- 底本
- Olympiodorus, In Categorias Commentarium. Commentaria in Aristotelem Graeca XII.1, ed. A. Busse, Berlin: Reimer 1902, pp. 26-148. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:38.14-39.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《范畴篇》1a12关于派生名(paronyma)的定义,论述了派生名被排在同名异义与同义之后的两个原因(数的递进,以及纯全与混合的对比),并阐明成立派生名所必需的四个条件(名称与事物的共通与差异)。
" Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει." Τρίτην τάξιν ἀποδέδωκεν τοῖς παρωνύμοις ὁ Ἀριστοτέλης συνοδεύων τοῖς ἀριθμοῖς· ἐπειδὴ γὰρ τὰ μὲν ὁμώνυμα καθ’ ἓν κοινωνεῖ, κατὰ τὸ ὄνομά φημι, τὰ δὲ συνώνυμα κατὰ δύο, κατά τε τὸ ὄνομα καὶ κατὰ τὸ πρᾶγμα, τὰ δὲ παρώνυμα κατὰ τέσσαρά τινα χαρακτηρίζεται, κατά τε τὴν κοινωνίαν τοῦ ὀνόματος καὶ κατὰ τὴν διαφορὰν αὐτοῦ, ὁμοίως καὶ κατὰ τὴν κοινωνίαν τοῦ πράγματος καὶ τὴν διαφορὰν αὐτοῦ, εἰ δὲ τοῦτο καὶ προηγεῖται ἡ μονὰς τῆς δυάδος,1 ὥσπερ οὖν καὶ ἡ δυὰς τῆς τετράδος, εἰκότως πρώτην μὲν τάξιν ἔλαχεν τὰ ὁμώνυμα, δευτέραν δὲ τὰ συνώνυμα καὶ τρίτην τὰ παρώνυμα. ἔστι δὲ τούτου καὶ δευτέραν αἰτίαν εἰπεῖν· ἰστέον ὅτι τὰ ὁμώνυμα καὶ συνώνυμα ἀκριβεστάτην ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφοράν, τὰ δὲ παρώνυμα νενοθευμένην, εἴ γε μεμιγμένην ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφοράν· καὶ γὰρ ἅπαντα τὰ ἐκ μίξεως συνεστηκότα οὔκ εἰσιν ἀκραιφνῆ ἀλλὰ νόθα, οἷον τὸ φαιόν· οὔτε γὰρ λευκόν ἐστιν ἀκριβῶς οὔτε μέλαν, ἀλλὰ μεμιγμένον ἐκ τούτων. οὐκοῦν ἅτε δὴ μὴ ἔχοντα εἰλικρινῆ τὴν κοινωνίαν καὶ τὴν διαφορὰν τὰ παρώνυμα εἰκότως ἂν λέγοιτο νενοθευμένην ἔχειν τὴν φύσιν. ἐπεὶ τοίνυν προηγεῖται τὸ γνήσιον τοῦ νόθου, εἰκότως μετὰ τὰ συνώνυμα καὶ τὰ ὁμώνυμα τέτακται τὰ παρώνυμα. οὐκοῦν ἐπειδὴ τὰ τῆς τάξεως καλῶς ἡμῖν εἴρηται τῶν παρωνύμων, φέρε βραχέα τινὰ διαλεχθῶμεν περὶ τῆς φύσεως τῶν παρωνύμων. ‘ἰστέον τοίνυν ὅτι τέσσαρά τινα χαρακτηρίζει τὴν φύσιν τῶν παρωνύμων, κοινωνία ὀνόματος, διαφορὰ ὀνόματος, κοινωνία πράγματος, διαφορὰ πράγματος. ἐὰν οὖν μὴ γένηται ἡ συνδρομὴ τῶν τεσσάρων τούτων, οὐκ ἀποτελεῖται τὰ πράγματα· ἰδοὺ γὰρ τὸ Ἕλενος καὶ Ἑλένη οὐκ ἔστι παρώνυμον διὰ τὸ λείπεσθαι ἐν τῇ συνδρομῇ ἕν τι τῶν εἰρημένων, ὡς δείξω· ἔστι μὲν γὰρ κοινωνία ὀνόματος ὁμολογουμένως, ἀλλὰ δὴ καὶ διαφορὰ ὀνόματος (τὸ μὲν γὰρ εἰς νος λήγει τὸ δὲ εἰς νη), ἔστι δὲ καὶ διαφορὰ πράγματος (ἑτέρα γάρ ἐστιν ἡ Ἑλένη καὶ ἕτερος ὁ Ἕλενος), ἀλλ’ ἐπειδὴ μὴ ἔχει παντελῶς μηδεμίαν κοινωνίαν κατ’ αὐτὸ τοῦτο, διὰ τοῦτο οὐδὲ παρώνυμον ὀνομάζεται. ἀλλὰ μὴν οὐδὲ ὁ σπουδαῖος καὶ ἡ ἀρετὴ παρώνυμόν ἐστιν· ἐλλείπει γὰρ ἡ κοινωνία τοῦ ὀνόματος ἐν τούτοις, ἐπειδὴ οὐ μόνον διαφορὰν τοῦ ὀνόματος καὶ τοῦ πράγματος ἀλλὰ δὴ καὶ κοινωνίαν καὶ τοῦ ὀνόματος καὶ τοῦ πράγματος 〈δεῖ〉 συντρέχειν πρὸς γένεσιν τούτων.2 ὁμοίως οὐκ ἔσται Ἀλέξανδρος ὁ Μακεδὼν τῷ ἑτέρῳ Ἀλεξάνδρῳ παρώνυμος, ἐπειδὴ λείπει ἐν τούτοις καὶ διαφορὰ ὀνόματος καὶ κοινωνία πράγματος. οὕτω παρθενικὴ καὶ παρθένος οὐκ ἔστι παρώνυμα, ἐπειδὴ ἐκλέλοιπεν ἡ διαφορὰ τοῦ πράγματος.
“凡与某物在词尾变化上相异,却依其名称而拥有称谓者,被称为派生名者。” 亚里士多德顺应数字,将第三位次赋予了派生名者。因为同名异义者在一点上相共通(我说的是依名称而言),同义者在两点上相共通(依名称也依事物),而派生名者则由四个特定要素来表征(依名称的共通,也依其差异;同样依事物的共通,也依其差异);若然如此,且单元先于二元,正如同二元也先于四元一样,那么合理的是,同名异义者获得了第一位次,同义者获得了第二位次,派生名者获得了第三位次。对于这一点也可以陈述第二个原因:应当知道,同名异义者与同义者拥有最精确的共通与差异,而派生名者则拥有杂驳的[共通与差异],若它们确实以混杂的方式拥有共通与差异的话。因为凡由混合构成之物皆非纯粹而是杂驳的,例如灰色;因为它既非严格的白亦非黑,而是由二者混合而成的。因此,由于派生名者并不拥有纯全的共通与差异,它们合理地会被说成拥有杂驳的本性。既然纯正者先于杂驳者,那么合理的是,派生名者被排在同义者与同名异义者之后。因此,既然关于派生名者位次的事情已被我们妥当阐述,那么来吧,让我们略微讨论一下派生名者的本性。因此应当知道,四个要素表征着派生名者的本性:名称的共通、名称的差异、事物的共通、事物的差异。因此,若这四者未发生汇聚,事物便不得成立。看哪,赫勒诺斯与海伦并不是派生名者,因为在汇聚中缺少了上述要素之一,正如我将表明的:因为正如公认的那样存在着名称的共通,但确实也存在着名称的差异(因为一者以nos结尾,另一者以ne结尾),并且也存在着事物的差异(因为海伦是一个人,赫勒诺斯是另一个人);但既然它们在此事物本身上全然没有任何共通,由于这一原因,它们甚至不被称为派生名者。但确实,高尚之士与美德也不是派生名者;因为在这些之中缺少了名称的共通,既然不仅名称与事物的差异,而且名称与事物两者的共通也必定汇聚以产生这些[派生名者]。同样,马其顿人亚历山大相对于另一位亚历山大不会是派生名者,因为在这些之中既缺少名称的差异,又缺少事物的共通。同样,“处女的”与“处女”也不是派生名者,因为事物的差异丧失了。
- 5.3εἰ δὲ τοῦτο καὶ προηγεῖται ἡ μονὰς τῆς δυάδος
语境中,εἰ δὲ τοῦτο 构成条件从句(“若然如此”),紧随其后的 καὶ 连接补充的条件分句(“且单元先于二元”),随后由 ὥσπερ 引出类比,并在 εἰκότως πρώτην μὲν τάξιν ἔλαχεν... 处进入主句。
- 5.3πρὸς γένεσιν τούτων
代词 τούτων 在语境中为中性复数属格,指代前文的“派生名者”(τὰ παρώνυμα),意指派生名这一关系或名状的产生与成立。
