- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:45.8-46.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯逐节阐释了亚里士多德《范畴篇》第2章(1a20–1b6)中存在者的四种结合(普遍实体、个别偶性、普遍偶性、个别实体)、偶性的定义,以及不可分者与数目上一者的区别。
" Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν." Ἐνταῦθα τὴν καθόλου οὐσίαν φησίν· διὰ μὲν γὰρ τοῦ καθ’ ὑποκειμένου τὸ καθόλου εἰσάγει, διὰ δὲ τοῦ οὐκ ἐν ὑποκειμένῳ τὴν οὐσίαν.
“在存在者中,有些被用来述说某个基底,但不在任何基底之中。” 在此他说的是普遍实体;因为他通过“被用来述说基底”引入了普遍者,通过“不在基底之中”引入了实体。
"Τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται." Ἐνταῦθα τὸ μερικὸν συμβεβηκός φησι, διὰ μὲν τοῦ ἐν ὑποκειμένῳ τὸ συμβεβηκὸς εἰσάγων, διὰ δὲ τοῦ οὐ καθ’ ὑποκειμένου τὸ μερικὸν δηλῶν.
“另一些在基底之中,但不被用来述说任何基底。” 在此他说的是个别偶性,通过“在基底之中”引入了偶性,通过“不被用来述说基底”表明了个别者。
"Ἐν ὑποκειμένῳ δὲ λέγω ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν.1" Ἐνταῦθα τὸ ἁπλῶς συμβεβηκὸς ὑπογράφει. τὴν δὲ κατὰ μέρος αὐτοῦ ἐξάπλωσιν ἐν τῇ ἑξῆς θεωρίᾳ μαθησόμεθα.
“所谓‘在基底之中’,我指的是那在某物之中非作为部分存在,且不可能脱离其所在之物而存在者。” 在此他对无条件的偶性作了概括描述。至于对其各个部分的详细展开,我们将在接下来的理论考察中获知。
"Οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι τῇ ψυχῇ, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται." Τοῦτο τὸ παράδειγμα οὐ τῆς προσεχῶς εἰρημένης ἐστὶν ὑπογραφῆς, ἀλλὰ τοῦ ἀνωτέρω ταύτης λεχθέντος μερικοῦ συμβεβηκότος· τῷ γὰρ εἰπεῖν ἡ τὶς γραμματική τὴν μερικὴν εἰσήγαγε, τὴν ἐν Ἀριστάρχῳ, εἰ τύχοι. καλῶς δὲ τοῦτο τὸ μερικὸν συμβεβηκὸς ὁ Ἀριστοτέλης πῇ μὲν ἐν σώματι θεωρεῖ πῇ δὲ ἐν ἀσωμάτῳ· ἐν ἀσωμάτῳ μέν, ἡνίκα φησὶν ἐν ὑποκειμένῳ ἐστὶ τῇ ψυχῇ ἡ γραμματική, ἐν σώματι δέ, ἡνίκα λέγει τουτὶ τὸ λευκὸν ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι.
“例如,某种语法知识在作为基底的灵魂之中,但不被用来述说任何基底。” 这个例子并不属于方才所陈述的概括描述,而是属于在其之前所言及的个别偶性;因为通过说“某种语法知识”,他引入了个别的语法知识——设想如在阿里斯塔库斯之中的那种。亚里士多德恰当地把这种个别偶性时而在物体中、时而在非物体中进行考察:在非物体中,是他谈到语法知识在作为基底的灵魂之中时;在物体中,则是他谈到这一个白在作为基底的物体之中时。
"Τὰ δὲ καθ’ ὑποκειμένου λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν." Ἐνταῦθα τὸ καθόλου συμβεβηκός φησιν, διὰ μὲν τοῦ καθ’ ὑποκειμένου τὸ καθόλου εἰσάγων, διὰ δὲ τοῦ ἐν ὑποκειμένῳ τὸ συμβεβηκός.
“另一些既被用来述说基底,又在基底之中。” 在此他说的是普遍偶性,通过“被用来述说基底”引入了普遍者,通过“在基底之中”引入了偶性。
"Τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶ οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται." Ἐνταῦθα τὴν μερικὴν οὐσίαν φησί, διὰ μὲν τοῦ εἰπεῖν οὐ καθ’ ὑποκειμένου τὸ μερικὸν ἐμφαίνων, διὰ δὲ τοῦ οὐκ ἐν ὑποκειμένῳ τὴν οὐσίαν.
“另一些既不在基底之中,也不被用来述说任何基底。” 在此他说的是个别实体,通过说“不被用来述说基底”表明了个别者,通过“不在基底之中”表明了实体。
"Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δὲ 〈ἔνια〉 οὐδὲν κωλύει εἶναι." Καλῶς εἶπεν τὰ ἄτομα καὶ ἓν τῷ ἀριθμῷ· ἔστιν μὲν γὰρ λαβεῖν καὶ τὰ εἰδικώτατα εἴδη ἄτομα, ἃ μηκέτι δύναται τμηθῆναι καὶ σῶσαι τὸ αὐτὸ εἶδος· ταῦτα δὲ οὔκ εἰσιν ἓν τῷ ἀριθμῷ. ἵνα οὖν τὰ ἁπλῶς ἄτομα εἰσαγάγῃ, προσέθηκε καὶ τὸ ἓν ἀριθμῷ· διαφέρει γὰρ τὸ ἄτομον τοῦ μερικοῦ, διότι τὸ μὲν ἄτομον ἐπὶ ἑνὸς καὶ μόνου ὡρισμένου φέρεται, τὸ δὲ μερικὸν ἐστιν μέσον τοῦ τε καθόλου καὶ τοῦ ἀτόμου· τοῦ μὲν γὰρ ἀτόμου ἔχει τὸ καθ’ ἑνὸς φέρεσθαι,2 τοῦ δὲ καθόλου τὸ ἀορίστως ἐπὶ κοινοῦ κατηγορεῖσθαι.
“总的来说,不可分者以及数目上一者不被用来述说任何基底,但这并不妨碍[其中某些]在基底之中。” 他恰当地说了“不可分者以及数目上一者”;因为人们也可以把最底层的种当作不可分者,它们不能再被划分且保持相同的种,但这些并非数目上一者。因此,为了引入绝对意义上的不可分者,他又补充了“数目上一者”。因为不可分者不同于个别者,不可分者适用于唯一且确定的事物,而个别者则居于普遍者与不可分者之间;事实上,它从不可分者那里承接了适用于单一者的特征,从普遍者那里承接了无确定限制地作为共有者被述谓的特征。
- 7.3ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν
关系代词 ὃ 为不定式 εἶναι 的宾格主语。分词短语 μὴ ὡς μέρος ὑπάρχον 表示方式。谓语由非人称形容词 ἀδύνατον [ἐστιν] 构成,不定式短语 χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν 作其主语。前置词 χωρίς 支配属格,其宾语为名词化的关系从句 τοῦ ἐν ᾧ ἐστιν(“其所在之物”)。
- 7.7τοῦ μὲν γὰρ ἀτόμου ἔχει τὸ καθ’ ἑνὸς φέρεσθαι
τοῦ μὲν ... ἀτόμου 是表示来源或限定的属格,依附于动词 ἔχει,意为“从不可分者那里具有……(作为不可分者的特性)”。直接宾语是带冠词的不定式短语 τὸ καθ’ ἑνὸς φέρεσθαι。后半句 τοῦ δὲ καθόλου τὸ ἀορίστως ἐπὶ κοινοῦ κατηγορεῖσθαι 构成严格平行的对比结构。
