种说法。首先,“在某物之中”有如在时间之中的说法,正如当我们说苏格拉底处于伯罗奔尼撒战争时期,埃阿斯处于特洛伊战争中那样。又,“在某物之中”也有如在场所之中的说法,正如当我们说苏格拉底在吕克昂那样。“在某物之中”也有如在容器之中的说法,正如当我们说酒在双耳瓮中,粮食在麦斗中那样。然而场所与容器的区别在于可动与不动;因为场所是不动的,而容器则被称为被移动的。又,“在某物之中”也有如属在种之中的说法,正如当我们说动物在马、人与牛之中那样。又,“在某物之中”也有如种在属之中的说法,正如当我们说人或马在动物之中那样。又,“在某物之中”也有整体在部分之中的说法,正如当我们说手在手指之中那样。又,“在某物之中”也有如部分在整体之中的说法,正如当我们说手在整个身体之中那样。又,“在某物之中”也有如形式在质料之中的说法,正如当我们说雕像的形式在青铜之中那样。又,“在某物之中”也有如在动力因之中的说法,正如当我们说“这件事情不在于我们,而在于掌权者”那样。又,“在某物之中”也有如在目的因之中的说法,正如当我们说哲学在几何学中具有目的,或者医术在健康中具有目的那样。再者,“在某物之中”也有如偶性在实体之中的说法,正如白在苏格拉底之中。既然“在某物之中”有多重说法,它又怎能不是同名异义的呢?因此,“在某物之中”作为在多个范畴中被考察者对应于属,而在概括描述中的其余部分则对应于种差;因为“非作为部分存在”与“不可能脱离其所在之物而存在”对应于种差。他必然[补充了]“非作为部分存在”,这是因为眼睛并非偶性;因为眼睛在某物之中,且不可能脱离其所在之物而存在,但它却不是偶性,因为它作为部分存在,而偶性并不愿意作为部分存在。正因如此,亚里士多德补充了“非作为部分存在”。而他补充了“不可能脱离其所在之物而存在”,是因为············在某物之中且并非其部分,即身体的部分,然而它并非不能分离;因为它被分离并且与灵魂一同独立自存,而这些是偶性所不能拥有的。因此,该概括描述的全部主旨乃是如此:所谓偶性,就是指那在某物之中被考察、非为其部分,且不可能脱离作为其基底的实体而存在者。这就是其意图。但针对这一概括描述,有人提出了疑难,试图表明它具有定义天然可能招致的双重缺陷,即过度与不足。主张它具有过度的人这样提出疑难说:他通过所述的概括描述,不仅概括了偶性,而且也概括了不可分者,即苏格拉底;因为所述的概括描述适合于他。而如果适合于他,既然凡定义相同者其被定义者亦相同,那么必然地,要么苏格拉底是偶性(这是荒谬的),要么他作为实体而所述的概括描述适合于他,从而不再仅仅适合于偶性。

语法注3 条
  1. 7.8ὁρισμὸν αὐτῶν παραδίδωσι

    代词属格 αὐτῶν 作 ὁρισμόν 的宾格性属格,指代前文提到的“被用来述说基底”与“在基底之中”两者。

  2. 7.8ἀναγκαίως δὲ 〈προσέθηκε〉 τὸ μὴ ὡς μέρος ὑπάρχον διὰ τὸ μὴ εἶναι τὸν ὀφθαλμὸν συμβεβηκός

    动词 προσέθηκε 为编订者所补。介词短语 διὰ τὸ μὴ εἶναι 由 διά 搭配带冠词不定式构成,其中 τὸν ὀφθαλμόν 作不定式的主格性宾格, συμβεβηκός 作表语,表示目的或原因(“以免眼睛成为偶性”)。

  3. 7.8ἀνάγκη τὸν Σωκράτην ἢ συμβεβηκὸς εἶναι . . . ἢ οὐσίαν αὐτὸν ὄντα ἁρμόζειν ἐπ’ αὐτῷ τὴν εἰρημένην ὑπογραφήν

    无人称表达 ἀνάγκη 支配由 ἢ ... ἢ 连接的两个不定式从句。前半部分以 τὸν Σωκράτην 作 εἶναι 的宾格主语, συμβεβηκός 作表语;后半部分以 τὴν εἰρημένην ὑπογραφήν 作 ἁρμόζειν 的宾格主语,而 οὐσίαν αὐτὸν ὄντα 则为具有让步或条件意味的分词短语(“尽管他自身是实体”),修饰 ἐπ’ αὐτῷ 所指对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:46.20-48.6