- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:40.14-41.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁解释了派生名者的定义(1a12),阐明其语句如何对应派生名者的四项标准,并对比了哲学家与文法学家对“词尾(格)”的理解。随后他转入对所言者的划分(1a16),论证扬布里柯关于《范畴篇》宗旨(兼关声音、思想与事物)的主张在这项划分以及后续对存在者的划分中皆有体现。
" Παρώνυμα λέγεται ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει." Τεσσάρων ὄντων χαρακτηριστικῶν τῶν παρωνύμων, κοινωνίας ὀνόματος καὶ διαφορᾶς ὀνόματος, κοινωνίας πράγματος καὶ διαφορᾶς πράγματος, ὁ Ἀριστοτέλης διὰ ταύτης τῆς ῥήσεως ᾐνίξατο τῶν τεσσάρων·1 διὰ μὲν γὰρ τοῦ εἰπεῖν ἀπό τινος ἐσήμανεν ἡμῖν τὴν κοινωνίαν τοῦ πράγματος καὶ τὴν διαφοράν· τὰ γὰρ ἀπό τινος προελθόντα ἀνάγκη καὶ κοινωνεῖν καὶ διαφέρειν τούτου, ἐξ οὗ ἐστιν. διὰ δὲ τοῦ εἰπεῖν διαφέροντα τῇ πτώσει ἐσήμανεν ἡμῖν τὴν ὀνομάτων διαφοράν, διὰ δὲ τοῦ εἰπεῖν τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει ἐδήλωσεν τὴν τοῦ ὀνόματος κοινωνίαν· εἰ γὰρ τῇ πτώσει διαφέρει, δῆλον ὅτι τοῖς ἄλλοις τοῖς περὶ τὴν πτῶσιν οὐ διοίσει. πτῶσιν δὲ καλοῦσιν οἱ φιλόσοφοι οὐ τὸ σημαινόμενον παρὰ τοῖς γραμματικοῖς, οἷον ὥς φαμεν ἐκπίπτειν ἐξ ἑτέρου εἰς ἕτερον· οἱ γὰρ γραμματικοὶ διαφορὰν πτώσεως λέγουσι τὴν ἐναλλαγήν, εἰ τύχοι, τῆς γενικῆς εἰς τὴν δοτικὴν ἢ τὴν τῆς δοτικῆς εἰς τὴν αἰτιατικήν, οἱ δὲ φιλόσοφοι τούτοις τοῖς σημαινομένοις χαίρειν εἰπόντες2 πτῶσιν καλοῦσι τὴν τελευταίαν συλλαβὴν τῆς λέξεως παρὰ τὸ ἐκεῖσε πίπτειν τὸ σημαινόμενον τοῦ ὀνόματος.
“凡是源于某物而在词尾上相异、依其名称具有称谓的,皆被称为派生名者。” 派生名者的特征标志有四点,即名称的共通与名称的差异、事物的共通与事物的差异,亚里士多德通过这句陈述暗指了这四点。因为通过说“源于某物”,他向我们表明了事物的共通与差异;因为源于某物产生出来的东西,必然既共通于亦相异于它所由来的那物。而通过说“在词尾上相异”,他向我们表明了名称的差异;通过说“依其名称具有称谓”,他显明了名称的共通。因为如果它在词尾上相异,显然它在关乎词尾的其他方面便不会相异。然而哲学家们所谓的“词尾”,并非文法学家那里所指的意思,正如我们所说从一者落入另一者那样;因为文法学家将词尾的差异说成是例如属格向与格的转换,或与格向宾格的转换,而哲学家们向这些意义告别,将词语的末尾音节称为词尾,这是由于名称所指的事物落入彼处之故。
"Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ." Μέχρι τούτων παραγαγὼν ὁ Ἀριστοτέλης τὸν λόγον τὸν περὶ τῶν ὁμωνύμων, συνωνύμων καὶ παρωνύμων, τρέπεται καὶ ἐπὶ τὴν διαίρεσιν τῶν λεγομένων, τοῦτ’ ἔστι τῶν φωνῶν τῶν σημαινουσῶν τὰ πράγματα. καὶ σημειωτέον ὅτι οὐ μάτην εἶπεν τῶν λεγομένων, καὶ οὐκ εἶπεν μᾶλλον τῶν φωνῶν· οἶδεν γὰρ ὅτι αἱ φωναὶ οὐ πάντως εἰσὶ καὶ σημαντικαί τινος πάντοτε, ἀλλὰ ποτὲ μὲν σημαντικαὶ, καὶ ἔναρθροι, ὡς τὰ ὀνόματα καὶ τὰ ῥήματα, ποτὲ 〈δὲ〉 ἄσημοι καὶ ἄναρθροι, ὡς οἱ ψόφοι. τὸ δὲ λέγειν κατά τινος πάντως πράγματος φέρεται· οὐκοῦν ἐπείγεται ἐπὶ τὴν διαίρεσιν τῶν φωνῶν τῶν σημαινουσῶν τὰ πράγματα. εἶτα δεδιώς, ἵνα μή τις ὑπολάβῃ αὐτὸν περὶ φωνῶν μόνων διαλαμβάνοντα, τρέπεται καὶ ἐπὶ τὴν διαίρεσιν τῶν ὄντων, τοῦτ’ ἔστιν τῶν πραγμάτων, καὶ λέγει ὅτι τῶν ὄντων τὰ μέν ἔστιν οὐσίαι τὰ δὲ συμβεβηκότα τὰ δὲ καθόλου τὰ δὲ μερικά. καὶ δυνατὸν μὲν ὑπῆρχεν ἡμᾶς καὶ ἀπὸ τῆς μιᾶς διαιρέσεως δεῖξαι τὸν σκοπὸν τὸν Ἰαμβλίχειον,3 ὅτι περὶ φωνῶν καὶ πραγμάτων διὰ μέσων νοημάτων ἐνταῦθα διαλέγεται ὁ Ἀριστοτέλης, ἀλλ’ αὐτὸς τοῦτο εὐλαβήθη, ὡς εἴρηται, ἵνα μὴ ἐν ὑπονοίᾳ γένηται ὅτι μόνον περὶ φωνῶν παραδίδωσι τὴν διαίρεσιν, τῶν πραγμάτων σαφῶς κηρυττόντων ὅτι περὶ φωνῶν καὶ πραγμάτων ἐστὶν αὐτῷ ὁ λόγος διὰ μέσων νοημάτων. οὕτω μὲν οὖν αὐτὸς τὸν οἰκεῖον σκοπὸν ἀπεφήνατο. ἡμῖν δὲ ἐξὸν καὶ ἐξ ἑκατέρας διαιρέσεως δεῖξαι ὅτι περὶ τῶν τριῶν ἐστιν αὐτῷ ὁ λόγος. ἐκ μὲν οὖν τῆς διαιρέσεως τῶν φωνῶν οὕτως· πρῶτον μὲν ἐκ τοῦ εἰπεῖν αὐτὸν τῶν λεγομένων· τὰ γὰρ λεγόμενα ἀναφέρεται κατὰ φωνῶν, ὡς ἐπὶ τοῦ σολοικίζοντος, ἀλλὰ δὴ καὶ κατὰ πραγμάτων, ὡς ἐπὶ τῶν ψευδομένων, ὁμοίως καὶ κατὰ νοημάτων, ὡς ὅταν λέγωμεν κακῶς εἰπεῖν τὸν ἠλίθιον τὴν ἔννοιαν αὐτοῦ μεμφόμενοι. δεύτερον ἐκ τοῦ διαιρεῖν αὐτὸν τὰ λεγόμενα καὶ μὴ τὰ λέγοντα· λέγουσι μὲν γὰρ αἱ φωναί, λέγονται δὲ τὰ πράγματα· ὥστε ταῖς φωναῖς συνανέμιξε τὰ πράγματα. οὐ μὲν οὖν καὶ ἀπὸ τῆς παρούσης διαιρέσεως4 δυνατὸν ἦν ἡμᾶς δεῖξαι τὸν σκοπὸν Ἰαμβλίχου, οὐδὲν δὲ ἧττον καὶ ἀπὸ τῆς μελλούσης λέγεσθαι διαιρέσεως τῶν λεγομένων, ἐν ᾗ φησι τὰ ὄντα ἢ οὐσίας εἶναι ἢ συμβεβηκότα ἢ καθόλου ἢ μερικά· διὰ μὲν γὰρ τῆς οὐσίας καὶ τοῦ συμβεβηκότος τὰ πράγματα ἐνδείκνυται, διὰ δὲ τοῦ καθόλου καὶ τοῦ μερικοῦ τὰς φωνὰς δηλονότι· καθόλου γάρ εἰσι τὰ κατὰ πλειόνων κατηγορούμενα, μερικὰ δὲ τὰ κατὰ τινῶν κατηγορούμενα. τὸ δὲ κατηγορεῖσθαι φωνῶν ἐστιν ἴδιον· δῆλον οὖν κἀνταῦθα ὅτι τῇ τῶν πραγμάτων διαιρέσει συνέμιξε τὰς φωνάς.
“在所言者之中,有些是以结合而被述说的,有些则是无结合的。” 亚里士多德将关于同名异义者、同义者和派生名者的论述引导至此,进而转向对所言者、即表示事物之声音的划分。并且应当注意,他并非徒然地说“在所言者之中”而没有宁可说“在声音之中”;因为他知道,声音并不必然总是表示某种事物,而是有时具有表示性且有发音关节(如名称和动词),有时则无意义且无发音关节(如杂音)。然而“述说”则必然指向某种事物;因此,他正着手对表示事物之声音进行划分。随后,由于担心有人假定他仅仅在论述声音,他也转向对存在者、即事物的划分,并且说存在者中有些是实体,有些是偶性,有些是普遍者,有些是个别者。虽然我们原本也有可能仅从单一的划分就证明扬布里柯的目标——即亚里士多德在此是通过中介的思想来探讨声音与事物——但他本人如前所述对此心存顾虑,唯恐陷入他在仅仅传授关于声音之划分的猜疑中,尽管事物本身已清楚宣告他的论述是通过中介的思想关乎声音与事物的。因此,他本人就这样阐明了自己的目标。但我们也可以从这两重划分中的每一者来证明他的论述是关乎这三者的。首先,从声音的划分来看是如此:第一,源于他自己说“在所言者之中”;因为“所言者”不仅施加于声音(如针对造出语病的人),而且确实也施加于事物(如针对说谎的人),同样也施加于思想(如当我们指责愚人概念拙劣而说他言说得很糟时)。第二,源于他划分的是被述说之物,而非述说之物;因为述说的是声音,而被述说的是事物;因此他将事物与声音交织在一起。不仅我们有可能从当前的划分中表明扬布里柯的目标,而且绝不亚于此地,亦能从后文将要述说的所言者的划分中表明这一点,在那一划分中他说存在者要么是实体,要么是偶性,要么是普遍者,要么是个别者;因为通过实体与偶性他指明了事物,而通过普遍者与个别者显然指明了声音。因为普遍者乃是就多数而被述说的,个别者则是就某些特定者而被述说的。然而被述说乃是声音的本有特性;因此在这里也显然可见,他在事物的划分中交织进了声音。
- 5.4ᾐνίξατο τῶν τεσσάρων
动词 αἰνίσσομαι 通常支配宾格,此处则支配了属格 τῶν τεσσάρων。这在句法上作为部分属格,或表示所暗指的对象及领域的属格发挥功能。
- 5.4τούτοις τοῖς σημαινομένοις χαίρειν εἰπόντες
由 χαίρειν λέγω 加与格构成的固定熟语,意为“向……告别”、“弃绝/不予理会……”。它表达了哲学家们将文法学者关于格狭隘的专业定义置之不理的态度。
- 5.5δυνατὸν μὲν ὑπῆρχεν ἡμᾶς καὶ ἀπὸ τῆς μιᾶς διαιρέσεως δεῖξαι τὸν σκοπὸν τὸν Ἰαμβλίχειον
非人称表达 δυνατὸν ὑπῆρχεν(“原本是可能的”)与带宾格的不定式结构(ἡμᾶς δεῖξαι)相连。小词 μέν 与下文的 ἀλλ’ αὐτὸς τοῦτο εὐλαβήθη(“但他本人对此心存顾虑”)相呼应,构成了注释者在理论上可以展现的论证与亚里士多德本人的谨慎考虑之间的对比。
- 5.5οὐ μὲν οὖν καὶ ἀπὸ τῆς παρούσης διαιρέσεως δυνατὸν ἦν ἡμᾶς δεῖξαι τὸν σκοπὸν Ἰαμβλίχου, οὐδὲν δὲ ἧττον καὶ ἀπὸ τῆς μελλούσης λέγεσθαι διαιρέσεως
οὐ μὲν ... οὐδὲν δὲ ἧττον ... 构成的相关结构,意为“不仅我们有可能从当前的划分中表明……,而且绝不亚于此地,亦能从后文将要述说的划分中表明”。否定词 οὐ 统摄整个 μέν 分句,起到了相当于 οὐ μόνον(“不仅”)的作用。
