← 小奥林匹奥多罗斯

亚里士多德《范畴篇》导论及注释

§37.17-38.13

表达本质的语法与同义者的定义

对亚里士多德《范畴篇》1a4–1a6的注解。奥林匹奥多罗解释了1a4定义中“作为动物存在”使用与格句法以指称形式的原因,随后讨论1a6“同义者”的定义,说明同一事物如何能从不同方面兼具同名异义与同义,并指出了与其他著作中用法的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

" Ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι,1 ἴδιον ἑκατέρου λόγον ἀποδώσει." 〈Λέγει〉 ὅτι ἐὰν βουληθῇ τις ὁρισμὸν ἀποδοῦναι ἑκατέρου αὐτῶν ὡς ζῴου, ἄλλον καὶ ἄλλον ὁρισμὸν ἀποδώσει, τοῦ μὲν ἀληθινοῦ ἀνθρώπου ὅτι ζῷον λογικὸν θνητόν, τοῦ δὲ γεγραμμένου ζῷον, εἰ τύχοι, γεγραμμένον ἀπὸ χρωμάτων τοίων ἢ τοίων. ζητήσει δὲ ὁ λόγος δι’ ἣν αἰτίαν οὐκ εἶπεν ζῷον εἶναι, ἀλλὰ τὸ ζῴῳ εἶναι. καί φαμεν ὅτι ἐπὶ μὲν τῶν ἁπλῶν πραγμάτων ἀδιάφορόν ἐστιν εἴτε δοτικὴν εἴτε αἰτιατικὴν συντάξομεν μετὰ τοῦ εἶναι ῥήματος, ἐπὶ δὲ τῶν συνθέτων ἄλλο μὲν σημαίνει πρὸς δοτικὴν συνταττόμενον ἄλλο δὲ πρὸς αἰτιατικήν. πρὸς μὲν οὖν αἰτιατικὴν εἰ συνταχθείη, τὸ συναμφότερον δηλοῖ, τοῦτ’ ἔστι τὸ ἐξ ὕλης καὶ εἴδους συγκείμενον, πρὸς δὲ δοτικὴν συνταττόμενον τὸ εἶδος μόνον σημαίνει· ἐπειδὴ τοίνυν ὑπογραφὴν ἀποδίδωσι, ἡ δὲ ὑπογραφὴ τῶν εἰδῶν ἐστιν ὑπογραφή, εἰκότως ἐκείνῃ τῇ συντάξει ἐχρήσατο τῇ τὸ εἶδος δηλούσῃ. Περὶ συνωνύμων.

“因为如果有人给出对它们各自而言作为动物存在是什么,他将给出各自固有的说明。” [他]说,如果有人想要给出它们各自作为动物的定义,他将给出互不相同的定义:对于真实的人而言是“理性的有死的动物”,而对于画中的人而言,若碰巧的话则是“用如此这般颜料画出的动物”。而讨论将探究:究竟出于何种原因他没有说“作为动物存在”[接宾格],而是说了“作为动物存在”[接与格]?我们说,在单纯的事物上,无论我们在动词“存在”后搭配与格还是宾格都是无差别的;但在复合的事物上,与与格搭配和与宾格搭配则意味着不同的事情。若是与宾格搭配,它指明二者的结合体,即由质料与形式组成之物;而与与格搭配时,它仅意味着形式。既然他给出的是描述性定义,而描述性定义乃是形式的描述性定义,那么他合理地使用了那种指明形式的句法搭配。 论同义者。

§5.2

"Συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός." Μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν ὁμωνύμων λόγον, περὶ τῶν συνωνύμων διαλέγεται· ἐκ δὲ τῶν ὁμωνύμων σαφής ἐστιν ἡ τῶν συνωνύμων διδασκαλία. τῷ δὲ αὐτῷ παραδείγματι ἐχρήσατο ὁ Ἀριστοτέλης καὶ ἐνταῦθα, βουλόμενος δεῖξαι ὡς τὸ αὐτὸ ὁμώνυμον καὶ συνώνυμον πολλάκις ἔστι λέγειν, κατ’ ἄλλο μέντοι καὶ ἄλλο. οἷον Αἴας ὁμώνυμός ἐστι τῷ ἄλλῳ Αἴαντι καὶ συνώνυμος, ὁμώνυμος μὲν ὅτι τῷ μὲν ὀνόματι κοινωνεῖ διαφέρει δὲ κατὰ τὸν ὁρισμὸν τὸν καθὸ Αἴας· δύναται δὲ κοινωνεῖν κατὰ τὸν ὁρισμὸν καθὸ ἄνθρωπος καὶ ἔσται συνώνυμος. σημειωτέον δὲ ὅτι ἐνταῦθα μὲν οὕτως ὡρίσατο τὸ συνώνυμα, ἐν δὲ τῷ τρίτῳ τῶν Ῥητορικῶν τεχνῶν τὰ καλούμενα πολυώνυμα συνώνυμα λέγει, καὶ * * τοῦ σημαινομένου χρῶνται αὐτῷ καὶ οἱ ἀπὸ τῆς Στοᾶς καὶ οἱ γραμματικοί. ἄμεινον δὲ ἐνταῦθά φησιν·2 εἰ γὰρ ἐκεῖνα συνώνυμα, τί ἕξει ἐνταῦθα ὄνομα τὰ συνώνυμα λεγόμενα· οὐ γὰρ δὴ πολυώνυμα ταῦτα λέγοιτο ἄν. ἔστι δὲ συνώνυμα πάντα ἀλλήλοις τά τε ὁμογενῆ κατὰ τὸ τοῦ γένους ὄνομα καὶ τὰ ὁμοειδῆ κατὰ τὸ τοῦ εἴδους ὄνομα. Περὶ παρωνύμων.

“凡名称共通且依名之本质说明相同者被称为同义。” 在讲完关于同名异义者的论述之后,他讨论同义者;而从同名异义者出发,关于同义者的教学便很明晰。亚里士多德在这里也使用了相同的例子,意图表明同一事物往往可以被称为同名异义的与同义的,但这只是依凭不同事物而言。例如,埃阿斯相对于另一位埃阿斯既是同名异义的又是同义的:说是同名异义的,是因为虽然他在名称上相共通,但在作为埃阿斯的定义上有所不同;然而在作为人的定义上他却能够相共通,并且将是同义的。应当注意,虽然在这里他是如此定义同义者的,但在《修辞术》第三卷中他却把所谓的“多名者”称为同义的,而斯多亚派和文法学者们也在[……]含义上使用它。但他认为这里的用法更好;因为如果那些是同义的,那么在这里被称为同义的东西将拥有什么名称呢?因为这些绝不会被称为多名者。同属之物依属之名、同种之物依种之名,彼此全都是同义的。 论派生名者。

语法注2 条
  1. 5.1τὸ ζῴῳ εἶναι

    这是亚里士多德表述本质的特有句式(中性冠词 τό + 与格 + 不定词 εἶναι)。注解者探讨了动词 εἶναι 搭配宾格(ζῷον εἶναι)与搭配与格(ζῴῳ εἶναι)之间的句法区别,解释称宾格搭配指代质料与形式的复合体(συναμφότερον),而与格搭配则专门指示形式(εἶδος)。

  2. 5.2ἄμεινον δὲ ἐνταῦθά φησιν

    对未明示主语的 φησίν 的句法判定。紧接前文提到亚里士多德在《修辞术》第三卷中将多名者称为同义者,因此此处的主语最自然地指向亚里士多德本人:“但他[亚里士多德]说这里的[用法]更好”(紧接着由 γάρ 引导的从句给出了理由:若彼处为同义,则本篇中的同义者将无名可用)。亦可理解为注解者本人的评价,但依古代注疏惯例,此处仍取亚里士多德为主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg002.humanitext-grc1:37.17-38.13