← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§41.33-42.35

所言者结合与非结合的区分

奥林匹奥多罗探讨了“所言者”关于伴随结合与无结合的划分,阐明了哲学家与文法学家在此判断标准上的差异以及优先列出结合者的理由,并解释了在1a19的字句中亚里士多德连续排列名称与动词的用意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.5#2

μέσον δὲ ἀμφοτέρων νοήματά ἐστι· τῶν γὰρ ἄκρων νοουμένων συναναφαίνονται τὰ νοήματα.1 Ἀλλ’ ἐπειδὴ ταῦτα οὕτως εἴρηται, ἔλθωμεν λοιπὸν καὶ ἐπὶ τὴν διαίρεσιν τῶν λεγομένων. διαιρεῖται τοίνυν τὰ λεγόμενα εἰς τὰ κατὰ συμπλοκὴν καὶ ἄνευ συμπλοκῆς.2 ἄνευ μὲν οὖν συμπλοκῆς καλεῖται τὰ πραγμάτων δηλωτικά, οἷον Σωκράτης, Πλάτων, τρέχει, νικᾷ, ποιεῖν, πάσχειν, μετὰ δὲ συμπλοκῆς οἷον ‘Πλάτων περιπατεῖ’, ‘Σωκράτης ἀναγινώσκει’ καὶ ὅσα τοιαῦτα. ταῦτα μὲν οὖν ἐστι τὰ ἄνευ συμπλοκῆς καὶ τὰ μετὰ συμπλοκῆς. ἰστέον δὲ ὅτι ἕτερα λέγουσιν οἱ γραμματικοὶ μετὰ συμπλοκῆς καὶ ἄνευ συμπλοκῆς καὶ ἕτερα οἱ φιλόσοφοι· οἱ μὲν γὰρ γραμματικοὶ τῇ φωνῇ προσέχουσι καὶ οὐ τῷ σημαινομένῳ, οἱ δὲ φιλόσοφοι [τοῖς πράγμασι] τῷ σημαινομένῳ. οὕτω γοῦν τὴν Κόρακος πέτραν καὶ τὸν Ἄρειον πάγον (τοῦτο δέ ἐστι δικαστήριον ἐν Ἀθήναις) καὶ τὸ ζῷον λογικὸν θνητὸν οἱ μὲν γραμματικοὶ μετὰ συμπλοκῆς αὐτὰ λέγουσιν, διότι πολλὰς λέξεις ἔχουσι, οἱ δὲ φιλόσοφοι ἄνευ συμπλοκῆς, διότι ἑνὸς πράγματός ἐστι δηλωτικά. ὁμοίως καὶ ὅσα λέγουσιν οἱ γραμματικοὶ ἄνευ συμπλοκῆς, οἱ φιλόσοφοι μετὰ συμπλοκῆς, ὡς ἐπὶ τοῦ τρέχω καὶ τοῦ κάμνω· ταῦτα γάρ, ἅτε δὴ ἔχοντα συνυπακουόμενον τὸ ἐγώ, εἰκότως ἂν λεχθείη μετὰ συμπλοκῆς. ταῦτα μὲν οὖν περὶ τούτων. ἓν δὲ ἔτι προσθεὶς καταπαύσομαι τὴν παροῦσαν θεωρίαν· ζητῆσαι γὰρ ἄξιον τί δήποτε ποιούμενος τὴν διαίρεσιν τῶν λεγομένων προετίμησεν τὰ κατὰ συμπλοκὴν τῶν ἄνευ συμπλοκῆς. λέγομεν τοίνυν ὅτι τοῦτο πεποίηκεν διὰ δύο τινὰς αἰτίας· ἢ διὰ τὸ γνώριμα εἶναι ταῦτα ἡμῖν μᾶλλον, εἴ γε τὰ σύνθετα τῶν ἁπλῶν ἐστι γνώριμα μᾶλλον ἡμῖν, ὡς δηλοῖ ὁ ἄνθρωπος σύνθετος ὢν καὶ μᾶλλον ἡμῖν γινωσκόμενος τῶν ἁπλῶν, ἤγουν τῶν τεσσάρων στοιχείων. ἢ ἐπειδὴ μέλλει διαιρεῖν ταῦτα τὰ ἄνευ συμπλοκῆς εἰς τὰς δέκα κατηγορίας καὶ σὺν θεῷ ἄρξασθαι τῆς τούτων θεωρίας. ἵνα οὖν τὸ πέρας τῆς διαιρέσεως ἀρχὴ γένηται τῆς διδασκαλίας, τοιαύτῃ τάξει ἐχρήσατο. ἔστι δὲ καὶ ἄλλο εἰπεῖν· ἰστέον ὅτι ὡς ἐν διαιρέσει ἐστὶ τὰ λεγόμενα, ἐν δὲ ταῖς διαιρέσεσιν ὅθεν ἄν τις ἄρξηται, ἀδιάφορόν ἐστιν, ὡς ἔχει ἐπὶ τοῦ ζῴου· λέγομεν γὰρ ὅτι τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον. ὁμοίως πάλιν φαμὲν τοῦ ζῴου τὸ μὲν ἄλογον τὸ δὲ λογικόν, καὶ ἐν οὐδετέρᾳ διαιρέσει ἔβλαψα τὸ πρᾶγμα. ἔστι δὲ καὶ ἄλλην αἰτίαν εἰπεῖν τούτου· ἰστέον τοίνυν ὅτι φύσει πρώτη ἐστὶν ἡ κατάφασις τῆς ἀποφάσεως· μιμοῦνται δὲ τὰ μὲν κατὰ συμπλοκὴν τὴν κατάφασιν, τὰ δὲ ἄνευ συμπλοκῆς τὴν ἀπόφασιν. εἰ δὲ τοῦτο, ὅσῳ ἐστὶ τιμιωτέρα κατάφασις ἀποφάσεως, τοσούτῳ καὶ τὰ μετὰ συμπλοκῆς τῶν ἄνευ συμπλοκῆς τιμιώτερα ἔσται.

而在两者之间存在着思想;因为当两极被思想时,思想便随之一同显现。然而,既然这些事情已如此阐明,我们接下来也进入对所言者的划分。于是,所言者被划分为有结合者与无结合者。因而,无结合者被称为表明事物者,如“苏格拉底”、“柏拉图”、“跑”、“获胜”、“施动”、“承受”;而伴随结合者,如“柏拉图散步”、“苏格拉底阅读”,以及凡是诸如此类者。这些便是无结合者与伴随结合者。但应当知道,文法学家所说的“伴随结合”与“无结合”是一回事,而哲学家所说的则是另一回事;因为文法学家关注声音而不关注所指,哲学家则关注所指。总之,像“乌鸦之岩”与“阿雷奥帕戈斯”(这是雅典的一个法庭)以及“有理性的会死的动物”:文法学家因它们含有多个词语而称它们为伴随结合者,哲学家则因它们表明单一事物而称它们为无结合者。同样,凡是文法学家说成无结合的,哲学家却说成伴随结合,如在“[我]跑”和“[我]疲劳”的场合;因为这些词由于暗含着连带理解的“我”,便可合理地被说成是伴随结合者。关于这些事情就到此为止。但我再补充一点,便结束当前的考察;因为值得探究的是,〔亚里士多德〕在进行所言者的划分时,究竟为何将有结合者置于无结合者之前。于是我们说,他这样做是由于两个原因:要么是因为这些对我们而言更为可知——假若复合者确实比单纯者对我们而言更为可知的话,正如人作为复合者且比单纯者(即四大元素)对我们而言更被认识所显明的那样;要么是因为他将要把这些无结合者划分为十个范畴,并在神的庇佑下开始对它们的考察。因此,为了使划分的终点成为教学的起点,他采用了这样的顺序。但也可以提出另一种说法:应当知道,所言者宛如处于划分之中,而在划分中,无论人从何处开始都是无关紧要的,正如在动物的情况中所表现的那样;因为我们说动物有些是有理性的,有些是无理性的。同样,我们又说动物有些是无理性的,有些是有理性的,在任何一种划分中我都没有损害事情本身。然而对此还可以说出另一个原因:于是应当知道,肯定在本性上优先于否定;而有结合者模仿肯定,无结合者模仿否定。若是如此,肯定比否定尊贵多少,伴随结合者也就会比无结合者尊贵多少。

§5.6

"Οἷον ἄνθρωπος, βοῦς, τρέχει, νικᾷ." Θαυμασίως ὁ Ἀριστοτέλης τὰ ὀνόματα ἐφεξῆς τέθηκεν καὶ τὰ ῥήματα· εἶπεν γὰρ ὁ ἄνθρωπος, βοῦς, εἶθ’ οὕτως τρέχει, νικᾷ, ἵνα μὴ εἰρηκὼς οἷον ‘ἄνθρωπος τρέχει’ ὑπολάβῃ τις αὐτὸν πάλιν τὸ μετὰ συμπλοκῆς παράδειγμα εἰπεῖν.3 τοῦτο πέρας τῆς προκειμένης διαιρέσεως ἤτοι τῶν λεγομένων.

“例如人、牛、跑、获胜。” 令人赞叹的是,亚里士多德将名称连续排列,并将动词连续排列;因为他说了“人”、“牛”,然后这样说了“跑”、“获胜”,以免有人因他说出如“人跑”这样的例子,而假定他又在陈述伴随结合的例子。这就是摆在面前的划分、即所言者划分的终点。

语法注3 条
  1. 5.5τῶν γὰρ ἄκρων νοουμένων συναναφαίνονται τὰ νοήματα.

    τῶν ἄκρων νοουμένων 是独立属格(表时间或条件);“两极”(ἄκρα)指前文对立讨论的“声音”(φωνή)与“事物”(πρᾶγμα)。主句主语 τὰ νοήματα 搭配动词 συναναφαίνονται,说明在思想这两极时,思想本身作为中介一同显现。

  2. 5.5ταῦτα γάρ, ἅτε δὴ ἔχοντα συνυπακουόμενον τὸ ἐγώ, εἰκότως ἂν λεχθείη μετὰ συμπλοκῆς.

    ἅτε δή 与修饰主语 ταῦτα(如 τρέχω 和 κάμνω)的分词 ἔχοντα 连用,表示客观理由(“鉴于……具有……”)。主句 εἰκότως ἂν λεχθείη 采用 ἄν 搭配祈愿语气表示潜在可能(“理可被说成……”)。συνυπακουόμενον 处于 τὸ ἐγώ 的表语位置,表示第一人称代词“我”作为“连带理解的成分”存在。

  3. 5.6ἵνα μὴ εἰρηκὼς οἷον ‘ἄνθρωπος τρέχει’ ὑπολάβῃ τις αὐτὸν πάλιν τὸ μετὰ συμπλοκῆς παράδειγμα εἰπεῖν.

    在 ἵνα μή 引导的目的从句中,谓语动词是虚拟式 ὑπολάβῃ,主语为不定代词 τις。分词 εἰρηκώς 的逻辑主语是亚里士多德而非 τις,作情况状语(“以免由于他说了……而使得有人……”)。αὐτὸν ... εἰπεῖν 是由 ὑπολάβῃ 统辖的宾格带不定式结构(“假定他在陈述……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:41.33-42.35