← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§44.7-45.6

通过否定规定实体的疑难与四分法的次序

奥林匹奥多罗回应了关于亚里士多德为何通过否定来规定实体的两个疑难,并解释了四种结合(普遍实体、个别偶性、普遍偶性、个别实体)得以依次论述的次序原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#2

πρὸς τοῦτό φαμεν ὅτι οὐδὲν ἄτοπον τὸ κρεῖττον πάντων ἢ καὶ τὸ χεῖρον πάντων δι’ ἀποφάσεως σημᾶναι. οὕτω γοῦν τὴν μίαν τῶν πάντων ἀρχὴν 〈δι’〉 ἀποφάσεως γνωρίζομεν, οὐδὲν ἔχοντες ταύτης κατηγορῆσαι. ἀλλὰ μὴν καὶ τὴν ὕλην αἰσχρὰν καὶ τρύγα τοῦ παντὸς οὖσαν δι’ ἀποφάσεως γνωρίζομεν. εἰ δὲ τοῦτο, οὐδὲν ἄτοπον καὶ τὴν οὐσίαν διὰ ἀποφάσεως δηλῶσαι. καὶ αὕτη μὲν μία ἀπορία καὶ ἡ λύσις αὐτῆς. ἄλλην δὲ ἀπορίαν φασὶ τοιαύτην, ὅ τι δήποτε μὴ καὶ αὐτὴν διὰ καταφάσεως ἐδήλωσεν εἰρηκὼς ὑποκείμενον καὶ ἐν ὑποκειμένῳ, ἵνα τὴν οὐσίαν καὶ τὸ συμβεβηκὸς διὰ καταφάσεως δηλώσῃ. φαμὲν ὅτι εἰκότως· ἠβουλήθη γὰρ ἀντιφατικῶς προάγειν τὸν λόγον, εἰδὼς ὡς πάντα τὰ ὄντα περιλαμβάνει καὶ οὐδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. δύο δὲ καταφάσεων ὡς ἐπίπαν ἀεὶ εὑρίσκεταί τι μεταξύ· οἷον ἐάν τις εἴπῃ τόδε τι ἢ λευκὸν ἢ μέλαν, πολλάκις ψεύδεται· δύναται γὰρ εἶναί τι μηδὲ λευκὸν μηδὲ μέλαν, ἀλλὰ φαιόν. εἰ δὲ προαγάγω τὸν λόγον λέγων ὅτι ἢ λευκόν ἐστιν ἢ οὐ λευκόν ἐστιν ἢ μέλαν ἢ οὐ μέλαν, οὐ διαμαρτάνω κατὰ τὴν ἀντίφασιν. ἀλλὰ πρὸς τοῦτο πάλιν τινὲς ἀποροῦσιν λέγοντες ὅτι διὰ καταφάσεως ἔσθ’ ὅτε πάντα τὰ ὄντα περιλαβεῖν·1 οὕτω γοῦν φαμεν ὅτι τὰ ὄντα πάντα ἢ ἀΐδιά ἐστιν ἢ φθαρτά· οὐκοῦν καὶ εἴ που πάλιν εἴπωμεν ὅτι πάντα τὰ ὄντα ἢ ὑποκείμενά ἐστιν ἢ ἐν ὑποκειμένῳ, τοῦτ’ ἔστιν ἢ οὐσία ἢ συμβεβηκότα, ἀληθεύομεν. καὶ ὅτι ἀντιφατικῶς ἐβούλετο προαγαγεῖν τὸν λόγον ὁ Ἀριστοτέλης, οὐδὲν ἧττον καὶ τοῦτο αὐτὸ ἠδύνατο ποιῆσαι καὶ διὰ καταφάσεως τὴν οὐσίαν σημᾶναι λέγων ‘τὰ μὲν οὐχ ὑποκείμενα τὰ δὲ ὑποκείμενα’. ἀλλὰ πρὸς τοῦτό φαμεν ὅτι ψευδὴς ὁ λόγος ηὑρίσκετο, εἰ εἶπεν τὴν οὐσίαν ὑποκείμενον· οὐ μόνον γὰρ ἡ οὐσία ὑπόκειται, ἀλλὰ καὶ τὰ μερικὰ συμβεβηκότα τοῖς καθόλου· τὸ γὰρ τόδε λευκὸν ὑπόκειται τῷ καθόλου λευκῷ, καὶ μὴ πρὸς σύστασιν ἀλλὰ πρὸς κατηγορίαν.2 εἰ οὖν καὶ τὰ συμβεβηκότα ὑπόκειται, οὐκ ἐδύνατο μόνην τὴν οὐσίαν ὑποκείμενον ὀνομάσαι. καὶ ταῦτα μὲν περὶ τῶν ἀποριῶν. Λοιπὸν δὲ ζητοῦσι καὶ τὴν τάξιν τῶν συζυγιῶν καὶ ζητοῦντες ταῦτά φασι· λέγουσιν γὰρ ὅτι πρώτης μὲν ἐμνήσθη τῆς καθόλου οὐσίας, ὡς τιμιωτέρας (τιμιωτέρα γάρ ἐστι, διότι καὶ κατ’ ἀμφότερά ἐστι καὶ καθόλου καὶ οὐσία), δεύτερον δὲ τοῦ μερικοῦ συμβεβηκότος, οὐχ ὡς τιμιωτέρου, ἀλλ’ ὡς ἐναντίου τῇ καθόλου οὐσίᾳ· τῶν γὰρ ἐναντίων μία ἐστὶν ἡ ἐπιστήμη. καὶ τούτου χάριν εὐθέως μετ’ αὐτὴν τούτου ἐμνημόνευσεν. τρίτον ἔταξεν τὸ καθόλου συμβεβηκός· προετίμησε γὰρ αὐτὸ ὡς καθόλου, διότι περὶ ταῦτα καταγίνονται οἱ φιλόσοφοι. εἶτα τετάρτην τάξιν ἀπένειμεν τῇ μερικῇ οὐσίᾳ· καὶ αὕτη μὲν μία αἰτία. οἱ δὲ νεώτεροι τῶν ἐξηγητῶν ἀποδιδόασι καὶ ἄλλην αἰτίαν τοιαύτην· ὅτι τούτου χάριν 〈τετάρτην〉 ἔταξεν τὴν μερικὴν οὐσίαν, ἵνα ἀπὸ οὐσίας ἀρξάμενος εἰς οὐσίαν τελευτήσῃ. τοῦτο πέρας τῆς προκειμένης ἡμῖν θεωρίας εἰς ἐξέτασιν.

对此我们说,通过否定来表明胜过万物者、抑或劣于万物者,绝非荒谬。至少我们正是通过否定来认识万物的唯一本原的,因为我们对其无可述谓。更有甚者,我们也是通过否定来认识作为丑陋者和万物渣滓的质料的。如果情况如此,那么通过否定来阐明实体也绝非荒谬。这就是一个疑难及其解决。 但他们提出了另一个诸如此类的疑难:究竟为何他没有也将它〔实体〕通过肯定来阐明,即说出“基底”与“在基底之中者”,以便通过肯定来阐明实体与偶性呢?我们说:这是合乎情理的;因为他想要以矛盾对立的方式推进论述,他知道矛盾对立包揽了一切存在者,且在矛盾对立之间没有任何中间物。然而在两个肯定之间,通常总能发现某种中间物;例如,若有人说“这个东西要么是白的要么是黑的”,他常常会犯错;因为某物完全可能既不是白的也不是黑的,而是灰的。但如果我这样推进论述说“它要么是白的要么不是白的,要么是黑的要么不是黑的”,我就绝不会依照矛盾对立而犯错。 然而对此又有人提出疑难说,有时通过肯定也能包揽一切存在者;至少我们这样说:“一切存在者要么是永恒的,要么是可毁灭的”。因此,即使我们在某处再说“一切存在者要么是基底,要么在基底之中,即要么是实体要么是偶性”,我们说的也是真话。况且即使亚里士多德想要以矛盾对立的方式推进论述,他也完全同样能够做到这一点,并通过肯定来表明实体,只要说“有些不是基底,而有些是基底”即可。但对此我们说,如果他称实体为“基底”,这个论述就会被发现是虚假的;因为不仅实体作为基底存在,而且个别偶性也作为基底存在于普遍者之下;因为这一个白就是普遍的白的基底,而且这不是就构成而言,而是就述谓而言。因此,如果偶性也是基底,他就不能把唯独实体命名为“基底”。以上就是关于这些疑难的讨论。 此外,他们还探究这些结合的次序,并在探究时这样说:他们说,他首先提及普遍实体,是因其更为尊贵(它确实更为尊贵,因为它在普遍与实体这两方面都是如此);但其次提及个别偶性,并非因其更为尊贵,而是因其与普遍实体相对立;因为对立面的知识是同一种。正是为此缘故,他紧随其后提及了它。第三他安排了普遍偶性;因为他因其作为普遍者而看重它,毕竟哲学家们正是致力于这些事情。随后他将第四个位置赋予了个别实体。这是一个原因。但较晚近的注释家们还给出了另一个诸如此类的原因:他之所以将个别实体排在第四,是为了从实体开始并以实体告终。这就是摆在我们面前供考察的思考的终结。

语法注2 条
  1. 6.1διὰ καταφάσεως ἔσθ’ ὅτε πάντα τὰ ὄντα περιλαβεῖν

    不定词 περιλαβεῖν 要么是在由 λέγοντες ὅτι 引导的间接引语中省略了表示可能的无人称动词(如 ἔξεστι),要么是 ἔσθ’ ὅτε(“有时”,源自 ἔστιν ὅτε)本身带有了情态含义(“有时可以……”)直接支配不定词。

  2. 6.1καὶ μὴ πρὸς σύστασιν ἀλλὰ πρὸς κατηγορίαν

    承接前文 ὑπόκειται、对作为基底的方式进行限定的省略短语(“而且这并非为了构成,而是……”)。由于对主句陈述附加了情态或条件性的限定,故否定词使用了 μή 而非 οὐ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:44.7-45.6