← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§39.15-40.13

派生名者的例证及其在四分法中的定位

奥林匹奥多罗借助“文法家”与“文法”的例证阐明了派生名者的四项条件,随后处理了关于此前事物四分法未纳入派生名者的疑难,并提出将其归入异名者之下,以及将其确立为同义者与异名者之中间物的双重解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.3#2

γραμματικὸς δὲ καὶ γραμματικὴ παρώνυμα ἂν λεχθείη ταῦτα εἰκότως, ἐπειδὴ ἐν τούτοις θεωροῦνται τὰ εἰρημένα τέσσαρα· ἔστι μὲν γὰρ κοινωνία ὀνόματος ἐν τούτοις, καθὸ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός, ἔστι δὲ καὶ διαφορὰ ὀνόματος (ὁ μὲν γὰρ εἰς κος λήγει ἡ δὲ εἰς κη), ἔστι δὲ καὶ κοινωνία πράγματος, καθὸ ὁ τῆς γραμματικῆς μετέχων γραμματικὸς λέγεται, ἔστι δὲ καὶ διαφορὰ πράγματος, ᾗ γε τὸ μὲν μετέχει, τὸν γραμματικόν φημι, ἡ δὲ μετέχεται, ἡ γραμματικὴ δηλονότι. καὶ ταῦτα μὲν περὶ τῆς φύσεως τῶν παρωνύμων. Ἐπειδὴ δέ τινες ἀπορίας τινὰς κινοῦσι κατὰ τῶν παρωνύμων, φέρε ταύτας παραθώμεθα καὶ τὰς λύσεις αὐτῶν ἐπαγάγωμεν. ὁ τοίνυν ἀπορῶν λόγος τοιοῦτόν τί φησι· τί δήποτε ἡ ῥηθεῖσα διαίρεσις (φημὶ δὴ ἡ λέγουσα ὅτι τὰ πράγματα ἢ κατ’ ἄμφω κοινωνοῦσι, κατὰ τοὔνομα καὶ κατὰ τὸν λόγον, καὶ ποιεῖ τὰ συνώνυμα, ἢ κατ’ ἄμφω διαφέρουσι καὶ ποιεῖ τὰ ἑτερώνυμα, ἢ κατά τι μὲν κοινωνοῦσι κατά τι δὲ διαφέρουσι, καὶ τοῦτο διχῶς, καὶ ποιεῖ τὰ πολυώνυμα καὶ τὰ ὁμώνυμα), μὴ περιέλαβεν1 καὶ τὰ παρώνυμα, ἃ οὐδὲ κατ’ ἄμφω κοινωνεῖ οὐδὲ κατ’ ἄμφω διαφέρει; εἰ οὖν τοῦτο, ζητητέον ὑπὸ ποῖον τούτων δεῖ ἀναφέρειν τὰ παρώνυμα. φημὶ τοίνυν ὅτι ὑπὸ τὰ ἑτερώνυμα· ὅπερ γὰρ ἐπὶ τῆς ἁρμονίας, τοῦτο καὶ ἐπὶ τῆς ταυτότητος γίνεται· ὥσπερ γὰρ ἁρμονία οὐκ ἂν γένοιτο, εἰ μὴ πασῶν τῶν χορδῶν ἀρίστη ᾖ ἡ κατασκευή, ἀναρμοστία δὲ γίνεται καὶ διὰ κακίαν μιᾶς, οὕτω καὶ ταυτότης μὲν οὐκ ἂν γένοιτο, εἰ μὴ κατὰ πάντα κοινωνοῖεν τὰ μέλλοντα λέγεσθαι ταὐτά, ἑτερότης δὲ συμβαίνει καὶ μιᾶς ὁπωσοῦν διαφορᾶς οὔσης. ἐπεὶ οὖν ἐν τοῖς παρωνύμοις ἐστὶν ὁπωσοῦν διαφορά, τὰ δὲ ὁπωσοῦν διαφέροντα ἕτερά ἐστι, εἰκότως ἐπὶ τὰ ἑτερώνυμα ἀνάγονται ταῦτα. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· ἰστέον ὅτι ἐλέγομεν τὰ παρώνυμα νενοθευμένα εἶναι, τὴν μέντοι διαίρεσιν ἐποιησάμεθα τῶν γνησίων, οὐ τῶν νόθων· εἰ δὲ τοῦτο, οὐκ ἀνακτέον τὰ παρώνυμα ὑπὸ τὴν εἰρημένην διαίρεσιν. ἀλλ’ ἐπειδὴ τὸ νόθον γνησίου τινός ἐστι νόθον, ζητήσωμεν ἐν τίσι τῶν γνησίων παρυφέστηκε τὰ παρώνυμα. λέγουσι τοίνυν τινὲς μέσα ὁμωνύμων καὶ συνωνύμων· τῶν γὰρ ὁμωνύμων παντελῆ διαφορὰν ἐχόντων κατὰ τὸ πρᾶγμα, τῶν δὲ συνωνύμων παντελῆ κοινωνίαν, τὰ παρώνυμά φασι καὶ κοινωνεῖν καὶ διαφέρειν κατὰ τὸ πρᾶγμα. πρὸς τούτους ῥητέον ὅτι ἀπὸ τῶν πραγμάτων μόνων ἐσκοπήσατε2 τῶν παρωνύμων τὴν φύσιν. οὐκ ἔδει δέ, ἀλλὰ καὶ ἀπὸ τῶν ὀνομάτων. κατὰ γοῦν τοῦτο πῶς ἔσται μέσα ὁμωνύμων καὶ συνωνύμων, ὅπου γε ἀμφότερα ταῦτα παντελῆ κοινωνίαν ἔχει τοῦ ὀνόματος καὶ διαφορὰν οὐδεμίαν; ὁ ἀληθὴς μέντοι ὑπαγορεύει λόγος μέσα αὐτὰ εἶναι συνωνύμων καὶ ἑτερωνύμων· τῶν γὰρ συνωνύμων παντελῆ κοινωνίαν ἐχόντων καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸ πρᾶγμα, τῶν δὲ ἑτερωνύμων παντελῆ διαφορὰν κατ’ ἀμφότερα, 〈μέσα〉 γίνεται τὰ παρώνυμα καὶ ἔχει κοινωνίαν καὶ διαφορὰν κατ’ ἀμφότερα.

另一方面,“文法家”与“文法”可以合理地被说成是派生名者,因为在它们之中观察到了所说的四点。因为在它们之中存在名称的共通,在于“文法家”源于“文法”;并且也存在名称的差异(因为一者以kos结尾,另一者以ke结尾);并且也存在事物的共通,在于分有文法者被称为文法家;并且也存在事物的差异,在于一者分有(我说的是文法家),而另一者被分有(显然是文法)。关于派生名者的本性,便是这些。但既然某些人对派生名者提出了某些疑难,那么来吧,让我们陈列这些疑难并导入它们的解答。提出疑难的论辩便这样说道:“所说的划分——我确实指的是那种声称事物要么在名称和定义两方面都共通从而构成同义者,要么在两方面都相异从而构成异名者,要么在某一方面共通而在另一方面相异(且这是以双重方式的)从而构成多名者与同名异义者的划分——究竟为何未曾将既非在两方面都共通亦非在两方面都相异的派生名者也包揽在内?”因此,若然如此,就必须探讨应当将派生名者归属于这之中的哪一类。因此我说,[应当归属于]异名者之下;因为在和谐上所发生的事情,在同一性上也同样发生。因为正如除非所有琴弦的调校皆达至最优,否则和谐便无法产生,而由于单一一根琴弦的拙劣便会产生不调和一样;同样,同一性也无法产生,除非将被称为同一的事物在一切方面都共通,而只要有无论何种单一的差异存在,便会发生相异性。因此,既然在派生名者中存在着无论何种差异,而无论如何相异者皆是相异的事物,那么合理的是,它们被还原至异名者。亦可从另一途径来表述:应当知道,我们曾说派生名者是杂驳的,然而我们所作的划分乃是纯正者的划分,而非杂驳者的划分;若然如此,派生名者便不应归入上述划分之下。但既然杂驳者乃是某种纯正者的杂驳,那么让我们探讨派生名者是在哪些纯正者身旁附随立足的。因此有人说,[它们是]同名异义者与同义者的中间物;因为既然同名异义者在事物上具有完全的差异,而同义者具有完全的共通,所以他们主张派生名者在事物上既共通又相异。针对这些人必须说道:“你们仅从事物方面考察了派生名者的本性。但本不应当如此,而也应当从名称方面考察。无论如何,在此点[名称]上,既然这两者都具有名称的完全共通且绝无差异,派生名者又怎会是同名异义者与同义者的中间物呢?”然而真实的论辩表明,它们乃是同义者与异名者的中间物;因为既然同义者无论依名称还是依事物皆具有完全的共通,而异名者在两方面皆具有完全的差异,派生名者便成为中间者,并在两方面都具有共通与差异。

语法注2 条
  1. 5.3τί δήποτε ἡ ῥηθεῖσα διαίρεσις (...) μὴ περιέλαβεν

    在带有陈述语气过去时(περιέλαβεν)的直接疑问句中使用了否定词 μή 而非 οὐ。这体现了晚期希腊语将 μή 的用法扩展至表惊诧、质难或困惑之疑问句的文法倾向。

  2. 5.3ἀπὸ τῶν πραγμάτων μόνων ἐσκοπήσατε

    论驳语境中出现由第三人称转述(λέγουσι... φασι)向第二人称复数(ἐσκοπήσατε)的呼语式转变(apostrophe),表明注释者将该观点的持论者视为当面的论辩对象予以驳难。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:39.15-40.13