- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:48.6-49.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者提出了针对偶性概括描述的两重异难:过度之难(该描述亦适合于苏格拉底或内在质料的形式)与不足之难(无法涵盖可分离偶性及苹果的香气),并讨论了特米斯蒂乌、漫步学派与普罗提诺各自的解答及其批评。
ὅτι δὲ ἁρμόζει τῷ Σωκράτει ἡ ὑπογραφή, δῆλον ἐντεῦθεν· ὁ Σωκράτης ἔν τινι, εἴ γε φυσικόν ἐστι σῶμα, πᾶν δὲ σῶμα φυσικὸν ἐν τόπῳ ἐστίν. ἀλλὰ μὴν καὶ ἔν τινι ὤν, τοῦτ’ ἔστιν ἐν τόπῳ, οὐκ ἔστι μέρος τοῦ τόπου, καὶ ἀδύνατον αὐτὸν χωρὶς εἶναι τόπου, εἴ γε, ὡς εἴρηται, φυσικὸν ἔχει σῶμα. εἰ δὲ ταῦτα οὕτως ἔχει καὶ ἁρμόσει ἡ ὑπογραφὴ τῷ Σωκράτει, οὐ μόνον συμβεβηκότα ὑπέγραψεν, ἀλλὰ καὶ οὐσίας, ἢ ὁ προκείμενος ἔσται συμβεβηκός, ὡς εἴρηται. καὶ αὕτη μὲν ἡ ἀπορία. πολλῶν δὲ καὶ ἄλλων ἀντειπόντων ἡμεῖς παρέντες ἐκεῖνα τὴν Θεμιστίου προσαγάγωμεν λύσιν ταύτῃ λέγουσαν οὕτως· ὁπότε λέγετε, φησί, τὸν Σωκράτην ἐν τόπῳ εἶναι,1 ποῦ ἄρα φατὲ αὐτὸν εἶναι, ἐν τῷ καθόλου ἢ ἐν τῷ μερικῷ; εἰ μὲν οὖν ἐν τῷ καθόλου, ἀδύνατον· οὐ γάρ ἐστιν Σωκράτους τόπος τὸ ὑπέκκαυμα. εἰ δὲ ἐν τῷ μερικῷ, δύναται χωρὶς εἶναι τούτου· ὥστε οὖν οὐκ ἐφαρμόσει κατὰ τοῦ Σωκράτους ἡ εἰρημένη τοῦ συμβεβηκότος ὑπογραφή. ἀλλὰ πάλιν ἀποροῦσί τινες λέγοντες ὅτι οὐ μόνον τὰ συμβεβηκότα ὑπέγραψεν, ἀλλὰ καὶ τὸ εἶδος· τὸ γὰρ εἶδος τὸ ἔνυλον ἔν τινί ἐστιν (ἐν γὰρ τῇ ὕλῃ θεωρεῖται), καὶ ὅμως οὐκ ἔστιν αὐτῆς μέρος καὶ χωρὶς αὐτῆς οὐ δύναται εἶναι. ἀλλ’ οὗτοι πάλιν ἀγνοοῦσιν ὅτι τὸ ἔν τινι ἐνταῦθα ὁ Ἀριστοτέλης τὴν οὐσίαν εἶπεν τὴν εἰδοπεποιημένην καὶ οὐχ, ὡς αὐτοί φασι, τὴν ὕλην. οὕτως μὲν οὖν ἀποροῦσιν οἱ βουλόμενοι δεικνύναι ὅτι ὑπερβολὴν ἔχει ἡ εἰρημένη ὑπογραφή. οἱ δὲ φάσκοντες αὐτὴν ἐλλείπειν φασὶν ὅτι οὐ πάντα τὰ συμβεβηκότα ὑπέγραψεν διὰ τῆς εἰρημένης ὑπογραφῆς· τὰ γὰρ συμβεβηκότα χωριστὰ χωρίζονται· εἰ δὲ χωρίζονται, κακῶς ἄρα εἶπεν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν. ἀλλὰ φαμεν ὅτι ἡ τοιαύτη ἀπορία καταγέλαστος· ὅρα γὰρ ὅτι εἶπεν ὁ Ἀριστοτέλης χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν, οὐ μέντοι εἶπεν ὅτι οὐ δύναται χωρισθῆναι· χωρισθῆναι γὰρ δύναται, χωρισθὲν δὲ ὑποστῆναι ἀδυνατεῖ. πάλιν δὲ φασὶν ὅτι οὐ πάντα τὰ συμβεβηκότα ὡρίσατο· εἰσὶ γάρ τινα τῶν συμβεβηκότων, ἅτινα δύναται χωρίζεσθαι τοῦ ὑποκειμένου, οἷον ἡ εὐωδία τοῦ μήλου· αὕτη γὰρ χωρίζεται ἐκ τοῦ μήλου καὶ ἔρχεται πρὸς ἡμᾶς· εἰ δὲ χωρίζεται καίπερ οὖσα συμβεβηκός, εἰσί τινα τῶν συμβεβηκότων χωρὶς εἶναι δυνάμενα τοῦ ἐν ᾧ ὑπῆρχον. πρὸς ταύτην τὴν ἀπορίαν ἀντεῖπον οἱ Ἀριστοτελικοὶ λέγοντες ὅτι εἰ καὶ χωρεῖ ἡ εὐωδία τοῦ μήλου πρὸς ἡμᾶς, οὐ καθ’ αὑτὴν χωρεῖ, ἀλλὰ μετά τινων ἐκ τοῦ μήλου λεπτῶν ἀπορροιῶν ὑπεκχεῖται ἡ εὐωδία καὶ ἔρχεται πρὸς ἡμᾶς. καὶ ὅτι τοῦτο οὕτως ἔχει, δηλοῖ τὸ ῥυτιδοῦσθαι τὸ μῆλον· πόθεν δὲ ἂν ἐρρυτιδοῦτο, εἰ μὴ οὐσία τις ἐξ αὐτοῦ διεφορεῖτο; εἰ δέ τις, φασίν, εἴποι πρὸς ἡμᾶς τί δήποτε ἐν τῷ δένδρῳ ὂν καὶ εὐωδίαν ἡμῖν χαριζόμενον οὐ ῥυτιδοῦται, γιγνωσκέτω οὗτος ὅτι μᾶλλον οὐσιοῦται ἐκ τῆς ῥίζης καὶ τῶν κλάδων ἤπερ διαφορεῖται. αὕτη μὲν οὖν ἡ λύσις τῶν Περιπατητικῶν. ὁ δὲ Πλωτῖνος ταύτην τὴν ἀπορίαν ἐπιλυόμενος ἑτέραν ἐπήνεγκεν λύσιν, τὸ δίοσμον τοῦ ἀέρος αἰτιώμενος· ἔλεγεν γὰρ ὅτι ὁ ἀὴρ δίοσμος ὢν δυνάμει γίγνεται ἐνεργείᾳ εὐώδης, καὶ οὕτως ἀντιλαμβανόμεθα τῆς εὐωδίας. καὶ αὕτη ἡ λύσις Πλωτίνου κομψοτέρα οὖσα τῆς τῶν Περιπατητικῶν·2 ἐκείνη γὰρ οὐκ ἔστι πάνυ πιθανή· εἰ γὰρ οὐσία ἐστὶν ἡ ἐκφερομένη, πάντως ἢ ἄνω χωρήσει ἢ κάτω· ἢ γὰρ βαρύ ἐστι τοῦτο τὸ σῶμα ἢ κοῦφον. εἰ μὲν οὖν κάτω χωρεῖ, μόνον οἱ κάτω ὤφελον ὀσφραίνεσθαι,3 εἰ δὲ ἄνω, οἱ ἄνω μόνον. νῦν δὲ ὁρῶμεν ὅτι οὐ μόνον οἱ ἄνω ἢ οἱ κάτω ὀσφραίνονται, ἀλλὰ καὶ οἱ εἰς τὸ πλάγιον. εἰ δὲ ταῦτα οὕτως ἔχει, ἀπίθανος ἐφάνη ἡ τῶν Περιπατητικῶν λύσις. ἐνίστανται δὲ καὶ πρὸς τὴν Πλωτίνου λύσιν τινὲς λέγοντες ὅτι ἡ εὐωδία τοῦ μήλου ἄρα ἐν τῷ αὐτῷ νῦν καὶ ἐν τῷ ἀέρι ἐστὶ καὶ ἐν τῷ μήλῳ ἢ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ; εἰ μὲν γὰρ ἐν τῷ αὐτῷ νῦν, ἔσται σῶμα χωροῦν διὰ σώματος διὰ τὸ τὰς δύο οὐσίας ἀνακίρνασθαι ἀλλήλαις· ἀδύνατον γὰρ ἐν τῷ αὐτῷ νῦν καὶ ἐν τῷ μήλῳ καὶ ἐν τῷ ἀέρι, εἰ μὴ σῶμα διὰ σώματος χωρήσει. εἰ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ, δῆλον ὅτι ἦν μεταξὺ χρόνος, καθ’ ὃν οὐχ ὑπῆρχεν οὐδὲ ἐν τῷ μήλῳ οὐδ’ ἐν τῷ ἀέρι. εἰ δὲ μὴ ὑπῆρχεν οὐδὲ ἐν τῷ μήλῳ οὐδὲ ἐν τῷ ἀέρι, εὑρεθήσεται * * τὸ συμβεβηκὸς μηδέποτε ἄνευ ὑποκειμένου.4
而该概括描述适合于苏格拉底,从以下这点便可明了:苏格拉底在某物之中,既然他是一个自然身体,而凡自然身体都在场所之中。不仅如此,他虽在某物之中,即在场所之中,却非场所的一部分,而且他不可能脱离场所而存在,既然如前所说他具有一个自然身体。如果这些事情是如此,且该概括描述将适合于苏格拉底,那么他要么不仅概括了偶性,而且也概括了实体,要么如前所述,摆在我们面前的这个人将成为偶性。这就是所提出的疑难。虽然还有许多其他人也提出了反驳,但我们姑且搁置那些,而提出特米斯蒂乌对此说的解答,他是这样说的:“当你们说,”他说,“苏格拉底在场所之中时,你们究竟说他在哪里,是在普遍的[场所]之中还是在个别的[场所]之中?如果是在普遍的之中,这是不可能的;因为火界并非苏格拉底的场所。但如果是在个别的之中,他能够脱离这一个而存在;因此,所述的偶性概括描述并不会适用于苏格拉底。”然而又有人提出疑难说,他不仅概括了偶性,而且也概括了形式;因为内在质料的形式在某物之中(因为它在质料中被考察),然而它并非其部分,且不可能脱离它而存在。但这些人再次没有认识到,亚里士多德在这里所说的“在某物之中”是指具有形式的实体,而不是像他们所说的是指质料。那些企图表明所述概括描述具有过度的人,就是这样提出疑难的。另一方面,那些声称它有不足的人则说,他并没有通过所述的概括描述概括所有的偶性;因为可分离的偶性确实分离;而如果它们分离,那么他说“不可能脱离其所在之物而存在”就是错误的。但我们说,这样的疑难是可笑的;因为你看,亚里士多德说的是“脱离其所在之物而存在”,而决没有说“它不能被分离”;因为它是能够被分离的,但一旦被分离就无法自立存在。他们又说,他并未定义所有的偶性;因为在偶性之中,有些是能够脱离基底而分离的,例如苹果的芳香;因为这香气从苹果中分离出来并来到我们这里;而如果它虽为偶性却分离开来,那么在偶性之中便有些是能够脱离其原本所在之物而存在的。针对这一疑难,亚里士多德派的人反驳说,即使苹果的芳香传向我们,也并非由于其自身传向,而是芳香伴随着从苹果中逸出的一些微细的流出物而溢散并来到我们这里。而事情确实如此,苹果的皱缩便表明了这一点;因为若非某种实体从中散逸,它又从何而皱缩呢?他们说,如果有人对我们说,为何它在树上并向我们赋予芳香时并不皱缩,那么此人应当知晓,它从树根和树枝中所获得的实体充实[补充],远胜过其散逸的部分。这就是漫步学派的解答。然而普罗提诺在解决这一疑难时提出了另一种解答,将原因归于空气的透香性;因为他说,空气由于潜在具有透香性,便在现实上成为有香气的,我们正是这样感知到芳香的。而普罗提诺的这一解答比漫步学派的解答更为精巧;因为后者的说法并不十分令人信服;因为如果被带出的东西是实体,它无论如何要么向上运动,要么向下运动;因为这个物体要么是重的,要么是轻的。如果它向下运动,理应只有在下方的人才能闻到;如果向上,则只有在上方的人才能闻到。但如今我们看到,不仅上方或下方的人闻得到,而且在侧方的人也能闻到。因此,如果这些事情是如此,漫步学派的解答便显得缺乏说服力了。然而也有人对普罗提诺的解答提出异议,说:那么苹果的芳香究竟是在同一个“现在”既在空气中又在苹果中,还是在不同的时间里呢?如果是在同一个“现在”,由于两种实体相互交融,就会出现物体穿过物体的情况;因为若非物体穿过物体,它不可能在同一个“现在”既在苹果中又在空气中。但如果是在不同的时间里,显然存在着一个中间时间,在此期间它既不存在于苹果中,也不存在于空气中。然而如果它既不存在于苹果中,也不存在于空气中,那么就会发现偶性[脱离了基底而存在],尽管偶性绝不可能没有基底。
- 7.8ὁπότε λέγετε, φησί, τὸν Σωκράτην ἐν τόπῳ εἶναι
插入词 φησί(“他说”)的主语是前文提及的特米斯蒂乌(Θεμίστιος),用于引出特米斯蒂乌的论证或引述,而非指亚里士多德。
- 7.8καὶ αὕτη ἡ λύσις Πλωτίνου κομψοτέρα οὖσα τῆς τῶν Περιπατητικῶν
带有分词 οὖσα 的短语位于句首,省略了主要动词(如 ἐστίν),构成一个省略性的判断句(“而普罗提诺的这一解答比漫步学派的解答更为精巧”),后文的理由从句(ἐκείνη γὰρ...)对其作出论据说明。
- 7.8μόνον οἱ κάτω ὤφελον ὀσφραίνεσθαι
动词 ὤφελον(ὀφείλω 的第二不定过去时)接不定式 ὀσφραίνεσθαι,用以表达与事实相反的推论(“理应只有下方的人才能闻到”),承接前文的条件从句 εἰ μὲν οὖν κάτω χωρεῖ。
- 7.8εὑρεθήσεται * * τὸ συμβεβηκὸς μηδέποτε ἄνευ ὑποκειμένου
此处原文有残缺( )。在句法与逻辑上,它表达了一个荒谬的推论,即偶性将被发现[脱离基底而存在],而这与偶性绝不可能没有基底这一原则相冲突。理解时需要补充缺失的不定式或分词。
