← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§43.2-44.7

通过基底表述对存在者的四分法

奥林匹奥多罗探讨了亚里士多德在《范畴篇》第2章(1a20)中通过“在基底之中/不在基底之中”和“就基底而被说/不就基底而被说”将存在者划分为四类(普遍/个别实体与偶性)的作法,并考察了注释家们关于亚里士多德为何采用这些晦涩名称所产生的疑难与解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#1

" Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου 〈τινὸς〉 λέγεται." Συμπληρώσας ὁ Ἀριστοτέλης τὴν περὶ τῶν φωνῶν διδασκαλίαν καὶ τὴν τούτων διαίρεσιν παραδεδωκώς, τρέπεται λοιπὸν ἐνταῦθα ἐπ’ αὐτὴν τὴν διαίρεσιν τῶν πραγμάτων καὶ διαιρεῖ τὰ ὄντα εἰς οὐσίαν καὶ συμβεβηκὸς καὶ εἰς καθόλου καὶ μερικόν. δύο τοίνυν οὐσῶν ἀντιθέσεων, καθόλου καὶ μερικοῦ, οὐσίας καὶ συμβεβηκότος, ἓξ ἅπασαι γίνονται συμπλοκαί, ὧν αἱ μὲν δύο ἀσύστατοί εἰσι αἱ τὰ ἐναντία εἰσάγουσαι, οἷον ἡ λέγουσα τὸ αὐτὸ εἶναι καθόλου καὶ μερικὸν καὶ οὐσίαν καὶ συμβεβηκός, αἱ δὲ τέσσαρες συνίστανται, καθόλου οὐσία, μερικὴ οὐσία, καθόλου συμβεβηκός, μερικὸν συμβεβηκός. ἀλλ’ εἰ μὲν οὕτως ἦν εἰρηκὼς ὁ φιλόσοφος, πραγμάτων ἂν ἡμᾶς ἀπήλλαττεν,1 ἐπειδὴ δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ ξέναις φωναῖς ἐχρήσατο, πράγματα παρέσχε τοῖς ἐξηγηταῖς· καλεῖ γὰρ τὴν μὲν οὐσίαν οὐκ ἐν ὑποκειμένῳ, διότι ἡ οὐσία αὐθυπόστατος οὖσα οὐ δέεταί τινος πρὸς ὕπαρξιν, τὸ δὲ συμβεβηκὸς ἐν ὑποκειμένῳ, διότι τὸ συμβεβηκός, οἷον τὸ θερμόν, τὸ ψυχρόν, τὸ λευκόν, ἐν ὑποκειμένῳ ἔχει τὸ εἶναι τῇ οὐσίᾳ καὶ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου ὡς κατά τινος ἀγορευόμενον, οἷον ἄνθρωπος κατὰ Πλάτωνος, Σωκράτους, Ἀλκιβιάδου. τὸ δὲ μερικὸν καλεῖ οὐ καθ’ ὑποκειμένου, διότι μὴ κατά τινος κατηγορεῖται, ὡς τὰ ἄτομα· κατά τινος γὰρ ἔχει ταῦτα κατηγορηθῆναι; συμπλέκων οὖν τὰ ὀνόματα ταῦτα καλέσαις2 τὴν καθόλου οὐσίαν καθ’ ὑποκειμένου οὐκ ἐν ὑποκειμένῳ, καθ’ ὑποκειμένου μὲν ὡς καθόλου, οὐκ ἐν ὑποκειμένῳ δὲ ὡς οὐσίαν, τὴν δὲ μερικὴν οὐσίαν καλέσαις οὐ καθ’ ὑποκειμένου οὐκ ἐν ὑποκειμένῳ, οὐ καθ’ ὑποκειμένου μὲν ὡς μερικήν, οὐκ ἐν ὑποκειμένῳ δὲ ὡς οὐσίαν. πάλιν δὲ τὸ καθόλου συμβεβηκὸς καλέσαις καθ’ ὑποκειμένου ἐν ὑποκειμένῳ, καθ’ ὑποκειμένου μὲν ὡς καθόλου, ἐν ὑποκειμένῳ δὲ ὡς συμβεβηκός, τὸ δὲ μερικὸν συμβεβηκὸς καλέσαις οὐ καθ’ ὑποκειμένου ἐν ὑποκειμένῳ, οὐ καθ’ ὑποκειμένου μὲν ὡς μερικόν, ἐν ὑποκειμένῳ δὲ ὡς συμβεβηκός. Ἀλλὰ τοιαύταις φωναῖς χρησάμενος ἀπορίαν ἐκίνησεν τοῖς ἐξηγηταῖς, τί δήποτε ἀσαφέσιν ὀνόμασιν ἐχρήσατο, δυνάμενος καλέσαι ταῦτα οὐσίαν, συμβεβηκός, καθόλου καὶ μερικόν. καὶ λέγουσι τούτου τινὲς μίαν μὲν αἰτίαν ταύτην· ὅτι τούτου χάριν ἀσαφῶς ταῦτα εἶπεν, ὅπως μὴ βατὴν ποιήσῃ πᾶσι τὴν οἰκείαν φιλοσοφίαν, ἀλλ’ ὥσπερ ἐν τοῖς ἱεροῖς τὰ παραπετάσματα ἔστιν εὑρεῖν καὶ τοῖς ποιήμασι τοὺς μύθους, οὕτω καὶ ἐνταῦθα ἡ ἀσάφεια αὐτῷ ἐπινενόηται. καὶ αὕτη μὲν πρώτη αἰτία. δευτέρα δέ ἐστιν αἰτία αὕτη, ἡ λέγουσα ὅτι τούτου χάριν ἐχρήσατο τοιαύταις φωναῖς, διότι ὑπογραφικῶς τὴν φύσιν ἑκάστου ἐδήλωσεν· ἔστι δὲ καὶ τρίτη αἰτία, ἣ λέγουσι ὅτι3 δικαίως προήγαγεν τὸν λόγον ἀντιφατικῶς, ἐπειδὴ μηδὲν ἐκφεύγει τὴν ἀντίφασιν· ἀντίφασις δέ ἐστι μάχη καταφάσεως καὶ ἀποφάσεως, τὸ ναί ἢ τὸ οὔ σημαίνουσα. ἀλλὰ πάλιν ἀποροῦσιν λέγοντες ὅτι εἰ τιμιωτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων καὶ ἡ κατάφασις τῆς ἀποφάσεως, διὰ τί μὴ ἐδήλωσεν ὁ Ἀριστοτέλης τὴν μὲν οὐσίαν διὰ καταφάσεως ὡς τιμιωτέραν, τὸ δὲ συμβεβηκὸς διὰ ἀποφάσεως ὡς ἀτιμότερον.

“在存在者中,有些是就[某个]基底而被说的。” 亚里士多德在完成了关于声音的讲授并传授了对它们的划分之后,在此便转向事物本身的划分,将存在者划分为实体与偶性,以及普遍与个别。于是,由于存在普遍与个别、实体与偶性这两组对立,总共便产生六种结合,其中两种因引入对立项而不能成立,比如主张同一事物既是普遍又是个别、既是实体又是偶性的结合;而四种则能够成立,即普遍实体、个别实体、普遍偶性、个别偶性。然而,这位哲学家若是这样说了,本可以免除我们的麻烦,但他并未这样说,而是使用了奇特的字眼,从而给注释家们带来了麻烦;因为他称实体为“不在基底之中的”,这是由于实体作为自立者,其存在不需要任何东西;而称偶性为“在基底之中的”,这是由于偶性(如热、冷、白)的存在是在基底即实体之中,且不可能脱离它所在的东西而存在;又称普遍为“就基底而被说的”,这是由于它是就某物而被宣述的,正如“人”就柏拉图、苏格拉底、阿尔喀比亚德而被说一样。而他称个别为“不就基底而被说的”,这是由于它不就某物被述谓,正如个体事物那样;因为这些事物难道还能就某物被述谓吗?因此,将这些名称结合起来,人们便可称普遍实体为“就基底而被说且不在基底之中者”——就普遍而言是“就基底”,就实体而言是“不在基底之中”;也可称个别实体为“不就基底而被说且不在基底之中者”——就个别而言是“不就基底”,就实体而言是“不在基底之中”。再者,人们也可称普遍偶性为“就基底而被说且在基底之中者”——就普遍而言是“就基底”,就偶性而言是“在基底之中”;也可称个别偶性为“不就基底而被说且在基底之中者”——就个别而言是“不就基底”,就偶性而言是“在基底之中”。 然而,他使用了这样的字眼,便在注释家们当中引发了疑难:既然他完全能够称这些为实体、偶性、普遍与个别,究竟为何使用了不清晰的名称?对此有人说出的一个原因是:他为了这个缘故而不清晰地说了这些,好使自己的哲学不至于成为对所有人都是容易涉足的,而是正如在神庙中可以见到帷幕、在诗作中可以见到神话一样,不清晰性在此也是由他有意构想出来的。这是第一个原因。第二个原因则是说,他为了这个缘故而使用了这样的字眼,是因为他描述性地表明了每一者的本性。还有第三个原因,他们说,他合乎情理地以矛盾对立的方式推进了论述,因为没有任何东西能够逃脱矛盾对立;而矛盾对立乃是肯定与否定的交锋,意指“是”或“否”。但是他们又提出疑难说:如果实体比偶性更尊贵,肯定比否定更尊贵,为什么亚里士多德没有把实体作为更尊贵者通过肯定来表明,把偶性作为较不尊贵者通过否定来表明呢?

语法注3 条
  1. 6.1εἰ μὲν οὕτως ἦν εἰρηκὼς ὁ φιλόσοφος, πραγμάτων ἂν ἡμᾶς ἀπήλλαττεν

    非真实条件句(与过去事实相反的假想)。条件从句使用迂回过去完成时(ἦν εἰρηκώς),主句使用未完成过去时直陈式(ἀπήλλαττεν)加 ἄν,表示未曾实现的后果(“本可以免除我们的麻烦”)。此外,这里的 πραγμάτων(麻烦、烦难)与后文的“给注释家们带来了麻烦(πράγματα παρέσχε)”构成了修辞上的呼应与双关。

  2. 6.1καλέσαις

    不带 ἄν 的第二人称单数祈愿式,针对泛指的读者表示潜在可能(“人们便可称……/你或可称……”)。在学术性论说文体中,这种用法充当委婉的推论或允许表达,引导读者根据既有逻辑得出相应的称谓。

  3. 6.1ἔστι δὲ καὶ τρίτη αἰτία, ἣ λέγουσι ὅτι

    关系代名词 ἣ 在性与格(主格)上与先行词 τρίτη αἰτία 一致,但它并非后接谓语动词 λέγουσι 的主语。该句构成了破格语法(句式杂糅),相当于“还有人们所说的第三个原因,即……”,其具体内容由随后的 ὅτι 从句展开说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:43.2-44.7